<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:395-396</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:395-396</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="395"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 91, 10.</bibl> ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία ⟨τοῦ⟩ τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ ὀργὴ διοιδοῦσα· μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτεθειμένη ἢ ἐναποκειμένη· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη· ἔρως δὲ ἐπιβολὴ φιλοποΐας διὰ κάλλος ἐμφαινόμενον· πόθος δὲ ἐπιθυμία τοῦ ἔρωτι ἀπόντος· ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δὲ ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δὲ πλούτου· φιλοδοξία δὲ δόξης.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="396"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 113.</bibl> ἐπιθυμία δέ ἐστιν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται καὶ ταῦτα· σπάνις, μῖσος, φιλονικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ σπωμένη· μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως, φιλονικία δὲ ἐπιθυμία τις περιαιρέσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως· ἔρως δέ ἐστιν ἐπιθυμία τις ⟨καὶ⟩ οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον· μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπι***κότος ἐπιτηρητικὴ [δέ], ὅπερ ἐμφαίνεται διὰ τῶνδε· <quote type="blockquote">εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, <lb/>ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ.</quote> ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>