<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:301-302</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:301-302</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="301"><p rend="indent"><bibl xml:lang="lat">Philo de ebrietate § 88 Vol. II p. 186, 21 Wendl.</bibl> Χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν ὅτι ἡ σοφία, τέχνη τεχνῶν οὖσα, δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν <pb facs="stoicorumveterum03arniuoft_0082"/> ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι. Τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον, καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας, ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι. － Καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι, παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε· τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι. － Ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ Ὄντος, εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτόν, φυσιολογία· μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι· ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν, καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας. Ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική. Πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν (<foreign xml:lang="lat">iterum singulae artes enumerantur</foreign>) καὶ ἐν ἁπάσαις ἕν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="302"><p rend="indent"><bibl xml:lang="lat">Olympiodorus in Plat. Alcib. pr. p. 214 Creuzer.</bibl> ὅτι εἰ καὶ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, ἀλλὰ τῇ ἰδιότητι διαφέρουσιν. οὐ γάρ εἰσι μία, ἀλλὰ πᾶσαι ἐν μὲν τῇ ἀνδρείᾳ εἰσὶν ἀνδρείως, ἐν ἄλλῳ δὲ σωφρονικῶς· ὡς καὶ πάντες οἱ θεοὶ ἐν μὲν τῷ Διΐ εἰσι διΐως, ἐν ἄλλῳ δὲ ἡραίως· οὐδεὶς γὰρ θεὸς ἀτελής. Καὶ ὡς Ἀναξαγόρας ἔλεγε πάντα ἐν πᾶσιν, ἓν δὲ πλεονάζειν, οὕτω καὶ ἐπὶ τῶν θείων ἐροῦμεν. Πᾶσα γὰρ ἀρετὴ φρονησίς ἐστιν, ὡς τὰ πρακτ⟨έ⟩α εἰδυῖα· πᾶσα ἀνδρεία, ὡς ἀγωνιζομένη· πᾶσα σωφροσύνη, ὡς ἐπὶ τὸ κρεῖττον ἐπανάγουσα· πᾶσα δικαιοσύνη. ᾗ τὰ προσήκοντα τοῖς πρακτοῖς ἀπονέμουσα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>