<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:361-364</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:361-364</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="361"><p rend="indent"><bibl xml:lang="lat">Philo quod omnis probus liber Vol. II p. 452, 46 Mang.</bibl> πρὸς τοίνυν τοῖς εἰρημένοις ἐναργεστάτη πίστις ἐλευθερίας ἡ ἰσηγορία, ἣν οἱ σπουδαῖοι πάντες ἄγουσι πρὸς ἀλλήλους· ὅθεν καὶ τὰ τρίμετρα φιλοσόφως ἐκεῖνά φασιν εἰρῆσθαι· <quote type="blockquote">οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ</quote> καὶ πάλιν· <quote type="blockquote">δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.</quote> καθάπερ οὖν ὁ μουσικὸς λόγος ἅπασι τοῖς ἐπιτετηδευκόσι καθάπερ οὖν ὁ μουσικὸς λόγος ἅπασι τοῖς ἐπιτετηδευκόσι μουσικὴν ἰσηγορίας τῆς ἐν τῇ τέχνῃ μεταδίδωσι καὶ ὁ γραμματικὸς ἢ γεωμετρικὸς γραμματικοῖς ἢ γεωμέτραις, οὕτω καὶ ὁ ἐν τῷ βίῳ νόμος τοῖς ἐμπείροις τῶν βιωτικῶν. οἱ δὲ σπουδαῖοι ἅπαντες ἔμπειροι τῶν κατὰ τὸν βίον πραγμάτων εἰσί, ὁπότε καὶ τῶν ἐν ἁπάσῃ τῇ φύσει· καὶ εἰσί τινες αὐτῶν ἐλεύθεροι· ὥστε καὶ ὅσοι τούτοις ἰσηγορίας μετέχουσιν· οὐδεὶς ἄρα τῶν σπουδαίων δοῦλος, ἀλλ’ ἐλεύθεροι πάντες. ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς καὶ ὅτι δοῦλος ὁ ἄφρων ἐστὶν ἐπιδειχθήσεται· ὥσπερ γὰρ ὁ κατὰ μουσικὴν νόμος οὐ δίδωσιν ἰσηγορίαν ἀμούσοις πρὸς μεμουσωμένους οὐδ’ ὁ κατὰ γραμματικὴν ἀγραμμάτοις πρὸς γραμματικοὺς οὐδὲ συνόλως ὁ τεχνικὸς πρὸς τεχνίτας ἀτέχνοις, οὕτως οὐδ’ ὁ βιωτικὸς νόμος ἰσηγορίας μεταδίδωσι τοῖς κατὰ τὸν βίον ἀπείροις πρὸς τοὺς ἐμπείρους· τοῖς δὲ ἐλευθέροις ἡ ἐκ νόμου πᾶσιν ἰσηγορία δίδοται· καὶ εἰσί τινες τῶν σπουδαίων ἐλεύθεροι· καὶ τῶν βιωτικῶν ἄπειροι μὲν οἱ φαῦλοι, ἐμπειρότατοι δ’ οἱ σοφοί· οὐκ ἄρα εἰσί τινες τῶν φαύλων ἐλεύθεροι, δοῦλοι δὲ πάντες.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="362"><p rend="indent"><bibl xml:lang="lat">Philo quod omnis probus liber Vol. II p. 454, 12 Mang.</bibl> λέγεται τοίνυν οὐκ ἀπὸ σκοποῦ, ὅτι ὁ φρονίμως πάντα ποιῶν εὖ ποιεῖ πάντα· ὁ δ’ εὖ ποιῶν πάντα ὀρθῶς ποιεῖ πάντα· ὁ δ’ ὀρθῶς πάντα ποιῶν καὶ ἀναμαρτήτως καὶ ἀμέμπτως καὶ ἀνεπιπλήκτως καὶ ἀνυπευθύνως καὶ ἀζημίως. ὥστ’ ἐξουσίαν σχήσει πάντα δρᾶν καὶ ζῆν ὡς βούλεται· ᾧ δὲ ταῦτ’ ἔξεστιν, ἐλεύθερος ἂν εἴη. ἀλλὰ μὴν πάντα φρονίμως ποιεῖ ὁ ἀστεῖος· μόνος ἄρα ἐστὶν ἐλεύθερος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="363"><p rend="indent"><bibl xml:lang="lat">Philo quod omnis probus liber Vol. II p. 454, 31 Mang.</bibl> καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτ’ ἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν ἀναγκάσαι οὐδὲ κωλῦσαι· οὐκ ἄρα δοῦλος ὁ σπουδαῖος· ὅτι δ’ οὔτ’ ἀναγκάζεται οὔτε κωλύεται δῆλον. κωλύεται μὲν γὰρ ὁ μὴ τυγχάνων ὧν ὀρέγεται· ὀρέγεται δ’ ὁ σοφὸς τῶν ἀπ’ ἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ. ἀνθρώποις δὲ αἱ πράξεις ἢ ἀπ’ ἀρετῆς εἰσι κατορθώματα ἢ ἀπὸ κακίας ἁμαρτήματα ἢ μέσα καὶ ἀδιάφορα. τὰ μὲν οὖν ἀπ’ ἀρετῆς οὐ <pb facs="stoicorumveterum03arniuoft_0097"/> βιασθείς, ἀλλ’ ἑκών (αἱρετὰ γάρ ἐστιν αὐτῷ) πάνθ’ ὅσα δρᾷ· τὰ δ’ ἀπὸ κακίας ἅτε φευκτὰ οὐδ’ ὄναρ πράττει. οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός (<foreign xml:lang="lat">scil.</foreign> ἄκοντα πράττειν), πρὸς ἃ καθάπερ ἐπὶ πλάστιγγος ἡ διάνοια ἰσοῤῥοπεῖ, διδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήτ’ ὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδ’ ἀναγκάζεται. δοῦλος δ’ εἴπερ ἦν, ἠναγκάζετ’ ἄν· ὥστ’ ἐλεύθερος ἂν εἴη ὁ ἀστεῖος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="364"><p rend="indent"><bibl xml:lang="lat">Philo de poster. Caini § 138 Vol. II p. 30, 17 Wendl.</bibl> τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>