<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:112-113</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:112-113</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="112"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II p. 74, 16 W.</bibl> Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καθ’ ἑαυτά, τὰ δὲ πρός τί πως ἔχειν. Καθ’ ἑαυτὰ μὲν ἐπιστήμην, δικαιοπραγίαν καὶ τὰ ὅμοια· πρός τι δὲ τιμήν, εὔνοιαν, φιλίαν, ⟨συμφωνίαν⟩. Εἶναι δὲ τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέραν δὲ ἐπιστήμην σύστημα ἐξ ἐπιστημῶν τοιούτων, οἷον ἡ τῶν κατὰ μέρος λογικὴ ἐν τῷ σπουδαίῳ ὑπάρχουσα· ἄλλην δὲ σύστημα ἐξ ἐπιστημῶν <pb facs="stoicorumveterum03arniuoft_0035"/> τεχνικῶν ἐξ αὑτοῦ ἔχον τὸ βέβαιον, ὡς ἔχουσιν αἱ ἀρεταί· ἄλλην δὲ ἕξιν φαντασιῶν δεκτικὴν ἀμετάπτωτον ὑπὸ λόγου, ἥν τινά φασιν ἐν τόνῳ καὶ δυνάμει κεῖσθαι. Φιλίαν δ’ εἶναι κοινωνίαν βίου· συμφωνίαν δὲ ὁμοδογματίαν περὶ τῶν κατὰ τὸν βίον. Τῆς δὲ φιλίας εἶναι γνωριμότητα μὲν φιλίαν ἐγνωσμένων· συνήθειαν δὲ φιλίαν συνειθισμένων· ἑταιρίαν δὲ φιλίαν καθ’ αἵρεσιν, ὡς ἂν ὁμηλίκων· ξενίαν δὲ φιλίαν ἀλλοδαπῶν. Εἶναι δὲ καὶ συγγενικήν τινα φιλίαν ἐκ συγγενῶν· καὶ ἐρωτικὴν ἐξ ἔρωτος. Ἀλυπίαν δὲ καὶ εὐταξίαν τὰς αὐτὰς εἶναι τῇ σωφροσύνῃ, νοῦν δὲ καὶ φρένας φρονήσει, μεταδοτικὴν δὲ καὶ ἐπιδοτικὴν χρηστότητι· τῷ μέντοι γε πρός τί πως ἔχειν ὠνομάσθησαν· ὅπερ καθήκει καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν παρατηρεῖν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="113"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 77, 6.</bibl> Καὶ τῶν ἀγαθῶν τὰ μὲν ἀναγκαῖα εἶναι πρὸς εὐδαιμονίαν, τὰ δὲ μή. Καὶ ἀναγκαῖα μὲν τάς τε ἀρετὰς πάσας καὶ τὰς ἐνεργείας τὰς χρηστικὰς αὐτῶν· οὐκ ἀναγκαῖα δὲ χαράν τε καὶ εὐφροσύνην καὶ τὰ ἐπιτηδεύματα. Παραπλησίως δὲ καὶ τῶν κακῶν τὰ μὲν ἀναγκαῖα ὡς ἂν κακὰ πρὸς κακοδαιμονίαν εἶναι, τὰ δ’ οὐκ ἀναγκαῖα· ἀναγκαῖα μὲν τάς τε κακίας πάσας καὶ τὰς ἐνεργείας τὰς ἀπ’ αὐτῶν· οὐκ ἀναγκαῖα δὲ τά τε πάθη πάντα καὶ τὰ ἀρρωστήματα καὶ τὰ τούτοις παραπλήσια.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>