<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:295-296</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:295-296</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="295"><head rend="center" xml:lang="lat">§ 8. Mutua virtutum coniunctio. </head><p rend="indent"><bibl xml:lang="lat">Diog Laërt. VII 125.</bibl> τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις, καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν. εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Ἀρετῶν φησίν, Ἀπολλόδωρος δὲ ἐν τῇ φυσικῇ κατὰ τὴν ἀρχαίαν, Ἑκάτων δὲ ἐν τῷ τρίτῳ περὶ ἀρετῶν. τὸν γὰρ ἐνάρετον θεωρητικόν τε εἶναι καὶ πρακτικὸν τῶν ποιητέων· τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστί, καὶ ὑπομενετέα καὶ ἀπονεμητέα καὶ ἐμμενητέα. ὥστε εἰ τὰ μὲν αἱρετικῶς ποιεῖ, τὰ δὲ ὑπομενετικῶς, τὰ δὲ ἀπονεμητικῶς, <pb facs="stoicorumveterum03arniuoft_0081"/> τὰ δὲ ἐμμενητικῶς, φρόνιμός τέ ἐστι καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαί τε ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον· οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως τε καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία καὶ σύνεσις· τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης· τῇ δὲ δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη· τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία. <bibl xml:lang="lat">Cf. III n. 280</bibl>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="296"><p rend="indent"><bibl xml:lang="lat">Galenus optimum medicum esse philosophum Vol. I p. 61 K.</bibl> οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν (<foreign xml:lang="lat">scil. medicum sapientem</foreign>). σύμπασαι γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἷόν τε μίαν ἡντιναοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>