<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:431-432</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:431-432</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="431"><head rend="center" xml:lang="lat">§ 3. De tribus constantiis.</head><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 115.</bibl> εἶναι δὲ καὶ εὐπαθείας φασὶ τρεῖς, χαράν, εὐλάβειαν, βούλησιν. καὶ τὴν μὲν χαρὰν ἐναντίαν φασὶν εἶναι τῇ ἡδονῇ, οὖσαν εὔλογον ἔπαρσιν, τὴν δὲ εὐλάβειαν τῷ φόβῳ, οὖσαν εὔλογον ἔκκλισιν· φοβηθήσεσθαι μὲν γὰρ τὸν σοφὸν οὐδαμῶς, εὐλαβηθήσεσθαι δέ. τῇ δὲ ἐπιθυμίᾳ ἐναντίαν φασὶν εἶναι τὴν βούλησιν, οὖσαν εὔλογον ὄρεξιν. καθάπερ οὖν ὑπὸ τὰ πρῶτα πάθη πίπτει τινά, τὸν αὐτὸν τρόπον καὶ ὑπὸ τὰς πρώτας εὐπαθείας· καὶ ὑπὸ μὲν τὴν βούλησιν εὔνοιαν, εὐμένειαν, ἀσπασμόν, ἀγάπησιν, ὑπὸ δὲ τὴν εὐλάβειαν αἰδῶ, ἁγνείαν, ὑπὸ δὲ τὴν χαρὰν τέρψιν, εὐφροσύνην, εὐθυμίαν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="432"><p rend="indent"><bibl xml:lang="mul">Andronicus περὶ παθῶν 6 (p. 20 Kreuttner).</bibl><lb/>Εὐπαθείας εἴδη γ’. <lb/>Βούλησις μὲν οὖν ἐστιν εὔλογος ὄρεξις. <lb/>Χαρὰ δὲ εὔλογος ἔπαρσις. <lb/>Εὐλάβεια δὲ εὔλογος ἔκκλισις. <lb/>Βουλήσεως εἴδη δ’. <lb/>Εὔνοια μὲν οὖν ἐστι βούλησις ἀγαθῶν ⟨ἑτέρῳ⟩ αὐτοῦ ἕνεκεν ἐκείνου. <lb/>Εὐμένεια δὲ εὔνοια ἐπίμονος. <lb/>Ἀσπασμὸς δὲ ἀδιάστατος ⟨εὔνοια⟩ <lb/>Ἀγάπησις － － － <lb/>Χαρᾶς εἴδη γ’. <lb/>Τέρψις μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις. <lb/>Εὐφροσύνη δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις. <lb/>Εὐθυμία δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός. <lb/>Εὐλαβείας εἴδη β’. <lb/>Λἰδὼς μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου. <lb/>Ἁγνεία δὲ εὐλάβεια τῶν περὶ θ⟨εοὺς⟩ ἁμαρτημάτων. <pb facs="stoicorumveterum03arniuoft_0114"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>