<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:106-107</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1:106-107</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="106"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II p. 71, 15.</bibl> τῶν τε ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα· ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ μόνον ἐστὶν ἀγαθά· χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρρος καὶ φρονίμη περιπάτησις τελικὰ μόνον ἐστὶν ἀγαθά· αἱ δ’ ἀρεταὶ πᾶσαι καὶ ποιητικά ἐστιν ἀγαθὰ καὶ τελικά, καὶ γὰρ ἀπογεννῶσι τὴν εὐδαιμμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μέν ἐστι ποιητικὰ τῆς κακοδαιμονίας, τὰ δὲ τελικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν ἄφρων ἄνθρωπος καὶ ὁ ἐχθρὸς ποιητικὰ μόνον ἐστὶ κακά· λύπη δὲ καὶ φόβος καὶ κλοπὴ καὶ ἄφρων ἐρώτησις καὶ τὰ ὅμοια τελικά ⟨μόνον ἐστὶ κακά⟩· αἱ δὲ κακίαι καὶ ποιητικὰ καὶ τελικά ἐστι κακά· ἀπογεννῶσι γὰρ τὴν κακοδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="107"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 96.</bibl> ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. Τὸν μὲν οὖν φίλον καὶ τὰς ἀπ’ αὐτοῦ γινομένας ὠφελείας ποιητικὰ εἶναι ἀγαθά· θάρσος δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροσύνην καὶ ἀλυπίαν καὶ πᾶσαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά. ποιητικὰ δὲ καὶ τελικὰ ⟨τὰς ἀρετὰς⟩ εἶναι ἀγαθά· καθὸ μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν, ποιητικά ἐστιν ἀγαθά· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά. <pb facs="stoicorumveterum03arniuoft_0034"/></p><p rend="indent">ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα· τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπ’ αὐτοῦ γινομένας βλάβας ποιητικὰ εἶναι· κατάπληξιν δὲ καὶ ταπεινότητα καὶ δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά· ἀμφοτέρως δὲ ἔχοντα ⟨τὰς κακίας⟩· ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν, ποιητικά ἐστι· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>