<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1"><div type="textpart" subtype="section" n="28"><p>οἱ δὲ φάσκοντες ἐξ <note type="marginal">ΧΧVIII</note> ἀνάγκης ἡμᾶς εἶναί τε
                        καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν <lb n="25"/> τὴν ἐξουσίαν
                        τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, <lb n="10"/> καὶ
                        διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ
                        πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν <lb n="30"/> κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν
                        ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου
                        σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν,
                            <lb n="90"/>
                        <lb n="15"/> ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν
                        ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ
                        δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ <lb n="5"/> παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ
                        πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου,
                        μαίνεσθαι <lb n="20"/> δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον
                        ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα <lb n="10"/> αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν
                        τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον
                        παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>