<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1216.tlg001.opp-grc1:4.1-4.14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1216.tlg001.opp-grc1:4.1-4.14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1216.tlg001.opp-grc1"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="1"><p> Δεῖ οὖν ἡμᾶς περὶ τῶν ἐνεστώτων ἐπιπολὺ
ἐραυνῶντας <note n="2">e)raunw=ntas N, e)reunw=ntas C.</note> ἐκζητεῖν τὰ δυνάμενα ἡμᾶς σώζειν.
φύγωμεν οὑν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆς
ἀνομίας, μήποτε καταλάβῃ ἡμᾶς τὰ ἔργα τῆς
ἀνομίας: καὶ μισήσωμεν τὴν πλάνην τοῦ νῦν
καιροῦ, ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν.</p></div><div type="textpart" subtype="section" n="2"><p> μὴ
δῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν, ὥστε ἔχειν αὐτὴν
ἐξουσίαν μετὰ ἁμαρτωλῶν καὶ πονηρῶν συντρέχειν,
μήποτε ὁμοιωθῶμεν αὐτοῖς.</p></div><div type="textpart" subtype="section" n="3"><p> τὸ τέλειον
σκάνδαλον ἤγγικεν, περὶ οὖ γέγραπται, ὡς Ἐνὼχ
<note><bibl>Enoch, 89, 61-64; 90, 17</bibl></note> λέγει. Εἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεν
τοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ ὁ
ἠγαπημένος αὐτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν ἥξῃ,
<note><bibl>Dan. 7, 24</bibl></note>
               </p></div><div type="textpart" subtype="section" n="4"><p> λέγει δὲ οὕτως καὶ ὁ προφήτης: Βασιλεῖαι
δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ ἐξαναστήσεται
ὄπισθεν <note n="3"> o)/pisqen CL, o)/pisqen au)tw=n S (Theod.).</note> μικρὸς βασιλεύς, ὃς ταπεινώσει
τρεῖς ὑφ̓ ἓν τῶν βασιλέων.</p></div><div type="textpart" subtype="section" n="5"><p> ὁμοίως περὶ τοῦ
<pb n="350"/>
                  <note><bibl>Dan. 7, 7. 5</bibl></note> αὐτοῦ λέγει Δανιήλ: Καὶ εἶδον τὸ τέταρτον θηρίον
τὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ
πάντα τὰ θηρία τῆς θαλάσσης, <note n="1">qala/sshs CL, gh=s (??).</note> καὶ ὡς ἐξ αὐτοῦ
ἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας
παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ̓ ἓν τρία τῶν
μεγάλων κεράτων.</p></div><div type="textpart" subtype="section" n="6"><p> συνιέναι οὖν ὀφείλετε.
ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἶς ἐξ ὑμῶν ὤν,
<note><bibl>Didache ii, 7</bibl></note> ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου,
προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν
ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας, ὅτι
ἡ διαθήκη ἐκείνων καὶ ἡμῶν.</p></div><div type="textpart" subtype="section" n="7"><p> ἡμῶν μέν: ἀλλ̓
ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος
<note><bibl>Exod. 84, 28</bibl></note> ἤδη τοῦ Μωϋσέως. λέγει γὰρ ἡ γραφή: Καὶ ἦν
Μωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα
καὶ νύκτας τεσσαράκοντα, καὶ ἔλαβεν τὴν
<note><bibl>Exod. 82, 16</bibl></note> διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμένας
τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου.</p></div><div type="textpart" subtype="section" n="8"><p> ἀλλὰ
ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν.
<note><bibl>Exod. 82, 7 Deut. 9, 12</bibl></note> λέγει γὰρ οὕτως κύριος. Μωϋσῆ Μωϋσῆ, κατάβηθι
τὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓς
ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, καὶ συνῆκεν Μωϋσῆς
καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ:
καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ
ἠγαπημένου Ἰησοῦ ἐγκατασφραγισθῇ εἰς τὴν
καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ.</p></div><div type="textpart" subtype="section" n="9"><p> πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος,
ἀλλ̓ ὡς πρέπει ἀγαπῶντι ἀφ̓ ὧν ἔχομεν μὴ
ἐλλείπειν, γράφειν ἐσπούδασα, περίψημα ὑμῶν.
διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις: οὐδὲν
<pb n="352"/>
                  <note><bibl>Didache xvi. 2</bibl></note> γὰρ ὠφελήσει ἡμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως
ἡμῶν, <note n="1">th=s pi/stews h(mw=n N, th=s zwh=s h(mw=n C, uitae nostrac er fidei L.</note> ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖς
μέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ,
ἀντιστῶμεν, ἵνα <note n="2">i)/na N, i)/na n) C, i)/na.. me/las om. L.</note> μὴ σχῇ παρείσδυσιν ὁ μέλας.</p></div><div type="textpart" subtype="section" n="10"><p> φύγωμεν ἀπὸ πάσης ματαιότητος, μισήσωμεν
τελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ. μὴ καθ̓
ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι,
ἀλλ̓ ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε
περὶ τοῦ κοινῇ συμφέροντος.</p></div><div type="textpart" subtype="section" n="11"><p> λέγει γὰρ ἡ
<note><bibl>Is 5, 21</bibl></note> γραφή: Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιαν
ἑαυτῶν ἐπιστήμονες. γενώμεθα πνευματικοί,
γενώμεθα ναὸς τέλειος τῷ θεῷ. ἐφ̓ ὅσον ἐστὶν ἐν
<note><bibl>Is. 30,(??)</bibl></note> ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν
ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς
δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν.</p></div><div type="textpart" subtype="section" n="12"><p> ὁ κύριος
<note><bibl>I. Pet. 1, 17, cf. Rom. 2. 11;</bibl></note> ἀπροσωπολήμπτως κρινεῖ τὸν κόσμον. ἕκαστος
καθὼς ἐποίησεν κομιεῖται. ἐὰν ᾖ ἀγαθός, ἡ
<note><bibl>Gal. 2, 6</bibl></note> δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ: ἐὰν ᾖ
<note><bibl>II Cor. 5, 10</bibl></note> πονηρός, ὁ μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ:</p></div><div type="textpart" subtype="section" n="13"><p> ἵνα μήποτε ἐπαναπαύομενοι ὡς κλητοὶ ἐπικαθυπνώσωμεν
ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ὁ πονηρὸς
ἄρχων λαβὼν τὴν καθ̓ ἡμῶν ἐξουσίαν ἀπώσηται
ἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου.</p></div><div type="textpart" subtype="section" n="14"><p> ἔτι δὲ
κἀκεῖνο, ἀδελφοί μου, νοεῖτε: ὅταν βλέπετε μετὰ
τηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷ
Ἰσραήλ, καὶ οὕτως ἐγκαταλελεῖφθαι αὐτούς:
<note><bibl>Mt. 20, 16: 22, 14</bibl></note> προσέχωμεν, μήποτε, ὡς γέγραπται, πολλοὶ
κλητοί, ὀλίγοι δὲ ἐκλεκτοὶ εὑρεθῶμεν.
<pb n="354"/>
               </p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>