<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:474-475</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:474-475</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="474"><p rend="indent"><bibl xml:lang="lat">Origenes contra Celsum I 64 Vol. I p. 117, 16 Kö. (p. 379 Delarue).</bibl> καὶ ταῦτα δ’ ἂν προσθείην τοῖς λεγομένοις ὅτι Χρύσιππος ἐν τῷ περὶ παθῶν θεραπευτικῷ πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖον τὸ τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καὶ φησίν ὅτι κἂν ἡδονὴ τέλος ᾖ, οὑτωσὶ θεραπευτέον τὰ πάθη· κἂν τρία γένη τῶν ἀγαθῶν, οὐδὲν ἧττον καὶ κατὰ τὸν λόγον τοῦτον τῶν παθῶν οὕτως ἀπαλλακτέον τοὺς ἐνεχομένους αὐτοῖς.</p><p rend="indent"><bibl xml:lang="lat">Cf. VIII 51 Vol. II p. 266, 18 Kö. (p. 779 Del.).</bibl> ἀλλὰ φιλανθρωπότερον οἶμαι Κέλσου Χρύσιππον πεποιηκέναι ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, βουλόμενον θεραπεῦσαι τὰ πάθη ὡς κατεπείγοντα καὶ ἐνοχλοῦντα τὴν ἀνθρωπίνην ψυχήν, προηγουμένως μὲν τοῖς δοκοῦσιν αὐτῷ ὑγιέσι λόγοις, δευτέρως δὲ καὶ τρίτως κἂν τοῖς μὴ ἀρέσκουσι τῶν δογμάτων·</p><p rend="indent"><q>Κἂν γὰρ τρία, φησίν, ᾗ γένη τῶν ἀγαθῶν, καὶ οὕτω θεραπευτέον τὰ πάθη· οὐ περιεργαζόμενον ἐν τῷ καιρῷ τῆς φλεγμονῆς <pb facs="stoicorumveterum03arniuoft_0133"/>τῶν παθῶν τὸ προκαταλαβὸν δόγμα τὸν ὑπὸ τοῦ πάθους ἐνοχλούμενον· μή πως τῇ ἀκαίρῳ περὶ τὴν ἀνατροπὴν τῶν προκαταλαβόντων τὴν ψυχὴν δογμάτων σχολῇ ἡ ἐγχωροῦσα θεραπεία παραπόληται.</q> Φησὶ δὲ ὅτι <q>κἂν ἡδονὴ ᾖ τὸ ἀγαθὸν καὶ τοῦτο φρονῇ ὁ ὑπὸ τοῦ πάθους κρατούμενος· οὐδὲν ἧττον αὐτῷ βοηθητέον καὶ παραδεικτέον, ὅτι καὶ τοῖς ἡδονὴν τἀγαθὸν καὶ τέλος τιθεμένοις ἀνομολογούμενόν ἐστι πᾶν πάθος.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="475"><p rend="indent"><bibl xml:lang="lat">Galenus de H. et Plat. decr. IV 6 (149) p. 383 Mü.</bibl> Χρύσιππος δ’ οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται καὶ μυρία ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ·</p><p rend="indent"><q>Ἔστι δ’, ὡς οἶμαι, κοινότατον ἡ ἄλογος αὕτη φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ’ ὃ καὶ θυμῷ φαμέν τινας φέρεσθαι.</q></p><p rend="indent">καὶ πάλιν·</p><p rend="indent"><q>Διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον καὶ οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς ὂντας.</q></p><p rend="indent">καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα·</p><p rend="indent"><q>Ἡ δὲ παραλλαγὴ γίγνεται καὶ ἡ ἐξ αὐτοῦ ἀναχώρησις οὐ κατ’ ἄλλο τι ἢ τὴν τοῦ λόγου ἀποστροφήν, ὡς προείπομεν.</q></p><p rend="indent">τό τε γὰρ <q>θυμῷ φέρεσθαι</q> καὶ <q>ἐξεστηκέναι</q> καὶ <q>οὐ παρ’ ἑαυτοῖς οὐδ’ ἐν ἑαυτοῖς εἶναι</q> καὶ πάνθ’ ὅσα τοιαῦτα, φανερῶς μαρτυρεῖ τῷ κρίσεις εἶναι τὰ πάθη κἀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα·</p><p rend="indent"><q>Διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπί τε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτι τε τῷ θυμῷ θέλουσι χαρίζεσθαι καὶ ἐᾶν αὐτοὺς εἴτ’ ἄμεινον εἴτε μὴ καὶ μηδὲν λέγειν αὐτοῖς καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς.</q></p><p rend="indent">καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα <foreign xml:lang="lat">etc.</foreign> － － ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, καθάπερ ἔχει καὶ τάδε·</p><p rend="indent"><q>Οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστάς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους, καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’ οὐδ’ ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου.</q><pb facs="stoicorumveterum03arniuoft_0134"/></p><p rend="indent">Καὶ γὰρ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε·</p><p rend="indent"><q>Οὕτως τε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι ἢ προσέχειν τινὶ τοιούτῳ, ὥστε μηδὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχει γ’ αὐτοῖς λέγεσθαι· <quote type="blockquote">(<bibl xml:lang="lat">Eur. fr. 341N</bibl>) Κύπρις γὰρ οὐδὲ νουθετουμένη χαλᾷ· <lb/>Ἄν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ.</quote> <quote type="blockquote">(<bibl xml:lang="lat">Eur. fr. 668N</bibl>) － － － Νουθετούμενος δ’ ἔρως <lb/>Μᾶλλον πιέζει. － －</quote></q></p><p rend="indent">Καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως· ἔχει δ’ οὕτως·</p><p rend="indent"><q>Ὅτι δ’ ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾶν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν.</q></p><p rend="indent">καὶ ἔτι τὰ τούτων ἑξῆς·</p><p rend="indent"><q>Ἔτι μᾶλλον ⟨ἂν⟩ ἐξείη, φησίν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>