<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:2-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:2-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><p>Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί <note type="marginal">II</note>
                        <lb n="15"/> τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ
                        γὰρ <lb n="30"/> κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις,
                        καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας
                        προκαταβεβλημένας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς
                        ἀκολουθίαν <lb n="6"/> ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ
                        Ἀναξαγόρας ὁ Kλαζομένιος, <lb n="20"/> καίτοι τἄλλα ὢν ἐν τοῖς τὴν φυσικὴν
                        φιλοσοφίαν φιλοσοφήσασιν <lb n="5"/> οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος
                        ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός
                        γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο
                        τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱμαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ <del>οὐ γὰρ
                            μόνον οὐκ ἀλλήλοις ἅπαντες, ἀλλ’ <lb n="10"/>
                            <lb n="25"/> οὐδὲ</del> ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο
                        μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ
                            <del>αὐτῷ</del> τὰ αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς
                        περιεστώσας τύχας καὶ <note type="footnote">1 ἡ add. Diels μὴ V²a¹2: om. V¹:
                            in lit. B 2 ἀντιλογγια sic V1 (corr. V2): ἐν ἀντιλογίαν Β μάλιστα] pr. α
                            in lit. V lacunam indicavi 3 τε] τει ειεν (in mg. τι ut videtur v. c.)
                            V: τει ειεν sic B: τί εἶεν HSa2: εἶεν (in mg. εἰρηκότες) Ε: τί εἴη? K:
                            τί εἴη ἂν Cas. 0: οὐδὲν οἶμαι a1 Lond. μεῖζον Cas. ἢ a¹2: ει (sic) VH
                            τε—ἢ om. C vacuo relicto  10 litt. τὴν om. 0 4 εἰρηκότας] ας in lit. V 5
                            ἡμῖν a1² 6 νευνευκυῖα V 8 πράσσεται a2 γοῦν] οὖν E: γὰρ 0 ἐστιν V 9 ἣ V(
                            infra versum)a¹ : ἐν ᾗ a20 πεποίησθε Cas. 0 τι om. a2 10 ἡμῖν a2 δεῖσθαι
                            om. a2 δόξει V2a¹²: δόξαι V¹: δόξει ⟨τινὰ⟩ coni. 0 ῥηθῆναι δεῖν Cas. 11
                            πρὸς Va¹: παρ’ a2 12 ῥάδιων V1 (corr. V2) 14 ad sequentia cf. Alex. De
                            anima 179,25 sq. τι] τε coni.0 20 τἄλλα ὢν ἐν τοῖς V²a¹²Ο: ἄλλα ων
                            αυτοῖς V¹: ἄλλα ὢν αὐτοῖς ES2 (sed τἄλλα S²) 21 ἀπεριμμένος Va1:
                            ἀπερριμένος a2 οὐκ] ἀλλ’ H: del. Casp. 0 22 τῶν γινομένων μηδὲν a2 23 δή
                            ποτ’ οὖν a2 24 οὐκέΘ᾿  V: οὐ καθόλου ES: οὐκέτι a12O οὐ γὰρ—οὐδὲ (25)
                            delevi 25 μηνύσαι V 26 αὐτῷ om. a2 O</note>
                        <pb n="166"/> τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν
                        πάντα <lb n="15"/> καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην
                        ὑπολαμβάνουσιν ἀπαράβατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ
                        πάντα τὰ γινόμενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας
                        ὑπολαμβάνουσιν τῶν <lb n="20"/>
                        <lb n="5"/> γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ
                        πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’
                        εἱμαρμένην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί
                        φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινόμενα
                            <lb n="25"/> δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης
                        ἀντι- <lb n="10"/> πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς
                        αἰτίους εἶναι τῶν κατορθωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν
                        ἀπηντηκότων, <lb n="30"/> εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς
                        ἔχοντες καὶ τοῦ μὴ πράττειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία
                        τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί
                        ποτ’ ἐστὶν καὶ ἐν <lb n="15"/> τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ
                        τοιαύτη φύσις.</p></div><div type="textpart" subtype="section" n="3"><p>ὅτι μὲν οὖν 8 <note type="marginal">III</note> αἰτίαν τινὰ τὴν εἱμαρμένην
                        τοῖς γινομένοις <del>ὧν</del> εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης
                        λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ
                        γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς <lb n="5"/>
                        λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον <lb n="20"/> λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην·
                        οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως
                        λεγόμενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας,
                            <lb n="10"/> καθὼς <del>αἰτίας</del> Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ
                        αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς
                        καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· <lb n="25"/> παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας
                        ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ <lb n="15"/> χάριν καὶ τὸ γινόμενον
                        γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος,
                        ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα
                        τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν
                        ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα <lb n="20"/>
                        <note type="footnote">4 δοκεῖ γίνεσθαι a1 5 οὐδὲ a¹0: οὐ a2: ουδε sic V 7
                            κατ’ αὐτὴν Va1: κατὰ ταύτην a2 9 εἱμαρμένην] ην in lit. V τύχης (supra
                            τυ lit.) V: ψυχῆς a2: ψυχοῖς K 12 ἔπραξαν om. a1 14 ἡ om. a2 15 τε καὶ
                            ὄντων om.0 τοιάδε a¹ οὖν om. 0 16 ὧν del. V2 17 τε] τι V¹ (corr. V2) 18
                            γίνεται V2a1: γίνεσθαι V¹a² 19 τὰ αἴτια om. a1 πρῶτον V²a¹: πρώτην V¹a²
                            22 δὴ] δὲ Eusebii vulg. 0 διαιρεῖται—τιθέναι τὴν εἱμαρμένην (169,3)]
                            Euseb. praep. ev. VI, 9. 1—16 268a— 270b τόπους Cas. Lo ond. αἰτιῶν
                            Eusebius Lond.0 23 καθὼς V2a¹: καθὼσ αἰτίασ V¹: καθ’ ἃς αἰτίας a2: καθὼς
                            ὁ θεῖος Eusebius Lond. 0 fortasse recte: καθὼς θεῖος Cas. δέδειχεν] cf.
                            Arist. ΜΜetaph. Ι, 3. 983a23 sqq. ποιητὰ Εusebii pars librorum 24
                            ἐπέχοντα Eusebii vulg. τὸ om. Eusebii p. l. 25 τὰς om. Cas. ἐν αὐτοῖς
                            αἴτιον Eusebius 25 et 26 τὸ om. Eusebius 26 αἱ τῶν om. Eusebii p. l. 27
                            τι τούτων Eusebius ὃν a² 28 μὴ] καὶ B² γινόμενά τις σκέψαιτο, εὑρήσει
                            οὐχ B² 28. 29 τοσούτων — δεόμενα Eusebius (τὰ δὲ p. l.): om. (signo in
                            mg. adposito V) codd. a¹² 29 τὸν εἰρ. ἀρ. Eusebius</note>
                        <pb n="167"/> δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν
                        γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη
                        διαίρεσις. τοῦ δὲ ἀνδοιάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, <lb n="25"/> ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ
                        λίθος ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον
                        γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος
                        τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ <lb n="30"/>
                        τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου
                        τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως <lb n="10"/> αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον
                        τὸ τέλος, <lb n="10"/> οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς
                        εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο.
                        ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων
                        γνώριμον <lb n="5"/> τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν
                        καταριθμοῖμεν ἀναλογίαν <lb n="15"/> σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ
                        τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη
                        περὶ τῶν ποιητικῶν <lb n="10"/></p></div><div type="textpart" subtype="section" n="4"><p><note type="marginal">ΙV</note> αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται
                        γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ
                        καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις.
                        ἀπάντων δὴ τῶν <lb n="20"/> γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν
                        τὰ μὲν αὐτῶν τινος χάριν <lb n="15"/> γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος
                        τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ
                        οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον
                        ἔχει τὴν ἀναφοράν, τοιαῦτα <lb n="20"/> (ὁποῖά ἐστι καρφῶν τέ τινων
                        διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί <lb n="25"/> τε καὶ ἐκτάσεις
                        καὶ ὅσα τούτοις ὁμοίως γίνεται), <del>ἃ</del> ὅτι μὲν γίνεται καὶ αὐτὰ
                        γνώριμον, οὐ μήν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν. <lb n="25"/>
                        <note type="footnote">1 δ’ Eusebius B2 Lond. 0: γὰρ Va¹2 γένοιτο Eusebius 1.
                            2 γινομένων] εἰρημένων a1 δὴ Eusebius O: γὰρ libri 3 δὲ Eusebii p. l.
                            Cas.: δὴ libri ὡς om. Cas. 5 τὸ om. a2 7 τούτῳ γενόμενον om. a2
                            γινόμενον Lond.0 8 εἶδός ἐστιν Eusebius δισκεῦον a1 Eusebius ἀκοντίζον
                            a1 Eusebius 9 μόνον Eusebius 10 γὰρ supra versum V ἐστιν—τῶν] ἀλλ’ ἔστιν
                            οὐδενὸς τῶν Eusebius δευτερεῦον Eusebii p. l. 10.11 τέλος] γένος Eusebii
                            p. l. 11 γεγονός ἐστι Va¹²: γέγονε τουτέστιν Eusebius (γεγονέναι τ. D)
                            εἴς] εἴ Cas.: del. B² θεοὺς scripsi: θεὸν Eusebius O: τινος libri 12 τῆς
                            τοιαύτης Eusebius οὐδ’ ἂν] οὐ γὰρ V1 (corr, V2) 13 αἰτίων τῶν τοσούτων
                            a2: τούτων τῶν αἰτίων τοσούτων Lond. 14 ποιητικοῖς V1 γρ. a¹2: τοιούτοις
                            V1 15 σώζουσαν] ωζ in lit. V τῇ τοῦ Eusebius 16 τέχνῃ Eusebius 17 τὸν
                            om. a1 18 δεῖ] δὴ Eusebius ἄλλως Eusebii cod. B 19 δὲ Cas. 21 λέγειν V1
                            (corr. V2) καὶ τέλος om. a2 22 γὰρ om. Eusebius: γε coni. 0 οὐ om.
                            Eusebii cod. B πρόθεσιν] προαίρεσιν Eusebii cod. S ὑπὸ om. Eusebius 23
                            ἐπὶ] ἐπεὶ a2 23. 24 τοιαῦτα ὁποῖα] τοιαῦτα οἷον Εusebius: ὁποῖα B² 24
                            καρφῶν Eusebius a2: καρπῶν Va1 25 ὁμοίως γίνεται Eusebius: ὁμοίως (ὅμοια
                            γρ. H) γίνεται ἃ VHa1 Lond.: ὅμοια a2: ὅμοια ἃ K: ὁμοίως γίνεται ἃ ⟨γὰρ⟩
                            Ο διότι Diels (cf. Ind. Arist. p. 200b49; Doxogr. p. 742) μὲν οὖν a2:
                            μὲν γὰρ Eusebius 26 τὸ om. 0 τίνος Va¹: τινὸς a2: τὴν οὗ Eusebius</note>
                        <pb n="168"/> τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα
                        οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί
                        τινος γινομένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται.
                        τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν <lb n="30"/>
                        <lb n="5"/> ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ὧ γενόμενα τοῦ γίνεσθαι
                        παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδών γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ
                        προκείμενον <lb n="12"/> τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι
                        τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα
                        σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν
                        ποιούντων <lb n="5"/>
                        <lb n="10"/> αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν
                        ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ
                        κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν
                        αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως <lb n="10"/>
                        (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης
                            <lb n="15"/> αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν
                        χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν
                        ἀρχὴν τῆς <lb n="15"/> κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν
                        αὐτοῖς καὶ τῆς γενέσεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός.
                        τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ
                        ταὐτομάτου γίνεσθαι <lb n="20"/> πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά
                        του γινομένων διαφέροντα, <lb n="20"/> ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ
                        τέλους γινόμενον τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ
                        τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς
                        τέλος τὸ αὐτομάτως τε καὶ <lb n="25"/> ἀπὸ τύχης γίνεσθαι λεγόμενον.</p></div><div type="textpart" subtype="section" n="5"><p>τούτων δ’ οὕτως ἐχόντων καὶ πάντων τῶν <note type="marginal">V</note>
                        <lb n="25"/> γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ
                        τούτοις ἰδεῖν, ἐν ποίῳ τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά
                        γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον· αἰεὶ <lb n="30"/>
                        <note type="footnote">1 τε om. Eusebius 3 τὴν om. Eusebius a τὸν om.
                            Eusebius a1 4 τὴν γενέσεως Eusebii cod. 1 5 εἴς] ἐπί Eusebius τι om. a2
                            γινόμενα Eusebius γενέσθαι a2 παύονται Eusebii vulg. 6 ἐνστὰν Eusebius
                            a2: ἐστ’ ἂν V¹: del. V2: om. a1 0 γίνοιτο Eusebii vulg. 7 pr. τέλος om.
                            Eusebius τὰ om. a1 8 σκοπὸν] φορὰν Eusebii p. l. 11 γένοιτο Eusebius 0
                            γίνεται] γίνοιτο a2 τε om. Eusebii p. l. a2 12 τὰ κατὰ Eusebius ἃ om.
                            Eusebii cod. τῷ in lit. 6 litt. V 13 τὰς αἰτίας Eusebius 14 γίνεται a2:
                            γίνεσθαι V Eusebius a1 0 (ὡς γίνεσθαι Schwartz) μὲν om. Lond. 15
                            χρωμένοις vel χρωμένως Eusebii p. l. 16 τῆς om. 0 17 ποιοῦσαν] α in lit.
                            V καὶ τὴν ποιοῦσαν αἰτίαν Eusebii p. l. 18 pr. αὐτῶν] αὐτοῖς a2 ὁ τοῦ
                            Eusebius 0 ποιοῦνται Eusebii cod. B γίνεται (γ in lit.) Va¹²: ἡγεῖται
                            Eusebius τρίτον δέ ἐστιν Eusebius: ἔστιν libri 19 οὖν ἐν τοῖς a2: οὖν
                            τοῖς Lond. Cas. καὶ ἀπὸ ταὐτομάτου a2: καὶ τοῦ αὐτομάτου Eusebius 20
                            πεπιστευμένα] πε supra versum V προηγουμένως B² Eusebii vulg. Lond. O:
                            προηγουμένων V Eusebii cod. C 21 μὲν ὅτι πᾶν τὸ πρὸ a2: μὲν δῆλον ὅτι
                            πᾶν τὸ πρὸ E: μὲν τὰ πρὸ (πρὸς cod. BC) Eusebius γινόμενον om. Eusebius
                            alt. τοῦ τέλους om. Eusebii cod. BC 23 τε om. a² 25 τρόπους] σκοποὺς a1
                            26 ποίῳ] τίνι Eusebius τῶν] τ in lit. V 27 γενομένοις 0 ἦ 0</note>
                        <pb n="169"/> γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ’
                        εἱμαρμένην αὐτὸ λέγοντες γεγονέναι. διὸ ἐν τοῖς ἕνεκά του γινομένοις
                        ἀναγκαῖον τιθέναι <lb n="14"/> τὴν εἱμαρμένην· καὶ ἐπεὶ τῶν ἕνεκά του
                        γινομένων τὰ μὲν γίνεται κατὰ λόγον, τὰ δὲ κατὰ φύσιν, ἢ ἐν ἀμφοτέροις
                        αὐτοῖς τὴν εἱμαρμένην ἀναγκαῖον <lb n="5"/> εἶναι τίθεσθαι, ὡς πάντα τὰ
                        γιγνόμενα καθ’ εἱμαρμένην γίνεσθαι λέγειν, ἢ ἐν θατέρῳ. ἀλλὰ τὰ μὲν κατὰ
                        λόγον γινόμενα τούτῳ δοκεῖ γίνεσθαι κατὰ <lb n="5"/> λόγον τῷ τὸν ποιοῦντα
                        αὐτὰ καὶ τοῦ μὴ ποιεῖν ἔχειν ἐξουσίαν. τά τε γὰρ ὑπὸ τῶν τεχνιτῶν γινόμενα
                        κατὰ τέχνην οὐκ ἐξ ἀνάγκης ὑπ’ αὐτῶν γίνεσθαι δοκεῖ (οὕτως γοῦν ἕκαστον
                        ποιοῦσιν αὐτῶν ὡς καὶ τοῦ μὴ ποιεῖν <lb n="10"/>
                        <lb n="10"/> αὐτὰ τὴν ἴσην ἔχοντες ἐξουσίαν· ἔτι τε πῶς οὐκ ἄτοπον τὴν
                        οἰκίαν καὶ τὴν κλίνην καθ’ εἱμαρμένην λέγειν γεγονέναι ἢ τὴν λύραν ἡρμόσθαι
                        καθ’ εἱμαρμένην;), ἀλλὰ μὴν καὶ ὧν προαίρεσις κυρία (ταῦτα δ’ ἐστὶν ὅσα κατ’
                        ἀρετήν τε καὶ κακίαν πράττεται) καὶ ταῦτα ἐφ’ ἡμῖν εἶναι δοκεῖ. εἰ ἐφ’ <lb n="15"/> ἡμῖν δὲ ταῦτα, ὧν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι ἡμεῖς
                        εἶναι <lb n="15"/> δοκοῦμεν κύριοι, τούτων δὲ οὐχ οἷόν τε λέγειν αἰτίαν τὴν
                        εἱμαρμένην οὐδὲ ἀρχὰς εἶναί τινας καὶ αἰτίας ἔξωθεν προκαταβεβλημένας τοῦ
                        πάντως ἢ <lb n="20"/> γενέσθαι τι αὐτῶν ἢ μὴ γενέσθαι (οὐκέτι γὰρ ἂν εἴη τι
                        τούτων ἐφ’ ἡμῖν, εἰ γένοιτο τοῦτον τὸν τρόπον), λείπεται δὴ λοιπὸν τὴν
                        εἱμαρμένην ἐν τοῖς <note type="marginal">VΙ</note> φύσει γινομένοις εἶναι
                        λέγειν, ὡς εἶναι ταὐτὸν εἱμαρμένην τε καὶ φύσιν.</p></div><div type="textpart" subtype="section" n="6"><p><lb n="20"/> τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ
                        γὰρ <lb n="25"/> κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ
                        ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα
                        ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς
                        κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα ⟨ταῦ⟩ θεῖα καὶ ἡ τούτων
                            <lb n="30"/>
                        <lb n="25"/> εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ
                        γενέσεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔσης
                        δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ <lb n="16"/> τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ
                        γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν <lb n="30"/> οὕτω γινομένων ἐμποδιζομένη <sic>διὸ</sic> ποτὲ μὲν ὡς ἐπὶ τὸ
                        πλεῖστον μὲν γινεται <lb n="5"/> τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης
                            <del>ἔχει</del>. χώραν γὰρ ἐν <note type="footnote">2 τε αὐτὸ Eusebius
                            του γινομένων γινομένοις a2 ἀνάγκη a2 5 εἶναι om. a1 0 6 λόγον γινόμενα]
                            ον γ in lit. V 7 ποιεῖ Cas. 9 γοῦν] γὰρ Lond 0 αὐτῶν Va¹: αὐτοὶ a2 10
                            τε] δὲ EO 11 ἢ] καὶ 0 11. 12 καθ’ εἱμαρμένην om. a2 14 ἡμεῖς om. a3 15
                            οὐκ a1 18 εἰ] ἢ a2 20 κατὰ φύσιν καὶ—εἱμαρμένον add. V 21 καὶ om. Cas.
                            22 οὐ—δέ] καθ’ εἱμαρμένην δὲ οὔ a2 Ο 24 αἴτια (ἔστιν δὲ ταῦτα ⟨τὰ⟩
                            scripsi: αἴτιασ ἔστι οδὲ ταῦτα V¹: αἴτια τάτε V²Ba¹: αἴτια Η: αἴτιά
                            ἐστιν· οἱ δὲ αὐτὰ τὰ KE (pro οἱ δὲ: ἤτοι Sa2 Lond. (sed hic οἳ δ’) Cas.:
                            αἴτια τὰ 0 ἡ] τὴν a2 25 εὔτακτον περιφορὰν a2 δὲ αἴτια λέγουσιν τὰ αὐτά
                            V²a1 26 τὴν om. a1 τῆιδε sic V 27 τε om. a2 30 ἐμποδιζομένη ποτέ. διὸ
                            μὲν] ὡς Diels ποτὲ μὲν] περ μὲν om. a2 O: post γίνεται coll. H 31 ἔχει
                            del. V2: om. a1O</note>
                        <pb n="170"/> αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας
                        ἔξωθεν ἐμποδισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτ  ῆς. διὸ οὔτε ἐξ
                        ἀνάγκης ἄνθρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν
                        ὡρίσθαι <lb n="10"/> δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον
                        τῶν οὕτως γινομένων <lb n="5"/> ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις
                        κατὰ φύσιν καὶ <add cause="                                     omitted">τοῦ</add> παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ
                        ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν
                        ἔχει <lb n="15"/> τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς
                        γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως
                        τὴν οἰκείαν <lb n="10"/> φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν
                        γινομένων ἐν αὐτῷ κατὰ φύσιν <lb n="20"/> τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ
                        πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν.
                        ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις
                        καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης·
                        ἱκαναὶ γὰρ ἐκκροῦσαι <lb n="25"/>
                        <lb n="15"/> τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ
                        προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς
                        ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ
                        τάς <lb n="30"/> τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ
                        ἀνθρώπων δαίμων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ
                        ταῖς <lb n="20"/> φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ
                        τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ
                        φιλοκινδύνῳ <lb n="18"/> καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ
                        πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό
                        τε ἐν ἡδοναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν
                        αὐτῷ <lb n="5"/>
                        <lb n="25"/> γενόμενον ἐμποδίζῃ, <add cause=" omitted">τῷ δὲ καρτερικῷ</add>
                        κατὰ φύσιν αἱ τῶν πόνων ὑπομοναὶ καὶ αἱ κακοπάθειαι καὶ <add cause="                             omitted">αἱ</add> ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ <note type="footnote">1 alt. καὶ infra versum V 1. 2 παρεμποδισθείσης a2 2
                            οὔτε] fortasse οὐδὲ 3 ἐξ s. v. V: om. a1 ὡς V²a¹²: οὐκ V1 ὥστε] ὅθεν a1
                            καὶ del. Diels 5 οὐκ ἀεὶ Schultess 0 τοῦ add. Lond. 0 6 τέχνην ⟨τοῦ παρὰ
                            τέχνην⟩ coni. <lb n="0"/> 7 ἔχοι a2 12 τὴν καταστροφὴν a2: αἱ ἀναστροφαὶ
                            B² γοῦν] οὖν a2 ὁρῶμενβίους (18)] Eus. pr. ev. VI, 9. 270c 270d 13 τοῖον
                            bis scripsi cf Al. De an.169,36: τοιὸν bis libri: τοιόνδε bis Eusebius
                            ἐν ante φθοραῖς om. Eusebius a 14 καταστάσει Eusebii p. l. ὁμοίως ἐπὶ
                            πάντων οὐδὲ ἐξ ἀνάγκης Eusebius 15 πολλάκις τὴν Eusebius τοιάνδε a¹:
                            τοιάνδε sic V: τοιὰν δὲ Lond.: τοιαύτην Eusebii p. l. a2 τάξιν] ἕξιν
                            Εusebius τε om. Eusebius ἀέρων] βίων Eusebius 16 συμβουλίαι Eusebius
                            κατὰ—τρόπον] οὕτως Eusebii p. l. 17 κατὰ 0 γινομένας] ἐν Eusebius 17,18
                            τάς τε om. Eusebius 18 τὰς om. Eusebius τοὺς om. Eusebius βίους ἐξ
                            ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων
                            Eusebius ἀνθρώπῳ Lond. 0 21 ἀκολούθους Lond. Cas. 0 φιλοκινδύνη a1 22 τὸ
                            om. a2 23 γε om. Lond. 0 24 καταγῆν a2 ἂν μή] ἀλλ’ εἴ a²0 αυτῷ V 25
                            γενόμενον ἐμποδίζῃ scripsi coll. de an. 185,16: γενόμενον ἐκσείσῃ τῆς
                            ⟨ἀκολασίας⟩ Diels: γενόμενος ἐκπισητησ sic V: γενόμενος ἐκ πίση τῆς a1 :
                            γενόμενος ἐκπέσῃ τῆς H : γενόμενον ἐκστῇ τῆς H γρ. ESKa2 (sed γενώμενον
                            a2) Lond. Cas.0 (sed τοῦ pro τῆς Cas. O) τῷ δὲ καρτερικιῷ addidi coll.
                            de an. 185,29 (similiter 0 in adn.) 26 αἱ ἐν τοῖς ES: ἐν τοῖς a2O: μεν
                            τοισ V: μεν τι τοῖς 2: μέντοι τοῖς Ha</note>
                        <pb n="171"/> πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν
                        καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδικίαις
                            <lb n="10"/> γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου
                        δὲ καταστροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν <lb n="5"/> εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου
                            <add cause="                                     omitted">καὶ</add> καθ’
                        εἱμαρμένην <lb n="15"/> περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν
                        παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς
                        μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον,
                        μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα
                            <lb n="20"/>
                        <lb n="10"/> καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων
                        καθ’ εἱμαρμένην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ
                        φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα
                        τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν <lb n="25"/>
                        περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώπυρον·
                            <lb n="15"/> ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ
                        φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ
                        εἱμαρμένης <lb n="30"/> ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου
                        δόξα.</p></div><div type="textpart" subtype="section" n="7"><p>Ἡ δὲ κατασκευὴ τῶν εἰρημένων ἔσται φανερωτέρα παρατιθέντων ἡμῶν <note type="marginal">VΙΙ</note> ταῖς προηγουμέναις τῶν κειμένων ἀποδείξεσιν
                        τὰ ἑπόμενα ἄτοπα τοῖς πάντα <lb n="20"/>
                        <lb n="20"/> καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν· μιγνύντες γὰρ οὕτω τὸν λόγον
                        τῇ <del>τε</del> τῶν δοξῶν παρ’ ἀλλήλας θέσει γνωριμώτερον τἀληθὲς ποιήσομεν
                        καὶ πρὸς τούτῳ οὐχ ἕξομεν ἀνάγκην μεμνῆσθαι τῶν αὐτῶν πολλάκις. εὐλόγως γὰρ
                            <lb n="5"/> ἄν τις ἀπορήσαι, πῶς φιλοσοφεῖν τινες λέγοντες καὶ τὴν
                        ἀλήθειαν τὴν ἐν τοῖς οὖσιν μετέρχεσθαι καὶ ταύτην τῶν ἄλλων ἀνθρώπων πλέον
                        ἔχειν <del>τοὺς <lb n="25"/> φιλοσοφοῦντας</del> ὑπολαμβάνοντες καὶ διὰ
                        τοῦτο καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο προτρέποντες ἐπέδοσαν αὑτοὺς τῇ δόξῃ τῇ
                        πάντα ἐξ ἀνάγκης τε καὶ καθ’ <lb n="10"/> εἱμαρμένην γίνεσθαι λεγούσῃ, ἐφ’
                        ἣν μόνους ὁρῶμεν καταφεύγοντας τῶν ἰδιωτῶν τοὺς οὐδὲν αὐτοῖς συνειδότας
                        δεξιὸν ἐπὶ τὴν εἱμαρμένην ἀφ’ αὑτῶν <note type="footnote">1 εἰσὶ in lit. V 2
                            ἀπλείστοισ V (corr. V2): ἀπληστοὶς a1 σύνωδα Va2 4 κατ’ αὐτὰ] fortasse
                            κατὰ ταῦτα τούτοις ES: τούτοις διὸ a2 Cas.: τούτουσ V¹ διὸ V²Ha1 Lond.
                            0: τοῦτο οὖν Schwartz 5 ταῖς] τοῖς Lond. ἀκολούθοισ τε V¹a¹: ἀκολουθοῖσ
                            γε V²: ἀκολουθίαις τε a2 καὶ add. V2a¹²O 5. 6 εἱμαρμένην Η Lond.0
                            εἱμαρμέναις V: εἱμαρμένας ES: εἱμαρμένης a¹2 Cas. 6 γεγόνοσιν V1 αἴτιοι
                            a2 8 πάντως αὐτοὺς Va1: πάντα αὐτοὺς a2: πάντα αὐτοῖς 0 φέρει a1 10
                            μηνυτὰς om. Lond 11 εἰπόντος—ἐγένετο (16) Eus. praep. ev. Vl, 9. 270c—
                            271a Ζωπύρου] ποτε Eusebius 12 περὶ τοῦ Eusebii vulg. 14 Σωκράτην a1
                            Eusebius εἶπεν] εἶ in lit. V ἐσφάλθαι Eusebius 16 ἡ om. a2 17 ἐν
                            κεφαλαίῳ a2 O  ἡ κατὰ a2 δόξας a1 20 τῇ τὸν λόγον τε 0 τε om. Cas. 21
                            παραλλήλας Va¹: παράλληλα a2: παραλλήλῳ Lond. Cas. 0 22 τοῦτο a2 οὐκ a2
                            23 ἀπορῆσαι V¹: ἀπορήσειε V²a¹2 λέγοντες Schwartz: λέγονται (λεγονται V)
                            libri 24 ταύτῃ a2 fortasse recte ἄλλων] prius λ in lit. V 24, 25 τοὺς
                            φιλοσοφοῦντας delevi 25 ὑπολαμβάνοντες a2: υπολαμβάνοντες sic V:
                            ὑπολαμβάνουσι a1 0 26 προτρέποντες] ε post ρ in lit. 2 litt. V τῇ δόξῃ]
                            utrumque ῃ in lit. V</note>
                        <pb n="172"/> τῶν τὴν αἰτίαν τῶν περιεστώτων αὐτοὺς κακῶν μεταφέροντας, δόξῃ
                        οὔτε τοῖς ἐναργέσι συναδούσῃ οὔτε τινὰς πιστὰς ἀποδείξεις τοῦ οὕτως ἔχειν
                            <lb n="15"/> ἐχούσῃ προσέτι τε ἀναιρούσῃ τὸ εἶναί τι ἐφ’ ἡμῖν, οὗ
                        πιστευθέντος τίς ἂν ἄλλη μείζων ἐκ λόγων γένοιτο ζημία; ὅτι μὲν γὰρ παρὰ τὰ
                        ἐναργῆ, δῆλον <lb n="5"/> ἐκ τοῦ πεπιστεῦσθαι μὲν σχεδὸν ὑπὸ πάντων ἰδιωτῶν
                        τε καὶ φιλοσόφων <lb n="20"/> τὸ γίνεσθαί τινα καὶ αὐτομάτως καὶ ἀπὸ τύχης,
                        εἶναι δέ τινα τῶν γινομένων καὶ ἐνδεχομένως γινόμενα καὶ ἔχειν τινὰ χώραν ἐν
                        τοῖς οὖσιν καὶ τὸ μηδὲν μᾶλλον τόδε τοῦδε, τούτων δὲ μηδὲν σώζεσθαι κατὰ
                        τοὺς ἐξ ἀναγκης πάντα γίνεσθαι λέγοντας, εἴ γε σώζει μὲν αὐτὰ τὸ ἐφ’ οἷς
                        σημαινομένοις <lb n="25"/>
                        <lb n="10"/> τὰ ὀνόματα ταῦτα κεῖσθαι πεπίστευται, ταῦτα μὴ κινεῖν· οὐ γὰρ
                        τὸ ἄλλα τινὰ ὑποβάλλοντα σημαινόμενα τοῖς ὀνόμασιν διὰ τοῦ μένειν ἐκεῖνα
                        μένειν ἡγεῖσθαι καὶ τὰ προειρημένα σωζόντων ἐστὶ τὰ κείμενα. οὐ γὰρ σώζεται
                        τὸ γίνεσθαί τινα ἀπὸ τύχης, <add cause="                             omitted">ἂν</add> ἀνελών τις τὴν τῶν οὕτως γινομένων <lb n="30"/> φύσιν
                        ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην, ἀλλ’ αὐτὰ <lb n="15"/>
                        δεῖξαι δυνάμενα σώζεσθαι, ἐφ’ ὧν τὸ τῆς τύχης ὄνομα κατηγορεῖσθαι
                        πεπίστευται.</p></div><div type="textpart" subtype="section" n="8"><p>Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις <note type="marginal">VΙΙΙ</note> ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ
                        αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις
                        ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς <lb n="5"/>
                        <lb n="20"/> χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο
                        δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ
                        μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’
                        ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ
                        τύχης <lb n="10"/> δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν
                        γίνεσθαι. <lb n="25"/> θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν
                        ἄλλου χάριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ
                        (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, <lb n="15"/> τοῦτο ἀπήντησεν αὐτῷ, δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε,
                        ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦτον
                            <lb n="30"/> ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ
                        τὸ ἀργύριον <note type="footnote">1 αὐτοῖς δόξῃ del. Diels ἀναφέροντας in
                            mg. μεταφέροντας H 3 τι om. a1 4 γίνοιτο 0 5 μὲν om. a2 9 σώζει Lond.:
                            σώζειν sic V: σώζειν a12 αὐτὰ (supra τὰ m2 scripsit η ut videtur) V:
                            αὐτά ἐστι a¹² 10 ταῦτα om. 0 11 ἄλλασ τινασ V1 (corr. V2) 13 σώζεται
                            V²a12: σώζεσθαι V1 ἂν V²a1 0: om. V¹a² ανελών sic V 14 θοῖτο B² ἀλλ’]
                            ἀλλ’ ἂν V²a1 14.15 αὐτὰ δεῖξαι] ἂν ἀποδείξῃ Schwartz bene 15 δυνάμενα
                            a2: δυνάμενασ sic V¹: δυνηθῇ V2a,1O κατηγορεῖσθαι V²,a1²: κατηγορεῖται
                            V1 19 προηγουμέναις V2a1O: προηγουμένως V¹a2, epectas προηγουμένως
                            ποιητικαῖς ὅταν—περιπεσεῖν (173,10)] Eus. prsaep. ev. VI, <lb n="9."/>
                            271a—271b τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν κ.τ.λ. 20 γινομένου V1 (corr. v.
                            c): γενομένῳ Eusebius δέ τι ὅπερ Eusebius 21 οὐδὲ Eusebius
                            τοῦτ’—γίνεσθαι (24. 25) om. Eusebius 24 σημαινομένου a2 25 φησιν
                            Eusebius τινας a2 ἂν V²a1: κἂν V¹a²: ὅταν Eusebius 26 τινος om. a1 τίς
                            τινος om. Eusebius οὐ] μὴ Eusebius 27 ὁ μὲν— ἀλλὰ (30) om. Eusebius
                            ὥρισσε a1 28 ἔμελε V²0: ἔμελλε a12: πάλιν V1</note>
                        <pb n="173"/> ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν
                        προελθών <lb n="20"/> ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ
                        τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ ⟨τοῦ⟩ προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι
                        προηγούμενον τέλος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος
                        κατὰ συμβεβηκὸς <lb n="25"/>
                        <lb n="5"/> αὐτῷ γενόμενον· <del>τὸ μὲν ποιητικὸν αἴτιον τὸ δὲ τούτου
                            τέλος·</del> οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι,
                        εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ
                        πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς
                        μὲν ἐλπίδι <lb n="30"/> ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν,
                        ἀπαντήσῃ δὲ αὐτοῦ <lb n="10"/> τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις
                        περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ
                        ἀκριβολογεῖσθαι περὶ τῶν προειρημένων; <lb n="24"/> ἱκανὸν γὰρ ὡς πρὸς τὰ
                        προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ
                        εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ
                        γίνεσθαι κατὰ προηγουμένην αἰτίαν <lb n="5"/>
                        <lb n="15"/> (τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε
                        αὐτό. ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα
                        προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα
                        καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον
                            <lb n="10"/> ἔχοντος, οὖ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ
                        γενέσθαι, <lb n="20"/>
                        <del>τὸ</del> μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ
                        τῆς τύχης νομοθετήσαντας ὄνομα; <add cause="omitted">τὸ</add> γὰρ τῷ μὴ
                        ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα <lb n="15"/> ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου
                        μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστὶν ὁμοίως αὐτούς τε καὶ
                        τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην
                        τε εἶναι καὶ τύχην καὶ τοσοῦτον <lb n="25"/> ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν,
                        ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν <lb n="20"/>
                        <del>οὐκ</del> ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὖνομα σώζειν τὸ τῆς τύχης εἶχον
                        τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης
                            <note type="footnote">2 χρεωστῇ a2 3 αὐτῷ V αὑτῷ λάβῃ] λήψαιτο Eusebii
                            vulg.: αὐτὸ λάβῃ Eusebii p. l. τοῦ addidi 4 τὸ τὸ a¹: το το (sic) add.
                            v. c. V: τὸ a²0 προσοφειλόμενον a2: προφειλόμενον a1 5 αὐτῷ V¹a¹²: αὐτῶν
                            v. c. V γινόμενον Lond. 0 τέλος] τ in lit. V: ⟨οὐ⟩ τέλος 0 τὸ—τέλος] aut
                            multa exciderunt ante haec verba, aut interpretamentum sunt sequentis
                            enuntiati 9 ἀπαντήσῃ a¹2 Eusebius: ἀπαντήσει V 10 τὸ] τῷ δὲ Eusebii p.
                            l. περιπεσεῖν. ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην
                            Eusebius δεῖ a²: δεῖν Va1 11 παραδείγματι a1 15 τῶν a2: τῶν corr. m1 ut
                            videtur in τὸν V: τὸν γρ. τῶν Η: τὸ a1 τοῖς v. c. Va12: τῶν V1
                            ἀπαντώντων τό τε a2: ἀπαντὼν, τό, τε m2?  corr. ex ἀπαντῶν το τε V:
                            ἀπαντῶν τότε a1 τό γε Cas. 19 ἔχοντα a1 γίνεσθαι 0 20 τὸ delevi: τὸ V¹:
                            τωι ut videtur v. c. infra vers. V: τῷ a1: τοὺς a2Ο 21 νομοθετήσαντος
                            a1: νομοθετήσαντες 0 ⟨τὸ⟩ γὰρ τῷ scripsi: τῷ γὰρ v. c. Va¹²: τῷ V¹: τὸ
                            γὰρ 0 ἐκεῖνα Lond. 0 22 τύχην καὶ Lond. 0 22. 23 σοφιζομένων] alt. ο in
                            lit. V: σωφιζωμένων a1 23 αὑτοὺς <lb n="0"/> αὐτοὺς V καὶ om. a2 24
                            κωλύσει V2a¹: κωλύσαντες (post υ lit. 1 litt. V¹a²:  κωλύσαντας Cas. 26
                            ἀπὸ V2a¹2: οὐκ ἀπὸ V1 ἀλλ᾿  (ἀλλὰ a2) οὐκ ἐπὶ τῷ B²α²: ἀλλ’ ἐπὶ V¹: ἀλλ’
                            οὐκ ἐπὶ τὸ V²: ἀλλ’ οὐκ ἐπὶ a¹B¹: ἀλλὰ ES 27 ἀλλ᾿   sic V τῷ] m1 corr.
                            ex τῶν V</note>
                        <pb n="174"/> τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο
                        ποιοῦσιν οἱ τὴν <lb n="25"/> τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον
                        ἀνθρωπίνῳ λογισμῷ, <add cause="omitted">ἢ</add> τύχης τι σημαινόμενον ἴδιον
                        εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ
                        λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν <lb n="5"/> ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς
                        νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος <lb n="30"/> αἰτίας, ἀδήλου δὲ
                        αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πείθουσιν αὑτούς, ἐπὶ
                        τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς
                        οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως
                        γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’ <lb n="26"/>
                        <lb n="10"/> οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι
                        τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης
                        γίνεσθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς <lb n="5"/> τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων
                        εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν
                        οὐκ <lb n="15"/> ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα.
                        τῆς μὲν <lb n="10"/> γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ
                        εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ
                        προελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια <add cause="omitted">τὰ</add> προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο,
                        διὰ τοῦτο ἀπὸ τύχης γίνεσθαι <lb n="15"/>
                        <lb n="20"/> προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον
                        ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν
                        γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθανὴν
                        αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται <lb n="20"/> μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι
                        ἡ αἰτία, <lb n="25"/> διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ
                        τύχης τούτων ⟨τι⟩ ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ
                        ποιεῖ ποιεῖν, <lb n="25"/> ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον
                        οὕτως γίνεσθαι λεγομένων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ
                        κυρίως αἰτίας.</p></div><div type="textpart" subtype="section" n="9"><p>Καὶ τοιαῦτα μὲν τὰ περὶ τῆς τύχης ὑπ’ αὐτῶν λεγόμενα καὶ οὕτως <note type="marginal">ΙΧ</note>
                        <lb n="30"/> τοῖς κειμένοις συνᾴδοντα· ὅτι δὲ καὶ τὸ ἐνδεχόμενόν τε καὶ τὸ
                        ὁπότερ’ <lb n="30"/>
                        <note type="footnote">1 τὸ om. a2 2 ἢ add. V2 4 τῷ m1 corr. ex ταῦ V 6
                            αὐτοῖσ sic V 7 αὐτοὺς V οὐδεὶς γοῦν Va¹: οὐ δεῖ γὰρ a2 8 λέγει Va¹:
                            λέγειν a2 οὐδ’ om. a2 9 ζητεῖ B2: ζητεῖν Va¹0: μὴ ζητεῖν a2 οὐκέτι a¹¹
                            12 ἀπ᾿ 0 κυριωτέρως coni. 0 13 ἂν a2Ο: ν sic V: ὦν a1 14 μὲν om. a2
                            τοῦτο a1 16 τοῦ δὲ] τοῦδε a2: τοῦτο δὲ a¹ 18 προηγουμένως a2 τὰ add. a2
                            20 ἄδηλα κτλ.—λέγουσιν αὐτά (25)] cf. Εus. pr. ev. VΙ, 9. 271b—271c καὶ
                            ἄδηλα δέ ἐστί τινα Eusebius ἐκεῖνα a2 ἐκείνων μᾶλλον om. Eusebius 22
                            ὁποῖα περίαπτά Eusebius coni. O: οἷα περίαπτα a2: ὅμοια π|  απτά sic V:
                            ὅμοια περὶ ἁπτά H: ὅμοια περίαπτά a1 τέ τινα] τινα ποιεῖν Eusebius
                            προείληπται Eusebii vulg. 23 ἔτι δὲ V Eusebius a1: ἔτι τε a2: ὅτι τε E
                            τοιαῦταί τινες Eusebius 24 μαγγανείαι] μαντεῖαι Eusebii p. l. 25 τύχης
                            om. a2 τούτων τι Cas. (sed ante ἀπὸ Cas.) Lond. 0: τούτων Va¹²: οὐδὲν
                            τούτων B² 26 ποιεῖ om. a2 (ποιεῖν ἃ ποιεῖ CaS.) 27 οὐ om. a2 29 περὶ a2:
                            ἐπὶ Va¹ 30 τε om. a2</note>
                        <pb n="175"/> ἔτυχεν γίνεσθαί τινα ὑπὸ τῶν πάντα ἐξ ἀνάγκης γίνεσθαι
                        λεγόντων ἀναιρεῖται, αὐτόθεν πρόδηλον, εἴ γε ταῦτα μὲν κυρίως ἐνδεχομένως
                        γίνεσθαι λέγεται, ἐφ’ ὧν καὶ τὸ ἐνδέχεσθαι μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ
                        αὐτὸ <lb n="28"/> τὸ ὁπότερ’ ἔτυχεν λεγόμενον ποιεῖ γνώριμον, τὰ δ’ ἐξ
                        ἀνάγκης γινόμενα <lb n="5"/> οὐκ ἐνδέχεται μὴ γενέσθαι. λέγω δὲ τὸ ἀναγκαῖον
                        οὐκ ἐπὶ τοῦ βίᾳ γινομένου μηδὲ κατὰ τούτου τις εὐθυνέτω τοὔνομα, ἀλλ’ ἐπὶ
                        τῶν φύσει γινομένων <lb n="5"/> ὑπό τινων, ὧν τὰ ἀντικείμενα ἀδύνατον <add cause="omitted">ἂν</add> εἴη γίνεσθαι. καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ
                        ἐναργῆ καὶ μέχρι τούτων τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί
                        τινα δύνασθαι κίνησίν τινα μήτε κινῆσαί <lb n="10"/> τι τῶν αὑτοῦ μερῶν, ἣν
                        κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ <lb n="10"/> τὴν τυχοῦσαν τοῦ
                        τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα
                        ἢ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ
                        δύνασθαι γίνεσθαί ποτε, καὶ ταῦτα ὁρῶντας ἐν τοῖς οὖσίν τε καὶ γινομένοις
                        πολλὴν οὖσαν διαφορὰν τῶν πραγμάτων, <lb n="15"/>
                        <lb n="15"/> ἐξ ἧς ῥᾴδιον ἦν μαθεῖν ὅτι μὴ πάντα ἐνδέδεται ταῖς τοιαύταις
                        αἰτίαις; ὁρῶμεν γοῦν τῶν ὄντων τὰ μέν τινα οὐδεμίαν ἔχοντα δύναμιν τῆς εἰς
                        τὸ ἀντικείμενον τοῦ ἐν ἐστι μεταβολῆς, τὰ δ’ οὐδὲν μᾶλλον αὐτῶν ἐν <lb n="20"/> τῷ ἀντικειμένῳ ἢ ἐν ᾧ ἐστιν εἶναι δυνάμενα. πῦρ μὲν γὰρ οὐχ
                        οἷόν τε δέξασθαι ψυχρότητα, ἥτις ἐστὶν ἐναντία αὐτοῦ τῇ συμφύτῳ θερμότητι,
                            <lb n="20"/> ἀλλ’ οὐδὲ χιὼν δέξαιτ’ ἂν θερμότητα χιών μένουσα, ὕδωρ δὲ
                        κἂν ᾖ ψυχρὸν οὐκ ἀδύνατον ἀποβαλὸν ταύτην δέξασθαι τὴν ἐναντίαν αὐτῇ
                        θερμότητα· <lb n="25"/> ὁμοίως δὲ καὶ τούτῳ δυνατὸν καὶ τὸν καθεζόμενον
                        στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων
                        εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, ὧν, εἰ τὰ ἐξ
                        ἀνάγκης <lb n="25"/> ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ
                        ἐστι τὸ ἐναντίον, <lb n="30"/> οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ
                        ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως. τὰ δὲ ἐνδεχομένως
                        ἔν τινι οὕτως ἐστὶν ἐν αὐτῷ ὡς οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐνδεχομένως ἐν αὐτῷ
                            <note type="footnote">3 ἐφ᾿  ὧν—δεκτικὴν (24)] cf. Eus. l. c. Vl, 9.
                            271c λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿  ὧν κτλ. ἐνδέχεσθαι om.
                            Eusebius γίνεσθαι Eusebii p. l. 4 τὰ δ᾿ — τινα μήτε (9)] οἷον τὸ
                            Eusebius 4 γινόμενα om. a1 5 γίνεσθαι 0 δὴ a2 6 τῶν] τοῦ a2 6. 7
                            γινομένου a2 7 οὐκ ἀδύνατον B² ⟨ἂν⟩ εἴη scripsi: εἴη Lond. 0: ειη μη
                            (sic i. e. ηει) V: εἴη μὴ a¹2: μὴ ESH γρ. γίνεσθαι V: γενέσθαι a12 8
                            fortasse ἄτοπον ἀνάγκης 0 10 αὑτοῦ V: αὐτοῦ a¹2: αὐτῷ Lond. τότε Va¹:
                            ποτὲ a2: πότε Lond. ἣν— ἀλλὰ] καὶ Eusebius 11 τὴν (alt.) B² Cas. Lond.
                            0: τὸ Va¹²: τὴν τοῦ Eusebius τινος om. Eusebius 12 ἤ τι—τούτῳ δυνατὸν
                            (22) om. Eusebius 13 ἄλλως Schwartz: ἀλλ’ ὡς libri 15 ἐνδέδοται a2:
                            ἐνδέχεται a 16 γοῦν ὅτι a¹: γοῦν τὰ Lond. 18 ἢ V²a12: τῷ V¹: τι ES 19
                            αὐτοῦ om. 0 τῆς συμφύτου θερμότητος a2 20 δέξετ’ V1 (corr. V2) 21
                            ἀποβάλλον a20: ἀποβαλλὸν a1 22 pr. καὶ del. B2 τούτῳ] τῷ αὐτῷ Lond. 0:
                            fortasse τοῦτο στῆσαι Eusebius (?) 24 ὧν εἰ τὰ] εἰ οὖν B² δεκτικήν, ἃ
                            οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης. τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι
                            τὸ ἐναντίον Eusebius 27 τὰ Va¹: τὸ a τὰ—ἐνδεχομένως om. ES fortasse
                            ⟨ὄντα⟩ ἕν τινι</note>
                        <pb n="176"/> γεγονότα. τὸ δὲ ἐνδεχομένως γεγονὸς ἔν τινι καὶ μὴ γεγονέναι
                        ἐν αὐτῷ <lb n="30"/> οἷόν τε ἦν. ἔστι μὲν γὰρ ἕκαστον καὶ τούτων ἐν ᾧ ἂν
                        τυγχάνει, διότι ἦν ἐν θατέρῳ αὐτῷ ἀντικειμένῳ εἶναι, ἐν ὧ δ’ ἐστὶ νῦν, οὐκ
                        ἐξ ἀνάγκης <lb n="5"/> ἀπλῶς ἐστιν ἐν τούτῳ διὰ τὴν πρὸς τὰ ἀντικείμενα
                        δύναμιν. ἀλλὰ μὴν <lb n="5"/> τὰ οὕτως ὄντα ἔν τισιν οὐ δι’ αἰτίας τινὰς
                        προκαταβεβλημένας <del>τε</del> ἐξ ἀνάγκης εἰς ταῦτα ἀγούσας ἐστὶν ἐν
                        αὐτοῖς. ὥστ’ εἰ πάντα τὰ ὁμοίως τῶν ἀντικειμένων ὄντα δεκτικὰ ἐνδεχομένως τέ
                        ἐστιν ἐν οἷς ἐστιν καὶ <lb n="10"/> οὐκ ἔστιν ἐν οἷς οὐκ ἔστι, μυρία ἂν εἴη
                        τὰ ἐνδεχομένως ὄντα τε καὶ γινόμενα. ἄτοπον γὰρ ὁμοίως ἐξ ἀνάγκης εἶναι
                        λέγειν ἔν τινι τά τε ἀνεπίδεκτα <lb n="10"/> τῶν ἐναντίων τούτοις ἐν οἷς
                        ἐστι καὶ τὰ μηδὲν μᾶλλον καθ’ ὁντινοῦν χρόνον τούτων ἢ τῶν ἐναντίων αὐτοῖς
                        δεκτικά. εἰ γὰρ τὰ ἐξ ἀνάγκης <lb n="15"/> ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ
                        ἐναντίου αὐτῷ, τὰ ἐπιδεκτικὰ τοῦ ἐναντίου οὐκ ἐξ ἀνάγκης ἂν ἐν ᾧ ἐστιν
                        εἴη.</p></div><div type="textpart" subtype="section" n="10"><p>Τὰ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ <note type="marginal">Χ</note>
                        <lb n="15"/> δυνατόν τε καὶ ἐνδεχόμενον τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο
                        ὃ ὑπ’ <lb n="20"/> οὐδενὸς κωλύεται γενέσθαι, κἂν μὴ γένηται (τῶν δὲ καθ’
                        εἱμαρμένην γινομένων οὐ κεκωλῦσθαι τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ
                        γινόμενα ὅμως ἐστὶ δυνατά), καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν
                        φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ <del>ἂν</del> ἄγνωστα εἶναι πάντως μέν τινα
                        ὄντα (ἃ <lb n="25"/>
                        <lb n="20"/> γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’
                        εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε ὥς φασιν ἀδύνατον
                        τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμά
                            <lb n="30"/> τινα ἅ ἐστι, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ <del>μὴ</del>
                        γίνεσθαι λέγουσιν), τὸ <lb n="32"/> δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστὶν
                        ἐν οὐ παιδιᾶς λόγοις δεομένοις; <lb n="25"/> τὸ γὰρ ἡμᾶς ἀγνοεῖν, οὐδὲν πρὸς
                        τὸ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα· δῆλοι γάρ εἰσιν οἱ λέγοντες οὕτως ὡς τῇ
                        ἡμετέρᾳ γνωρίσει τὸ δυνατὸν ἔσται κατ’ <lb n="5"/> αὐτούς. τοῖς γὰρ
                        γνωρίζειν αὐτῶν τὰ αἴτια δυναμένοις (οὗτοι δ’ ἂν εἶεν <note type="footnote">1 γεγονός. τὸ Lond. O: γεγονώς. τὸ E2K δὲ om. a1 3 ἦν ἐν θατέρῳ HS: ην
                            ενθ’ ατερωι sic V: ην ἐν θατέρω sic Β: ἦν ἔν |θατέρῳ Ε: ἦν ἐνδεχόμενον
                            ἐν θατέρῳ a¹² αὑτῷ scripsi: αὐτῶν libri ἀντικειμένῳ scripsi:
                            ἀντικειμένων V: καὶ τῶν ἀντικειμένων a²: καὶ τὸ ἀντικείμενον a1 5 τε
                            del. V²: om. a¹² 6 ἐστιν ἐν αὐτοῖς V: ἐν αὐτοῖς ἐνδεχόμενόν ἐστιν a¹²:
                            ἐν αὐτοῖς B: ἐν αὐτοῖς ἐστιν O τὰ om. 0 7 τῶν ἀντικειμένων ὄντα V²a¹:
                            τοῖς ἀντικειμένοις ων sic V¹: τοῖς ἀντικειμένοις ὧν a² τέ ἐστιν ἐν οἷς
                            ἐστιν V²,¹²: ἐν οἷς ἐστιν V¹: ἐν οἷς τέ ἐστιν ESK 9 τε καὶ 0 10.11
                            ὅντινα οὖν a2 11 ἐναντίων] τ in lit. V εἰ γὰρ—ἐπιδεκτικὰ τοῦ ἐναντίου
                            (12)] μὴ τοῦ ἐναντίου a2: τοῦ ἐναντίου ES 14 cf. quae disputavi de
                            sequentibus in Mus. Rhen. XLIV, 613 sq. μὴ (μ add. v. c. V, corr. ex ἢ
                            Ε, ἢ S)] εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ
                            τὰ ἐπιδεκτικὰ a2 16 κἂν] ἂν a¹² δὲ v. c. Va¹: om. a2 16.17 γενομένων 0
                            17 κεκωλῦσθαι Usener: κεκώλυται litbri 18 φέρει HO 19 αὐτὰ V²a¹²: αὐτὰ
                            ἂν V1 20 γενέσθαι a1 21 γενέσθαι a¹² τούτοις] οὔτοι Gercke εἴ γε a¹2:
                            ουει γε sic V: οὗ εἴ γε ES 23 ἅ om. av μὴ sic V: μὴ a¹2 24 τοιαῦτα 0
                            παιδείας a2 26 ὡς s. v. V γνωρίσει V2a¹²: γνωρίζει V¹: γνωρίζειν S 27
                            δυναμένοις] δ in lit. V</note>
                        <pb n="177"/> οἱ μάντεις) οὐκ ἔσται δυνατὰ <sic>ὄντα</sic> δυνατοῖς εἰδόσιν
                        μὲν αὐτὰ κεκωλυκέναι ἀγνοοῦσιν δὲ ὑφ’ ἡμῶν κωλύοντες. σώζοντες δὲ τὴν τοῦ
                        δυνατοῦ φύσιν <lb n="10"/> οὕτως ὡς εἰρήκαμεν διὰ τοῦτό φασιν μηδὲ τὰ
                        γιγνόμενα καθ’ εἱμαρμένην καίτοι ἀπαραβάτως γινόμενα ἐξ ἀνάγκης γίνεσθαι,
                        ὅτι ἐστὶν αὐτοῖς <lb n="5"/> δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν
                        οὕτως ὡς προείρηται. ἀλλὰ <lb n="15"/> ταῦτα μὲν παιζόντων ὥσπερ εἶπόν
                        ἐστιν, ἀλλ’ οὐ παρισταμένων δόγματι. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ
                        ἀξίωμα τὸ ἔσται αὔριον ναυμαχία’ ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ
                        ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει,
                        ἐπειδὰν ἡ ναυμαχία γένηται. <lb n="20"/>
                        <lb n="10"/> εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τὸ ἐξ
                        ἀνάγκης ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μὲν οὐκ ἐξ ἀνάγκης ἀληθές, ἀληθοῦς
                        ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ, ἐνδεχομένως δηλονότι. εἰ δὲ
                        ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γενέσθαι ὑπὸ τοῦ <lb n="25"/> πάντα γίνεσθαι καθ᾿  εἱμαρμένην. πάλιν γὰρ καὶ τοῦτο <add cause="omitted">ὅμοιον τῷ προειρημένῳ</add>· <lb n="15"/> ὁμοῦ γὰρ παιζόντων ὁμοῦ δὲ
                        ἀγνοούντων περὶ ὧν λέγουσιν. οὔτε γὰρ πᾶν τὸ ἐξ ἀνάγκης γιγνόμενον
                        ἀναγκαῖον, εἴ γε τὸ μὲν ἀναγκαῖον ἀίδιον, τὸ δὲ ἐξ <lb n="30"/> ἀνάγκης
                        γινόμενον ὑπ’ αὐτοῦ τοῦ γίνεσθαι τοιοῦτον εἶναι κεκώλυται, οὔτε τὸ ἀξίωμα τὸ
                        τοῦτο λέγον ἀναγκαῖον, εἴ γε μὴ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τοιοῦτον. οὐ γὰρ
                        πᾶν ἀξίωμα, ἐν τὸ ἀναγκαῖον περιέχεται, ἀναγκαῖον <lb n="20"/> ἤδη
                            <sic>εἴ</sic> γε μήν· οὐ γὰρ ταύτῃ τὸ ἀναγκαῖον ἀξίωμα κρίνεται, ἀλλὰ τῷ
                        μὴ <lb n="34"/> μεταπίπτειν δύνασθαι εἰς ψεῦδος ἐξ ἀληθοῦς. εἰ τοίνυν μὴ
                        ἀναγκαῖον, οὐδὲν κεκώλυται ἀληθὲς εἶναι <del>ὡς</del> τὸ ἔσται αὔριον
                        ναυμαχία’· εἰ γὰρ ὡς ἀναγκαῖον λεγόμενον διὰ τὴν τοῦ ἀναγκαίου προσθήκην οὐκ
                        ἀληθές, εἰ <lb n="5"/> μὴ λέγοιτο ἀναγκαῖον τῇ τοῦ ἐξ ἀνάγκης προσθέσει,
                        ἀληθὲς ἂν μένοι <lb n="25"/> ὁμοίως τῷ χωρὶς τῆσδε τῆς προσθήκης λεγομένῳ.
                        ἀλλ’ εἰ τότ’ ἀληθές, ἀληθὲς ἔσται, ἐνστάσης τῆς αὔριον, ἀξίωμα τὸ ἐξ ἀνάγκης
                        γεγονέναι ναυμαχίαν. <lb n="10"/> εἰ δὲ ἐξ ἀνάγκης, οὐκ ἐνδεχομένως. καὶ γὰρ
                        εἰ ἀληθές ἐστι τὸ αὔριον ἔσται ναυμαχία’, ἀεὶ γενέσθαι ναυμαχίαν καθ’
                        εἱμαρμένην ἔσται, εἴ γε <note type="footnote">1 εἰδόσιν V: εἰσι a2: εἴδοσι
                            a1 κεχωλυκέναι a¹ 1. 2 ὄντα — κωλύοντες] αὐτὰ τοῖς εἰδόσι δυνάμενα αὐτὰ
                            (αὐτὰ om. Ο) κεκωλυκέναι, ἀγνοοῦσι δὲ ἡμῖν τὰ κωλύοντα δυνατὰ ἔσται
                            Lond. 0 4 ἐν αὐτοῖς K 5 ἀντικειμενον V δυνατοῦ (alt.) Lond. 0 ὡς]
                            λεγομένου ὡς Lond. 0 6 τοῦτο 0 μὲν] μὴ a1 7 λέγ. καὶ τὸ ἀξ a2 9 μένει
                            Usenerus: μὲν libri ἐπειδὰν ἡ Va1 Lond.: ἐπειδὰν δὲ ἡ a2: εἰ μὴ ἐπειδὰν
                            B²: ἐπειδὰν μὴ ἡ Usenerus sed cf. l. c. p. <lb n="613"/> γένηται ἀληθές
                            a² 10 ἀνάγκης] εἱμαρμένης Ηeine 11 ἔσεται a2 13 ἐνδεχομενον ωσ i. e.
                            ἐνδεχομένως (alt.) V: ἐνδεχόμενον ὡς a¹2 (ἐνδεχόμενον ὥστε γενέσθαι Β2)
                            14 πάντα λέγοντος γίνεσθαι Lond. 0 πάλιν] εἰ πάντα Η γρ. ES ⟨ὅμοιον τῷ
                            προειρημένῳ⟩· ὁμοῦ scripsi 15 γὰρ παιζόντων V: μὲν γὰρ παιζόντων B:
                            παιζόντων ἐστὶ a¹2 16 γενόμενον 0 17 γίνεσθαι] σθαι in lit. V 18 μὴ τὸ
                            Lond. 0: τό μὴ Va¹: τὸ a2: del. B²; cf. l. c. 614 sq. 19 μὴ τοιοῦτον B2
                            20 εἴ γε μὴν Va¹: om. a2: εἴ γε μὴ B2: fortasse δεῖ λέγειν οὐ γὰρ del.
                            B² ἀναγκαῖον om. a2 22 ὡς delevi 23 λεγόμενον scripsi: γινόμενον libri
                            24 λέγοιτο scripsi: γίνοιτο (γένοιτο KES) libri 25 τότ’ scripsi: τοῦτ’
                            libri 26 ἐνστάσει a² γεγόνεναι V 27 δὲ] γὰρ O</note>
                        <pb n="178"/> πάντα τὰ γινόμενα καθ’ εἱμαρμένην. ἀλλ’ εἰ καθ’ εἱμαρμένην,
                        ἀπαραβάτως, εἰ <add cause="omitted">δ’⟩</add> ἀπαραβάτως, οὐκ ἐνδέχεται μὴ
                        γενέσθαι, ὃ δὲ οὐκ ἐνδέχεται <lb n="15"/> μὴ γενέσθαι, τοῦτο ἀδύνατον μὴ
                        γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι καὶ
                        μὴ γενέσθαι; τὸ γὰρ ἀδύνατον <lb n="5"/> μὴ γενέσθαι ἀναγκαῖον γενέσθαι.
                        πάντα ἄρα τὰ καθ’ εἱμαρμένην γινόμενα <lb n="20"/> ἐξ ἀνάγκης ἔσται κατ’
                        αὐτούς, ἀλλ’ οὐχὶ καὶ ἐνδεχομένως, ὡς παίζοντες λέγουσιν.</p></div><div type="textpart" subtype="section" n="11"><p>Ἀκολουθεῖ δὲ τῷ πάντα τὰ γινόμενα προκαταβεβλημέναις καὶ ὡρισμέναις <note type="marginal">ΧΙ</note> καὶ προυπαρχούσαις τισὶν αἰτίαις ἔσεσθαι τὸ
                        καὶ βουλεύεσθαι τοὺς <lb n="25"/>
                        <lb n="10"/> ἀνθρώπους μάτην περὶ τῶν πρακτέων αὐτοῖς. εἰ δὲ τὸ βουλεύεσθαι
                        μάτην, μάτην <add cause="omitted">ἂν</add> ἄνθρωπος εἴη βουλευτικός. καίτοι
                        εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν προηγουμένων, τὸ δὲ βουλευτικὸν εἶναι ζῷον
                        τὸν ἄνθρωπον προηγουμένως ὑπὸ τῆς φύσεως, ἀλλ’ οὐ κατ’ ἐπακολούθημά <lb n="36"/> τι καὶ σύμπτωμα τοῖς προηγουμένως γινομένοις γίνοιτο, συνάγοιτο
                        ἂν ⟨τὸ⟩ μὴ <lb n="15"/> εἶναι μάτην τοὺς ἀνθρώπους βουλευτικούς. ὅτι δὲ τὸ
                        βουλεύεσθαι μάτην <lb n="5"/> πάντων γινομένων ἐξ ἀνάγκης, ῥᾴδιον γνῶναι τὴν
                        τοῦ βουλεύεσθαι χρείαν εἰδόσιν. ὁμολογεῖται δὴ πρὸς ἀπάντων τὸ τῶν ἄλλων
                        ζῴων τὸν ἄνθρωπον τοῦτο παρὰ τῆς φύσεως ἔχειν πλέον τὸ μὴ ὁμοίως ἐκείνοις
                        ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν παρ’ αὐτῆς κριτὴν τῶν προσπιπτουσῶν
                        φαντασιῶν <lb n="10"/>
                        <lb n="20"/> περί τινων ὡς αἱρετῶν τὸν λόγον, ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα
                        τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεταί τε τῇ φαντασίᾳ
                        καὶ οὕτως μέτεισιν αὐτά, εἰ δὲ ἀλλοῖα φαίνεται ἢ ἄλλο τι αὖ αἱρετώτερον,
                        ἐκεῖνο αἱρεῖται καταλείπων τὸ τὴν ἀρχὴν ὡς αἱρετὸν αὐτῷ <lb n="15"/> φανέν.
                        πολλὰ γοῦν ταῖς πρώταις φαντασίαις ἡμῖν ἀλλοῖα δόξαντα οὐκέτ’ <lb n="25"/>
                        ἔμεινεν ἐπὶ τῆς προλήψεως ἐλέγξαντος αὐτὰ τοῦ λόγου. διὸ πραχθέντα ἂν ὅσον
                        ἐπὶ τῇ αὐτῶν γενομένῃ φαντασίᾳ <del>γενομένη</del>, διὰ τὸ βουλεύσασθαι <lb n="20"/> περὶ αὐτῶν οὐκ ἐπράχθη, ἡμῶν τοῦ τε βουλεύσασθαι καὶ τῆς
                        αἱρέσεως τῶν ἐκ τῆς βουλῆς ὄντων κυρίων. διὰ τοῦτο γοῦν οὔτε περὶ τῶν ἀιδίων
                        βουλευόμεθα οὔτε περὶ τῶν ὁμολογουμένως γινομένων ἐξ ἀνάγκης, ὅτι <lb n="30"/> μηδὲν ἡμῖν ἐκ τοῦ περὶ αὐτῶν βουλεύεσθαι περιγίνεται πλέον. ἀλλ’ οὐδὲ <lb n="25"/> περὶ τῶν ἐξ ἀνάγκης μὲν μὴ γινομένων, ἐπ’ ἄλλοις δέ τισιν ὄντων
                        βουλευόμεθα, ὅτι μηδὲ ἀπὸ τῆς περὶ ἐκείνων βουλῆς ὄφελός τι ἡμῖν· ἀλλ’ οὐδὲ
                        περὶ τῶν ἡμῖν μὲν πρακτῶν, παρεληλυθότων δὲ βουλευόμεθα, ὅτι <note type="footnote">2 δ᾿  om. Va¹ 4 καὶ s. v. V 9 ἔσεσθαι] fortasse ἕ π ε σ
                            θ αι 10 αὑτοῖς 0 10. 11 μάτην μάτην ἂν a¹: μάτην μάτην V: μάτην ἂν a² 12
                            φύσιν a2 14 τὸ add. a¹² cf. 208,2 16 βουλευεσθαι V χρείαν] ρ in lit. V
                            17 δὲ Cas. Lond. 0 ἄλλον Lond. 18 τοῦτο om. 0 τοῦτο παρὰ τῆς φύσεως —
                            λόγου (25)] cf. Eusebius praep. ev. V, 9. 272a: ἀλλ’ ἐναργῶς φαίνεται
                            τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο κτλ. ἔχων Eusebius 19 ἔχειν τῶν
                            προσπιπτόντων κριτὴν τὸν λόγον Eusebius τῶν om. a¹² 21 τε] τι K: om. ES
                            Eusebius 22 ἢ B¹ES: εἰ VB²a¹²: καὶ Lond. 0 ἢ—δόξαντα (24) om. Εusebius
                            23 αὐχὴν a2 25 ἐλέγξαντος] γ s. v. V λόγου διὰ τὸ συμβουλεύσασθαι
                            (βουλεύσασθαι p. l.) περὶ αὐτῶν Eusebius 26 γενομένη sic i. e. del. V:
                            γενομένῃ B2: γινομένῃ a¹² 28 ὄντωσ κυρίωσ V¹ (corr. v. c ) γοῦν] γὰρ
                            0</note>
                        <pb n="179"/> μηδὲ τῇ περὶ τούτων βουλῇ πλέον τι ἡμῖν γίνεται. βουλευόμεθα
                        δὲ <lb n="30"/> περὶ μόνων τῶν ὑφ’ ἡμῶν τε πραττομένων καὶ μελλόντων, δῆλον
                        ὡς ἕξοντές τι διὰ τούτου πλέον εἰς τὴν αἵρεσίν τε καὶ πρᾶξιν αὐτῶν. εἰ γάρ,
                        ἐν οἷς οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύεσθαι <add cause="omitted">τοῦ
                            βουλεύεσθαι</add> αὐτοῦ μόνου <lb n="5"/> περιγίνεται, οὐ βουλευόμεθα,
                        δῆλον ὡς ἐν οἷς βουλευόμεθα πλέον τι ἕξοντες <lb n="38"/> ἐκ τοῦ βουλεύεσθαι
                        παρὰ τὸ βουλεύσασθαι βουλευόμεθα περὶ αὐτῶν ἐπ’ αὐτό τε τὸ βουλεύσασθαι
                        περιγίνεται καὶ περὶ τῶν ἄλλων βουλευομένοις περὶ ὧν προειρήκαμεν. τί ποτ’
                        οὖν τὸ περιγινόμενον ἐκ τῆς βουλῆς; τὸ ἔχοντας <lb n="5"/> ἡμᾶς ἐξουσίαν τῆς
                        αἱρέσεως τῶν πρακτέων, ὃ οὐκ ἂν ἐπράξαμεν μὴ <lb n="10"/> βουλευσάμενοι τῷ
                        ἄλλο πρᾶξαι ἂν διὰ τὸ εἶξαι τῇ προσπεσούσῃ φαντασίᾳ, τοῦτο αἱρετώτερον ὑπὸ
                        λόγου φανὲν αἱρεῖσθαί τε καὶ πράττειν πρὸ ἐκείνου· <lb n="10"/> ὃ γίνοιτ’
                        ἄν, εἰ μὴ πάντα πράττομεν κατηναγκασμένως. εἰ δὲ εἴημεν πάντα ἃ πράττομεν
                        πράττοντες διά τινας αἰτίας προκαταβεβλημένας ὡς μηδεμίαν ἔχειν ἐξουσίαν τοῦ
                        πρᾶξαι τόδε τι καὶ μή, ἀλλ’ ἀφωρισμένως <lb n="15"/> ἕκαστον πράττειν ὧν
                        πράττομεν, παραπλησίως τῷ θερμαίνοντι πυρὶ καὶ <lb n="15"/> τῷ λίθῳ τῷ κάτω
                        φερομένῳ καὶ τῷ κατὰ τοῦ πρανοῦς κυλιομένῳ κυλίνδρῳ, τί πλέον ἡμῖν εἰς τὸ
                        πράττειν ἐκ τοῦ βουλεύσασθαι περὶ τοῦ πραχθησομένου γίνεται; ὃ γὰρ ἂν
                        ἐπράξαμεν μὴ βουλευσάμενοι, τοῦτο καὶ <lb n="20"/> μετὰ τὸ βουλεύσασθαι
                        πράττειν ἀνάγκη, ὥστ’ οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ <lb n="20"/> βουλεύσασθαι
                        αὐτοῦ τοῦ βουλεύσασθαι περιγίνεται. ἀλλὰ μὴν τοῦτο καὶ ἐπὶ τῶν ⟨οὐκ⟩ ἐφ’
                        ἡμῖν δυνάμενοι ποιεῖν ὡς ἄχρηστον ἂν παρῃτούμεθα. ἄχρηστον ἄρα τὸ
                        βουλεύσασθαι, καὶ ἐφ’ ὧν αὐτῷ ὥς τι χρήσιμον ἡμῖν <lb n="25"/> παρεχομένῳ
                        χρώμεθα. ᾧ εἴπετο τὸ μάτην ἡμῖν ὑπὸ τῆς φύσεως τὸ βουλευτικοῖς εἶναι
                        δεδόσθαι. ᾧ προστεθέντος τοῦ αὐτοῖς γε τούτοις καὶ κοινῶς <lb n="25"/> πᾶσιν
                        σχεδὸν τοῖς φιλοσοφοῦσιν δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως <lb n="30"/>
                        γίνεσθαι μάτην, ἀναιροῖτο ἄν, ᾧ εἴπετο τὸ μάτην ἡμᾶς εἶναι βουλευτικούς.
                            <note type="footnote">1 πλέον τι Lond. 0: δέόντι Va¹2 βουλευόμεθα] cf.
                            Eusebius pr. ev. VI, 9. 272b: βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα
                            (βουλόμεθα p. l.) πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν,
                            πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους
                            ἴδωμεν ἀβούλως πράττοντας ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε
                            συμβούλοις τοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων 2 ἡμων V 3
                            ἔξοντός a2 τοῦτο 0 4 τοῦ βουλεύεσθαι addidi cf. v. 20 5. 6
                            πλέον—βουλευόμεθα om. a¹2 6 τὸ corr. ex τοῦ B: τὸυ sic V: τοῦ HESO 6 (et
                            7) βουλεύσασθαι] βουλεύεσθαι <lb n="0"/> 6—8 fortasse αὐτῶν. ⟨εἰ δέ τι⟩
                            ἐπ’ αὐτό γε τ. β. π. [ καὶ] π. τῶν ἄλλ. βουλ. π. ὧν προειρήκαμεν, τί
                            ποτ’ κτλ. 6 παρὰ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐπ’ αὐτὸ τὸ βουλεύεσθαι
                            περιγίνεται πλέον coni. Casp. 0 7 τε om. a¹² καὶ] πλέον ἢ Lond. <lb n="0"/> 9 ἐξουσίαν V: τὴν ἐξουσίαν 0 10 ἄλλου sic V: ἄλλο HB²: ἄλλου
                            B¹a1²: ἄλλο τι Cas. <lb n="0"/> εἷξαι V πρόσ πεσούσηι V 12 εἴη μὴ a¹2 14
                            ἐξουσίαν ἔχειν a1² 16 καταφερομένῳ· a¹² τῷ κατὰ om. a1 ² 21 οὐκ add.
                            Lond. 0 παραιτούμεθα Cas. 0 22 ὥς τι] fortasse ὡς ⟨εἴς⟩ τι 23
                            παρεχομένωι V: παρεχόμενοι v. c. V: παρεχομένων ES: παρεχομένη a1²
                            23—180,2 ᾧ εἵπετο— ἀντικείμενα] dubito num haec Alexandri sint v. c. V:
                            ὡς V¹a¹²: οἷς Lond. alt. τὸ B²: τοῦ libri 24 ᾧ v. c. V: ὡς V¹a¹2: οἷς
                            Lond. 24. 25 κινῶς a¹¹ 25 τοῦ B²: τὸ litbri 26 ἀναιρεῖτο a¹2: ἀνῃρεῖτο
                            Cas. ᾧ B²: ὡς Va1²: οἷς Lond. βουλευτικοῖς K: βουλευτικοῦς a¹²</note>
                        <pb n="180"/> ομένων ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς
                        τοιαύτην ἐξουσίαν, ὡς δύνασθαι τὰ ἀντικείμενα. |</p></div><div type="textpart" subtype="section" n="12"><p>Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖται 40 <note type="marginal">ΧΙΙ</note> καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν
                        πάντες, ὅσοι μὴ <lb n="5"/> θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ
                        ἡμεῖς μὲν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν
                        ἔξωθεν ἡμᾶς περιστᾶσιν <lb n="5"/> αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα
                        ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ
                        τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς
                        ἀναγκαίως γινομένοις <lb n="10"/>
                        <lb n="10"/> ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν <add cause="omitted">δέ</add>, ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν
                        τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι
                        κύριοι. ὁ γὰρ βουλευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ
                        πράττειν <lb n="15"/> βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’
                        ὧν ἂν τούτου τύχοι· <lb n="15"/> κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν
                        ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ,
                        μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὖ τὴν
                        ἐξουσίαν αὐτὸς <lb n="20"/> ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ
                        βουλεύεσθαι ὡς ἀναγαγών τὴν ζήτησιν ἐφ’ αὐτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων,
                        ἄρχεται τῆς πρὸς τὸ προκείμενον <lb n="20"/> πράξεως. γίνεται δὲ καὶ ἡ
                        ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’
                        ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ <lb n="25"/> ζήτησις βουλευομένῳ γίνεται,
                        πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρακτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι
                        καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν
                        ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάντας <lb n="25"/> ἀνθρώπους ὑπὸ τῆς
                        φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι <lb n="30"/> γὰρ ταύτην ἔχειν
                        τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνασθαι διαιρεῖσθαι τὸ
                        ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκαταβεβλημένας αἰτίας, δι’ ἃς
                        οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ <lb n="42"/> δεῖξαι καὶ ἡ ἐπὶ
                        τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν <lb n="30"/> ἡμῖν
                        καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμφόμεθα <lb n="5"/> αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν
                            <note type="footnote">2 δύνασθαι ⟨πράττειν⟩ 0 5 οὗ] Casp. Ο 6. 7
                            παριστᾶσιν a¹2 : περιισταμένοις B2 7 αὐτοῖς (αὐτοισ V) a¹²: αὑτοῖς Β:
                            αὑτοὺς Lond. 0: αὐτοὶ ES: αὐτοὺς Cas. ᾗ ἂν 0 ἄγει B2a¹2: ἄγη sic V: ἄγη
                            B1HES: ἄγῃ O 8 περὶ ταὐτό] τοῦτο ES: περὶ ταὐτεξούσιον Casp. 0 τὸ om. 0
                            10 alt. μὴ] ἡμιν (sic i. e. ἡμιν corr. v. c in μὴ) V: ἡμῖν a12: μὴ B2Η:
                            εἰ μὴ Lond. 0 δὲ add. B² 12 pr. καὶ om. a¹² κύριοι ἐσμέν HO 14 ἀγαθόν
                            HB² Cas.: αγαθών sic V: ἀγαθῶν a² 15 ἀδυνάτατωι sic V ἐντύχῃ scripsi:
                            τύχῃ V: τύχοι a¹2: ἐντύχοι as. τοῦ] κἂν Lond. 16 μένει B2 Lond. 0: εἰ
                            Va¹ 17 ἐντύχοι B2 18 πέπεισται] πεπίστευται a¹2 ἀναγαγών] alterum γ in
                            lit. V 19, 20 προσκείμενον 0 21 καθ’ sic V 23 γίνεσθαι] ι in lit. V 26
                            τοισ V 27 διαιρεῖσθαι] fortasse αἱρεῖσθ αι 28 αἰρεισθαι V 30 ἡμῖν καὶ τὸ
                            μὴ a¹² ἡρεῖσθαι a¹2 31 ἰδῶμεν V</note>
                        <pb n="181"/> μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις
                        ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ <sic>συμβούλοις</sic> τοιοῖσδε
                        χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ
                        παραλαμβάνειν τοὺς <lb n="10"/> πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν
                        ἄλλα <del>καὶ</del> τινὰ καὶ μὴ ταῦτα <lb n="5"/> ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν
                        τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ
                        ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐτοῦ, <lb n="15"/> ἱκανὰ ὑπομνῆσαι καὶ τὰ
                        προειρημένα.</p></div><div type="textpart" subtype="section" n="13"><p>τοιούτου δ’ ὄντος αὐτοῦ, τὸ <note type="marginal">XΙΙΙ</note> μὲν δεικνύναι
                        τοῦτο σωζόμενον κατὰ τοὺς πάντα λέγοντας γίνεσθαι καθ’ εἱμαρμένην οὐδὲ
                        ἐπιχειροῦσιν τὴν ἀρχήν (ἴσασιν γὰρ ἐγχειρήσαντες ἀδυνάτοις), <lb n="20"/>
                        <lb n="10"/> ὡς δὲ ἐπὶ τῆς τύχης ἄλλο τι σημαινόμενον ὑποθέντες τῷ τῆς τύχης
                        ὀνόματι παράγειν πειρῶνται τοὺς ἀκούοντας αὐτῶν ὡς σώζοντες καὶ αὐτοὶ τὸ ἀπὸ
                        τύχης γίνεσθαί τινα, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἐφ’ ἡμῖν ποιοῦσιν. ἀναιροῦντες γὰρ
                        τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως <lb n="25"/> τῶν
                        ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον καὶ δι’ ἡμῶν. <lb n="15"/>
                        ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι
                        (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων
                        ἀπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ <lb n="30"/>
                        τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου
                        γινόμενα κατὰ τὴν οἰκείαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν <lb n="20"/>
                        λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν <lb n="44"/>
                        <del>ὑπὸ</del> ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου
                        γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν
                        γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ <lb n="5"/> δύνασθαι τὸ μὴ πεφυκὸς οὕτως (ὄντων τῶν περιεστώτων τοιούτων
                            <add cause="omitted">ὡς</add>
                        <lb n="25"/> ἀδύνατον αὐτῷ μὴ περιεστάναι) τότε ἄλλως πως καὶ μὴ οὕτως
                        κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ
                        φέρεσθαι <lb n="10"/> κάτω μηδενὸς ἐμποδίζοντος — τῷ βαρύτητα μὲν ἔχειν
                        αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι ⟨τὴν⟩ τῆς τοιαύτης κινήσεως κατὰ φύσιν <add cause="omitted">αἰτίαν</add>, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ
                        φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, <lb n="30"/> ἐξ ἀνάγκης τὸν λίθον ὡς
                        πέφυκεν φέρεσθαι· πάντως δ’ αὐτῷ καὶ ἐξ <lb n="15"/>
                        <note type="footnote">1 πρακτέων] πρα v. c. s. v. V ὡς in lit. B Schulthess
                            0: οἷς Va12 τοιοῖσδε] fortasse τοιούσδε, scil. τοὺς μὴ καλῶς διαλαμβ.
                            (v. 1) 3 αὐτοὺς—ὄντας] fortasse αὑτοῖς συμβουλεύ σοντας τοὺς Va¹²: τῷ
                            B2: τοῦ ES Cas.: ὡς Lond. 0: fortasse κ αὶ τὸ 4 καὶ del. V¹: καὶ a12 5 ἃ
                            v. c. s. v. V ἡμῶν 0 9 γὰρ ⟨ἂν⟩ Schwartz ἐγχειρήσαντες Va¹2:
                            ἐγχειρήσοντες B2: ἐπιχειρήσοντες 0 11 σώζεσθαι καὶ αὐτοῖς H γρ. ES 14 τὸ
                            B² Lond.: τό τε Cas.: τε sic V: τε a¹2 καὶ del. B² idem in mg.: ἴσως δεῖ
                            λέγειν: λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ ὑπό τε τῆς εἱμαρμένης γινόμενον καὶ
                            δι’ ἡμῶν 15 ἐπεὶ] ἐπὶ ve] εἰσὶ Gercke 16 διάφοραι sic V 21 ὑπὸ om. Cas.
                            0 μὲν] δὲ S: μὴν Gercke 23 τὴν] μὴν Gercke fortasse ἀλλ ⟨ὰ τὴν⟩ 24 μὴ s.
                            v. v. c. (?) V: om. ES: δὴ Gercke οὕτως] ὅλως Gercke ὡς add. Lond. <lb n="0"/> 25 pr. μὴ sic V περιεστάναι καὶ ἀδύνατον τότε a¹2 26 μηδὲ
                            Gercke 28 τὴν addidi κατὰ del. 0: κάτω Casp. 0 αἰτίαν add. B² ὅταν] ὥστ’
                            ἂν Schwartz bene 29 παρῆν sic V1 29. 30 παρῇ ὡς ἐξ Lond. 0</note>
                        <pb n="182"/> ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε, — οὐ
                        μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων <del>μὴ</del> παρόντων, ἀλλὰ καὶ ἐξ
                        ἀνάγκης κινεῖσθαι τότε, καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης
                        διὰ <lb n="20"/> τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ
                        τῶν ἀψύχων <lb n="5"/> ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴ ων ἔχειν φασίν. εἶναι
                        γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν·
                        πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι <add cause="omitted">τὴν</add>
                        καθ’ ὁρμὴν κίνησιν ὑπὸ τῆς <lb n="25"/> εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως
                        δὲ τούτων ἐχόντων, καὶ γινομένων ὑπὸ τῆς εἱμαρμένης κινήσεών τε καὶ
                        ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν <lb n="10"/> μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’
                        ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ
                        ζῴων (τοιαῦται δὲ αἱ καθ’ <lb n="30"/> ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ
                        τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως δὲ ὡς πρὸς τὸ
                        ἀναγκαῖον τοῖς ἄλλοιςγινομένας ἅπασιν, τῷ δεῖν καὶ τοῖς ἐξ ἀνάγκης τὰ ἔξωθεν
                        αἴτια παρεῖναι <lb n="46"/>
                        <lb n="15"/> τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ
                        ἀνάγκης οὕτω πως ἐνεργεῖν. ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως,
                        ἐκείνων δὲ αἱ μὲν διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ <lb n="5"/> κατ’ ἄλλην τινά <gap reason="omitted"/>, ταύτην μὲν ἐπὶ τοῖς
                        ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην, τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ
                        τῷ πυρί. καὶ τοιαύτη μὲν <lb n="20"/> αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα ὡς δι’
                        ὀλίγων εἰπεῖν.</p></div><div type="textpart" subtype="section" n="14"><p>ἔνεστι δ’ ὁρᾶν, <lb n="10"/>
                        <note type="marginal">XΙV</note> εἰ ταῦτα λέγοντες σώζουσιν τὰς κοινὰς περὶ
                        τοῦ ἐφ’ ἡμῖν πάντων ἀνθρώπων προλήψεις. οἱ γὰρ ἀπαιτοῦντες αὐτούς, πῶς οἷόν
                        τε πάντων ὄντων καθ’ εἱμαρμένην τὸ ἐφ’ ἡμῖν σώζεσθαι, οὐκ ὄνομα μόνον τοῦ
                        ἐφ’ ἡμῖν τιθέντες τοῦτ’ ἀπαιτοῦσιν, ἀλλὰ καὶ σημαινόμενον ἐκεῖνο τὸ
                        αὐτεξούσιον. <lb n="15"/>
                        <lb n="25"/> διὰ γὰρ τὸ τοιοῦτον εἶναι τὸ ἐφ’ ἡμῖν πεπιστεῦσθαι εὐθύνουσιν
                        τοὺς ἐξ ἀνάγκης πάντα γίνεσθαι λέγοντας. οἱ δὲ δέον αὐτόθεν μὴ σώζεσθαι
                        λέγειν καὶ τοῦ μὴ σώζεσθαι ζητεῖν τε καὶ παρέχεσθαι τὰς αἰτίας, ἐπεὶ <lb n="20"/> τοῦτο ἑώρων παντάπασιν ἄδοξόν τε ὂν καὶ πολλὰ τῶν καὶ αὐτοῖς
                            <sic>τοῦ</sic> ἐφ’ ἡμῖν πᾶσάν τε ταὐτὸ δεικνὺς συνοδεῦον τῷ τῆς
                        εἱμαρμένης λόγῳ, ⟨τῷ⟩ διὰ <lb n="30"/> τῆς ὁμωνυμίας παρακρούεσθαι τοὺς
                        ἀκούοντας ἡγοῦνται φεύγειν τὰ ἄτοπα, ὅσα ἕπεται τοῖς μηδὲν ἐφ’ ἡμῖν εἶναι
                        λέγουσιν. ταῦτα δὲ λέγοντας αὐτοὺς <lb n="25"/> πρῶτον μὲν ἂν ἀπαιτήσαι τις
                        εὐλόγως, τί δή ποτε ἄλλου δι’ ἄλλων <note type="footnote">2 δυνάμενον a12:
                            δυναμενων sic V¹: δυναμένων B1 ES: δυναμένου B² κινῆσθαι a1 μὴ om. a1 5
                            δὲ om. 0: δὴ ES 7 τὴν add. B² ὑπὸ] διὰ 0 10 πυρός, ⟨τῶν δὲ δι’ ὕδατος⟩
                            coni. 0 13 ἀναγκαῖον] γ in lit. V 14 γινομένοις Schwartz 16 ὁρμησ V
                            συγκαταθέσεως a¹2: νυνθέσεωσ sic V: συνθέσεως HBES 18 lacunam indicavi
                            21 περὶ B²: ἐπὶ libri 26 λέγοντες ES Lond. ⟨ὅτε⟩ δέον Lond. 0 αὐτόθεν]
                            αὐτοῖς Lond. 28 καὶ αὐτοῖς] παρ’ αὐτοὺς λεγόμενα (λεγομένων O) περὶ
                            Lond. 0 τοῦ] περὶ τοῦ B²: τῶ ES 29 post ἡμῖν B2 add. δοκούντων
                            ἀναιρετικόν πᾶσαν] ὡς ἂν Lond. πᾶσαν— συνοδεῦον] μὴ συνοδεύοντα coni. 0
                            δεικνύναι Lond. λόγῳ, πειρώμενοί τε B² τῷ add. Schwartz 30 φεύγειν ⟨τε⟩
                            Lond. 0 31 λέγοντασ] τασ in lit. V 32 ἄλλου] ἄλλως v. c. V</note>
                        <pb n="183"/> γινομένων ὑπὸ τῆς εἱμαρμένης, καὶ διὰ τῆς οἰκείας φύσεως τῶν
                        ὄντων ἑκάστου τῆς εἱμαρμένης ἐνεργούσης, ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὸ ἐπ’
                        αὐτοῖς εἶναι κατηγοροῦσιν, ἐπὶ δὲ τῶν ζῴων μόνον. δι’ ἃ γὰρ λέγουσιν ἐπὶ τῶν
                        ζῴων τὰ διὰ τοῦ ζῴου γινόμενα, ταῦτ’ ἔνεστι καὶ ἐπὶ τῶν ἄλλων <lb n="5"/>
                        ἑκάστου λέγειν. ἐπεὶ γὰρ οὐκ ἄλλως γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα, <lb n="48"/> μὴ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον
                        καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴω φασὶν
                        εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), <lb n="5"/>
                        τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι, μηδ’ ἄλλως <lb n="10"/> ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες. ἀλλὰ
                        τοῦτό γε καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν ἔστιν. οὔτε γὰρ τὸ διὰ τοῦ πυρὸς
                        γινόμενον ὑπ’ ἄλλου τινὸς ἂν γένοιτο οὔτ’ ἄλλως διὰ τοῦ πυρὸς ἢ <lb n="10"/>
                        διὰ τοῦ θερμῆναι, ὥστ’, ἐπεὶ μηδ’ ἄλλως γένοιτο τὰ διὰ τοῦ πυρὸς γινόμενα ἢ
                        θερμήναντος τοῦ πυρός, καὶ θερμήναντος μὲν αὐτοῦ ἔσται, <lb n="15"/> μὴ
                        θερμήναντος δὲ οὐκ ἔσται, εἴη ἂν ἐπὶ τῷ πυρὶ ταῦτα. τὰ δ’ αὐτὰ καὶ ἐφ’
                        ἑκάστου τῶν ἄλλων ἔσται λέγειν. τί γὰρ δεῖ μακρολογεῖν γεγονότος <lb n="15"/> τοῦ λεγομένου γνωρίμου; ὀνομάτων μὲν οὖν οὐδεὶς φθόνος, τὸ δ’ ἡγεῖσθαι
                        πλέον τι τοῖς ζῴοις διδόναι ἐν τοῖς γινομένοις δι’ αὐτῶν παρὰ τἆλλα, δι’ ὧν
                        τι καὶ αὐτῶν γίνεται, μηδὲν πλέον τοῦ ἐπ’ αὐτοῖς ὀνόματος <lb n="20"/>
                        <lb n="20"/> τηροῦντας αὐτοῖς, τοῦτ’ αὐτὸ αἰτιατέον, ὡς αὐτῶν ἀπατωμένων διὰ
                        τὴν τοῦ ὀνόματος κοινωνίαν, ἢ ὡς τοῦ ἄλλους ἀπατᾶν προαιρουμένων. ἐπὶ τούτῳ
                        δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ
                        συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσιν <lb n="25"/>
                        τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης
                            <lb n="25"/> εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν,
                        ἀλλὰ τοῦτο μὲν ἂν ἴσως εἴη τοῦ ἑκουσίου κατασκευαστικόν τε καὶ δεικτικόν. οὐ
                            <lb n="30"/> μὴν ταὐτὸν τό τε ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν. ἑκούσιον μὲν γὰρ
                        τὸ ἐξ ἀβιάστου γινόμενον συγκαταθέσεως, ἐφ’ ἡμῖν δὲ τὸ γινόμενον μετὰ τῆς
                        κατὰ λόγον τε καὶ κρίσιν συγκαταθέσεως. διὸ εἴ τι μὲν ἐφ’ ἡμῖν, τοῦτο <lb n="30"/> καὶ ἑκούσιον, οὐ μὴν πᾶν τὸ ἑκούσιον ἐφ’ ἡμῖν. ἑκουσίως μὲν γὰρ
                        καὶ τὰ <lb n="50"/> ἄλογα ζῷα, ὅσα κατὰ τὴν ὁρμήν τε καὶ συγκατάθεσιν τὴν ἐν
                        αὐτοῖς ⟨ποιει⟩, ποιεῖ, τὸ δὲ ἐπ’ αὐτῷ τι εἶναι τῶν γινομένων ὑπ’ αὐτοῦ ἴδιον
                        ἀνθρώπου. τοῦτο γάρ ἐστιν αὐτῷ τῷ εἶναι λογικῷ τὸ ἔχειν ἐν αὐτῷ λόγον τῶν
                        προσπιπτουσῶν <lb n="5"/> φαντασιῶν καὶ ὅλως τῶν πρακτέων τε καὶ μὴ κριτήν
                        τε καὶ <note type="footnote">1 γινομένου ES Lond. 2. 3 ἐπ’ αὐτοῖς] ἐφ’ἡμῖν 0
                            4 fortasse ἐπὶ τῷ ζῴῳ 6 μὴ] fortasse ἢ 7 fortasse ὁρμῆ σαν
                            συγκατατιθεμένου a¹2 ταῦτα] διὰ τοῦτο B² <lb n="8"/> ἐπ’ αὐτῷ 0: ἐπ’
                            αὐτοῦ Cas. 9 ἄλλως] ἄλλω a12 10 τούτου] ου in lit. V τὸ in lit. B²: τῷ
                            libri 13 ὡς δ’ 0 15 αὐτα V 16 ἐφ᾿ ] ὑφ’ Cas. Lond. 0 17 λεγομένου] inter
                            ο et μ lit. 1 litt. V γνωρίμου V οὖν] γὰρ <lb n="19"/> τᾶλλα V τις a¹2
                            γίνηται 0 20 τοῦτ’ αὐτὸ] τοῦτ’ αὐτοῖς Η: τοῦτο ES 21 τοῦ (alt.) Va¹²:
                            τοὺς KES0: fortasse τὸ 27 γὰρ om. 0 <lb n="29"/> λόγον] λο in lit. V 31
                            ποιεῖ add. Schwartz 32 τι εἶναι H γρ. ES0: τιθέναι Va¹² ὑπ’ αὐτοῦ] ὑπὸ
                            τοῦ K: ὑπ’ τοῦ a2 33 τῷ Lond. 0: τὸ Va12: τὸ corr.</note> ex τῷ B ἐν
                        αὐτῷ V τῶν om. O <pb n="184"/> εὑρετήν. διὸ τὰ μὲν ἄλλα ζῷα, ἃ εἴκει ταῖς
                        φαντασίαις μόναις, κατ’ αὐτὰς ἔχει τῶν συγκαταθέσεών τε καὶ τῶν κατὰ τὰς
                        πράξεις ὁρμῶν αἰτίας, <lb n="10"/> ὁ δὲ ἄνθρωπος ἔχει τῶν προσπιπτουσῶν
                        ἔξωθεν φαντασιῶν αὐτῷ περὶ τῶν πρακτέων κριτὴν τὸν λόγον, χρώμενος ἑκάστην
                        αὐτῶν ἐξετάζει, <lb n="5"/> μὴ μόνον εἰ φαίνεται τοιαύτη, ὁποία φαίνεται,
                        ἀλλὰ καὶ εἰ ἔστι. κἂν εὕρῃ ζητῶν κατὰ τὸν λόγον ἀλλοῖον αὐτῆς τοῦ φαίνεσθαι
                        τὸ εἶναι, οὐ διότι <lb n="15"/> τοιάδε τις φαίνεται συνεχώρησεν αὐτῇ, ἀλλ’,
                        ὅτι μὴ καὶ ἔστι τοιαύτη, ἐνίσταται πρὸς αὐτήν. οὕτως γοῦν καὶ ἡδέων τινῶν
                        φαινομένων πολλάκις ἀπέχεται, καίτοι ὄρεξιν <add cause="omitted">ἔχων</add>
                        αὐτῶν, ὅτι μὴ τὸν λόγον ἔσχεν τῷ <lb n="10"/> φαινομένῳ συνᾴδοντα, ὁμοίως δὲ
                        καὶ συμφέροντα φανέντα τινὰ παρῃτήσατο, <lb n="20"/> τῷ λόγῳ τοῦτο δόξαν. εἰ
                        δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι
                        γίνεται, οἱ δὲ ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως
                        γίνεται, δῆλοι δι’ ὧν λέγουσιν ῥᾳθυμότερον <lb n="25"/> περὶ τοῦ ἐφ’ ἡμῖν
                        διαλαμβάνοντες, <add cause="omitted">ὅτι</add> οὔτε ὅτι ποτ’ ἐστὶν <lb n="15"/> αὐτό, οὔτε ἐν τίνι γίνεται, λέγουσιν. τὸ γὰρ εἶναι λογικῷ οὐδὲν
                        ἄλλο ἐστίν, ἢ τὸ ἀρχὴν πράξεων εἶναι. ὡς γὰρ ἄλλῳ ἐν ἄλλῳ τὸ εἶναι, τῷ μὲν
                        ζῴῳ ἐν τῷ ὁρμητικῷ, τῷ δὲ πυρὶ ἐν τῷ θερμῷ τε καὶ θερμαντικῷ, ἄλλῳ δὲ <lb n="30"/> ἐν ἄλλῳ, οὕτως δὲ τῷ ἀνθρώπῳ ἐν τῷ λογικῷ, ὃ ἴσον ἐστὶ τῷ ἐν
                        αὐτῷ ἀρχὴν ἔχειν τοῦ καὶ ἑλέσθαι τι καὶ μή· καὶ τὸ αὐτὸ ἄμφω, ὥστε ὁ <lb n="20"/> τοῦτο ἀναιρῶν ἀναιρεῖ τὸν ἄνθρωπον. ἐοίκασιν δὲ παραλελοιπότες
                        τὸν <lb n="52"/> λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ
                        βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν
                        γὰρ τῆς ὁρμῆς ἔχουσιν λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν,
                            <lb n="5"/> ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ
                        δ’ ἐν τῷ <lb n="25"/> βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν, ἔνθεν οὐκέτ’ αὐτοῖς εἴπετο τὸ
                        μὴ δύνασθαι τὰ δι’ ἀνθρώπου γινόμενα ἄλλως γενέσθαι τῷ τὸν ἄνθρωπον ὄντα
                        βουλευτικὸν <lb n="10"/> μὴ πάντα τὰ γινόμενα δι’ αὐτοῦ βουλευόμενον ποιεῖν.
                        οὐ γὰρ πάντα, ἃ ποιοῦμεν, βουλευσάμενοι ποιοῦμεν, ἀλλὰ πολλάκις μέν, οὐ
                        συγχωροῦντος τοῦ καιροῦ τῶν πραχθῆναι δεόντων τῷ βουλεύσασθαι χρόνον, καὶ μὴ
                            <lb n="30"/> βουλευσάμενοί τινα ποιοῦμεν, πολλάκις δὲ καὶ δι’ ἀργίαν ἤ
                        τινα ἄλλην <lb n="15"/> αἰτίαν. εἰ δὲ τὰ μὲν βουλευσαμένων ἡμῶν, τὰ δὲ καὶ
                        μὴ βουλευσαμένων γίνεται, οὐκέτι χώραν ἔχει τὸ λέγειν τὸ τὰ διὰ τοῦ
                        βουλεύεσθαι γινόμενα <note type="footnote">1 εὑρέτην V ἄλλα] ἄλογα l. 2 κατ’
                            αὐτὰς] καὶ ταύτας Η γρ.ES 2 πράξεις v. c. Va¹²: τάξεις V¹ES 3
                            προσπιπτουσῶν] σων in lit. m1 sive v. c. s. v. V αὐτῷ φαντασιῶν a12 5
                            ὁποία] ὅμοια Lond. 6 ζητῶν] ζη Supra vers. V αὐτοῖς 0 9 καιτοι V ὄρεξιν
                            ἔχων B²HES: ἔχων ὄρεξιν a12: ὄρεξιν V 11 ⟨ὅτι⟩ τῷ Lond. 0 13 ὅτι περ B²
                            14 ὅτι addidi: ante ῥαθυμότερον (13) Casp. Or. (,,vel λέγουσιν del.“ 15
                            αὐτῷ a¹² λογικὸν Lond. 0 16 ἠ V ἄλλῳ ἐν Cas. Ο: ἀπλῶς ἐν Casp. 0: ἄλλως
                            libi 18 alt. ἐν om. a¹² αὑτῷ scripsi: αὐτῷ Lond. O: τῷ Va¹2 19 ἑλέσθαι
                            scripsi: ἔχεσθαι libri: ἐνεργεῖν B² τι] τοῦ coni. 0 ἄμφω] scil. τὸ
                            λογικὸν et ἄνθρωπος (καὶ τὸ αὐτὸ ἀφιέναι coni. Casp. 0) 20 παραλελιπότεσ
                            V: παραλελειπότες H 24 μὴ HSB in lit. Lond. 0: μὴν sic V: μὴν a¹² 25
                            ἡμιν V 27 ποιεῖ a2 30 ἀργιαν V 32 λέγειν τὸ om. 0</note>
                        <pb n="185"/> ἐπὶ τῷ ἀνθρώπῳ εἶναι τῷ μὴ δύνασθαι ἄλλως τι δι’ αὐτοῦ
                        γίνεσθαι. <lb n="20"/> ὥστ’, εἰ τὰ μὲν βουλευσάμενοι, τὰ δὲ μὴ βουλευσάμενοι
                        ποιοῦμεν, οὐκέθ’ οὕτως τὰ δι’ ἡμῶν γινόμενα ἀπλῶς γίνεται, ὡς τὰ γινόμενα
                        διὰ τῶν ζῴων ἢ διὰ τοῦ πυρὸς ἢ διὰ τῶν βαρέων δύο σωμάτων. εἰ δ’ ἔχομεν καὶ
                            <lb n="5"/> τοῦ βουλευσάμενοί τι ποιεῖν παρὰ τῆς φύσεως τὴν ἐξουσίαν,
                        δῆλον ὡς <lb n="25"/> ἔχοιμεν <add cause="omitted">ἂν</add> ἐξουσίαν καὶ τοῦ
                        διὰ τοῦ βουλεύσασθαι ἄλλο τι πρᾶξαι, καὶ μὴ πάντως τοῦτο ὃ καὶ βουλευσάμενοι
                            <sic>ἦν</sic> ἂν βουλευοίμεθα.</p></div><div type="textpart" subtype="section" n="15"><p>τὸ δ’ ἐποχουμένους <lb n="54"/>
                        <note type="marginal">ΧV</note> τῷ εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως
                        ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι’ διὰ τοῦτο λέγειν μὴ
                        δύνασθαι <lb n="10"/> οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ
                        τῶν ὁμοίως <lb n="5"/> τοῖς προειρημένοις παρορωμένων. οὐ γὰρ πάντως ἀεὶ τὰ
                        γινόμενα κατὰ αἰτίαν ἔξωθεν ἔχει τοῦ γίνεσθαι τὴν αἰτίαν. διὰ γὰρ τὴν
                        τοιαύτην ἐξουσίαν ἐστί τι ἐφ’ ἡμῖν, ὅτι τῶν οὕτως γινομένων ἡμεῖς ἐσμεν
                        κύριοι, ἀλλ’ οὐκ ἔξωθέν τις αἰτία. διὸ <add cause="omitted">οὐκ</add>
                        ἀναιτίως τὰ οὕτω γινόμενα γίνεται, παρ’ <lb n="10"/>
                        <lb n="15"/> ἡμῶν τὴν αἰτίαν ἔχοντα. ὁ γὰρ ἄνθρωπος ἀρχὴ καὶ αἰτία τῶν δι’
                        αὐτοῦ γινομένων πράξεων, καὶ τοῦτό ἐστι τὸ εἶναι ἀνθρώπῳ τὸ τοῦ πράττειν
                        οὕτως τὴν ἀρχὴν ἔχει ἐν αὑτῷ, ὡς <gap reason="omitted"/> τῇ σφαίρᾳ τὸ κατὰ
                        τοῦ πρανοῦς κυλιομένῃ <lb n="15"/> φέρεσθαι. διὸ τῶν μὲν ἄλλων ἕκαστον
                        ἕπεται ταῖς ἔξωθεν αὐτῷ περιεστώσαις αἰτίαις, ὁ δ’ ἄνθρωπος οὔχ, ὅτι ἐστὶν
                        αὐτῷ τὸ εἶναι ἐν τῷ <lb n="20"/> ἔχειν ἀρχήν τε καὶ αἰτίαν ἐν αὐτῷ, <add cause="omitted">ὡς</add> μὴ πάντως ἕπεσθαι τοῖς περιεστῶσιν ἔξωθεν αὐτῷ.
                        καὶ γὰρ <add cause="omitted">εἰ</add> ἦν ἡμῖν ἡ περὶ τῶν πρακτέων κρίσις
                        πρὸς <lb n="20"/> ἕνα γινομένη σκοπόν, ἴσως <add cause="omitted">ἂν</add>
                        εἶχέ τινα λόγον τὸ ἀεὶ περὶ τῶν αὐτῶν ὁμοίας ἡμῖν γίνεσθαι τὰς κρίσεις. ἐπεὶ
                        δ’ οὐχ οὕτως ἔχει (αἱρούμεθα γάρ, ἃ αἱρούμεθα, ποτὲ μὲν διὰ τὸ καλόν τι,
                        ποτὲ δὲ διὰ τὸ ἡδύ, ποτὲ <lb n="25"/> δὲ διὰ τὸ σύμφορον, καὶ οὐ ταὐτὰ
                        τούτων ποιητικά), ἐνδέχεται νῦν μὲν <lb n="25"/> ἐπὶ τὸ καλὸν κινηθέντα ἡμᾶς
                            <gap reason="omitted"/> τάδε τῶν περιεστώτων προκείμενα, αὖθις δὲ ἄλλα,
                        πρὸς τὸ ἡδύ ἢ τὸ συμφέρον τὴν ἀναφορὰν τῆς κρίσεως ποιουμένους. ὡς γὰρ οὐ
                        ζητοῦμεν ἄλλην τινὰ αἰτίαν, δι’ ἣν κατὰ βαρύτητα τὴν <lb n="30"/> ἐν αὐτῇ ἡ
                        γῆ φέρεται κάτω, ἢ δι’ ἣν αἰτίαν, ἃ πράσσει τὸ ζῷον, πράσσει <lb n="30"/>
                        καθ’ ὁρμήν, τῷ ταύτην ἕκαστον αὐτῶν τὴν αἰτίαν ἐξ αὐτοῦ πρὸς τὰ γινόμενα
                        συντελεῖν, τοιοῦτον ὂν τὴν φύσιν, οὕτως οὐδ’ ἐπὶ τῶν ἄλλοτ’ <lb n="56"/>
                        <note type="footnote">1 ⟨οὐκ⟩ ἐπὶ Schulthess τῷ ἀνθρώπῳ Lond. 0: τῶν
                            ἀνθρώπων Va12: τοῖς ἀνθρώποις B² γινεσθαι V 3 ὡς δ᾿  Ο 5 τι ⟨καὶ τοῦ μὴ
                            βουλευσάμενοι⟩ Schwartz 6 ἂν addidi ⟨μὴ⟩ βουλεύσασθαι Schulthess 7
                            βουλευσαμένων Cas. 0 ἦν ἂν a¹2: ην αν (sic) V: ην ἂν sic B: ἢν ἂν K
                            βουλευώμεθα a² καὶ ⟨μὴ⟩ βουλευσάμενοι ⟨ἂν ἐπράξαμεν· μάτ⟩ην ⟨γὰρ⟩ ἂν β.
                            Schwartz 7. 8 ἐποχουμένους scipsi, cf. 196,15: ἐποχουμένων libri 8 τῷ εἰ
                            δὴ Schwartz: τωιειδει V: τῷ εἴδει a¹2: τῷ εἰ Casp. 0 ὅτε .. ὅτε Lond. 0
                            9 νομίζειν κίνησιν B² ⟨καὶ διὰ B2 Cas. Gercke 12 ἔχει] χει in lit. V 13
                            ἐστί ἔτι Cas. 14 alt. οὐκ add. Schultess 0 ἀναιτίως ⟨τῶν ἔξωθεν⟩ Cas. 15
                            τὴν supra vers. V αὐτου V 17 lacunam indicavi 20 ⟨ὡς⟩ μὴ scripsi: μὴ
                            Va¹2: τὸ μὴ H: τῷ μὴ SO: τοῦ μὴ E 21 καὶ] εἰ 0 εἰ addidi ἦν om. a¹2 22
                            ἂν addidi εἶχέ Lond. 0: εἰ δὲ Va1² τῶν om. HO 23 ὁμοίως a1² 25 σύμφορον
                            Ba¹: συμφορον V: συμφέρον a2 26 lacunam indicavi 27 ἄλλα ⟨αἱρεῖσθα⟩
                            Schultess 0 28 κατὰ τὴν B² 29 αὐτῃ V πράσσει] σσει in lit. V 30 ὁρμην V
                            fortasse τῷ ⟨διὰ⟩ ταύτην</note>
                        <pb n="186"/> ἄλλως ὑφ’ ἡμῶν γινομένων ἐπὶ περιεστῶσι τοῖς ἄλλοις ἄλλην τινὰ
                        αἰτίαν ἀπαιτητέον παρ’ αὐτὸν τὸν ἄνθρωπον. τοῦτο γὰρ ἦν τὸ ἀνθρώπῳ εἶναι, τὸ
                        γὰρ ἀρχὴ καὶ αἰτία εἶναι τῶν δι’ αὐτοῦ γινομένων πράξεων. τὸ δὲ λέγειν καὶ
                        τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι, καὶ διὰ <lb n="5"/> τοῦτο
                        καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές. οὐ γὰρ
                        φαντασία τὸ φαινόμενον πᾶν. ἡ μὲν γὰρ φαντασία ἁπλῆ τε καὶ <lb n="10"/>
                        χωρὶς λόγου ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων γίνεται, ἐοικυῖα ταῖς αἰσθητικαῖς
                        ἐνεργείαις, διὸ καὶ τὴν ἰσχὺν ἐν τοῖς ἀλόγοις ζῴοις ἔχει μάλιστα, φαίνεται
                        δέ τινα καὶ διὰ λόγου τε καὶ παρὰ συλλογισμοῦ τὴν αἰτίαν τοῦ <lb n="10"/>
                        φαίνεσθαι λαμβάνοντα, ἃ οὐκέτ’ ἄν τις φαντασίας λέγοι. ὁ γὰρ διὰ τὸν <lb n="15"/> γινόμενον παρ’ αὐτοῖς ἐν τῷ βουλεύεσθαι συλλογισμὸν
                        συγκαταθέμενός τινι αὐτὸς αὐτῷ τῆς συγκαταθέσεως αἴτιος.</p></div><div type="textpart" subtype="section" n="16"><p>Ἀλλ’ ὅτι μὲν οὔτε σώζουσι τὸ ἐφ’ ἡμῖν οἱ λέγοντες πάντα καθ’ εἱμαρμένην <lb n="20"/>
                        <note type="marginal">ΧVΙ</note>
                        <add cause="omitted">γίνεσθαι</add> (οὐ γὰρ περὶ οὖ ζητοῦμεν, εἰ σώζεται
                        κατ’ αὐτούς, <lb n="15"/> τοῦτο σώζεται, οἵ γε καὶ αἰτίαν ἀποδιδόναι
                        πειρῶνται τοῦ μηδὲ τὴν ἀρχὴν δυνατὸν εἶναι τὸ πρᾶγμα), οὐδὲ ἣν ἀποδιδόασιν
                        αἰτίαν ἐπ’ ἀναιρέσει τῆς τοιαύτης ἐξουσίας, ἀληθής, μὴ ἔχουσά τι εὔλογον, ἐκ
                        τῶν εἰρημένων <lb n="25"/> γνώριμον. ἀλλὰ μὴν τοῖς ἀναιροῦσιν τὸ εἶναί τι
                        οὕτως ἐφ’ ἡμῖν ἕπεται τὸ συγχεῖν τε καὶ ἀνατρέπειν, ὅσον ἐπ’ αὐτοῖς, τὸν τῶν
                        ἀνθρώπων βίον. <lb n="20"/> εἰ γάρ, ἐχόντων μὲν οὕτως τῶν πραγμάτων ὡς ἔχει
                        (οὐδὲ γὰρ αὐτῶν τινα πεῖσαι δυνατὸν μὴ πράττειν, ἃ πράττουσιν ὡς ἔχοντες τοῦ
                        καὶ πράττειν <lb n="30"/> αὐτὰ καὶ μὴ πράττειν τὴν ἐξουσίαν, μή τι γε τῶν
                        ἄλλων τινά· τοσαύτην <lb n="58"/> ἰσχὺν ἔχει τἀληθὲς καὶ τὴν παρὰ τῶν
                        γινομένων μαρτυρίαν ἐναργῆ), εἰ δὴ τούτων οὕτως ἐχόντων ἰσχὺν αὐτῶν ἡ δόξα
                        τοσαύτην λάβοι, ὡς πάντας <lb n="25"/> ἀνθρώπους πιστεῦσαι, ὅτι ἡμεῖς μὲν
                        οὐδενὸς κύριοι, ἑπόμεθα δὲ τοῖς <lb n="5"/> περιεστῶσιν ἀεί, τούτοις
                        ἐνδιδόντες τε καὶ συγκατατιθέμενοι, καὶ πράττομέν τε ἃ πράττομεν τῷ πάντως
                        ὀφείλειν ταῦτα πράττειν (μὴ γὰρ εἶναι δυνατὸν ἡμῖν ὄντων τῶν περιεστώτων
                        τοιούτων ἄλλο τι ποιεῖν), οὐ πράττομέν τε πάλιν ὁμοίως διὰ τὸ μὴ δύνασθαι
                        ἀντιβαίνειν τοῖς περιεστῶσιν οὖσιν <lb n="10"/>
                        <lb n="30"/> τοιούτοις, τί ἄλλο ἢ συμβήσεται, πάντας ἀνθρώπους διὰ τὴν
                        τοιάνδε πίστιν τὰ μὲν ὅσα μετὰ πόνου τινὸς καὶ φροντίδος γίνεται, τούτοις
                        μὲν <note type="footnote">1 ὑφ’ ἡμῶν quod scripserat post τῶν (185,31)
                            transposuit post ἄλλως V¹: ὑφ’ ἡμῶν ἄλλοτ’ ἄλλως a¹² ἄλλοις] fortasse αὐ
                            τοῖς 2 ἄνθρωπον εἶναι 0 3 γὰρ del. 0 5 τῇ φαντασίᾳ Schwartz : τὴν
                            φαντασίαν libri 6 πᾶν τὸ φαινόμενον φαντασία HO ἁπλῆ] fortasse ἁπλῶς 9
                            συλλογισμοῦ] alterum σ supra vers. V (παρασυλλογισμοῦ a¹²) του V 11
                            αὐτοις V: αὐτῷ Lond. 0 14 γίνεσθαι add. 0 σώζεται a2: σώζεσθαι Va1 15
                            εἴγε E: fortasse ο ἷζ γε 16 οὔτε Cas. ἀποδόασιν a¹2 ἐπαναιρέσει V 19
                            συγχεῖν a12: συνεχεἶν sic V: συνεγχεῖν : τυχεῖν K: συνέχειν ES τὸν om. 0
                            20 εἰ] καὶ 0 αὐτὸν a¹² 21 ἔχοντες scripsi: ἔχοντα Lond. 0 ἔχοντας libri
                            22 μή τι] μήτε 0 24 δὲ Lond. 0 ἰσχὴν a2 ἡ] ἢ a12 δόξα B² Lond. 0: δόξαν
                            sic V: δόξαν a¹ λαβεῖν H: λαβόντων a2 27 τῷ B2a¹²: τὰ V πάντωσ οφΐλειν
                            sic V ταῦτα a¹²: ταυτη (supra η : ην v. c.) V: ταῦτα corr. ex ταύτη Β:
                            ταύτην Ε: τοῦτο 0 29 τε Va¹: δὲ a² 30 [ἢ] συμβήσεται ⟨ἢ⟩ coni. 0 πάντας
                            ΗΕ: πάνταν V: ἂν πάντας a¹2</note>
                        <pb n="187"/> χαίρειν λέγειν, αἱρεῖσθαι δὲ τὰς μετὰ ῥαστώνης ἡδονάς; ὡς,
                        πάντως ἐσομένων <lb n="15"/> τῶν ὀφειλόντων γενέσθαι, μηδὲν αὐτοὶ περὶ αὐτῶν
                            <sic>ὦσιν</sic> καλόν. οὕτως δ’ αὐτῶν διακειμένων καὶ τῶν πραττομένων
                        ἀκολουθούντων ταῖς αἱρέσεσιν αὐτῶν (οὐ γὰρ δὴ διὰ τὴν περὶ αὐτῶν ἐψευσμένην
                        πίστιν ἄλλως <lb n="5"/> πως ἕξει τὰ πράγματα, <add cause="omitted">ἢ</add>
                        ὡς ἔχει) ἄλλο τι ἢ τῶν μὲν καλῶν παρὰ <lb n="20"/> πάντων ὀλιγωρία τις ἔσται
                        (πάντων γὰρ ἡ κτῆσίς τε καὶ παρουσία τῶν τοιούτων μετὰ καμάτου περιγίνεται),
                        τῶν δὲ κακῶν αἵρεσις ἅτε γινομένων μετὰ ῥαστώνης τε καὶ ἡδονῆς; πρὸς οὓς τίς
                        ἂν ὁ παρὰ τούτων εἴη λόγος, ὧν πεισθέντες τοῖς δόγμασιν ἦλθον ἐπὶ ταῦτα;
                        λέγοιεν ἂν γὰρ δικαίως <lb n="25"/>
                        <lb n="10"/> πρὸς αὐτούς, εἰ αἰτιῷντο αὐτούς, ὅτι μὴ οἷόν τε ἦν αὐτοῖς τῶν
                        περιεστώτων ὄντων τοιούτων ἀλλοῖόν τι πράττειν. οἷς πῶς ἐπιτιμήσουσιν
                        εὐλόγως οἱ διὰ τῶν δογμάτων τούτων αὐτοῖς διδάσκαλοι γεγονότες; μᾶλλον δὲ
                        οὔτε <lb n="30"/> ἐπιτιμήσεις οὔτε κολάσεις οὔτε προτροπὴ οὔτε τιμὴ οὔτ’
                        ἄλλο τι τῶν τοιούτων τὴν οἰκείαν σώσει κατ’ αὐτοὺς φύσιν, ἀλλ’ ἔσται καὶ
                        τούτων <lb n="15"/> ἕκαστον γινόμενον κατηναγκασμένως, ὥσπερ κἀκεῖνα, ἐφ’
                        οἷς ταῦτα γίνεται. πῶς γὰρ <add cause="omitted">ἂν</add> ἔτι Ἀλέξανδρος ὁ
                        Πριάμου ἐν αἰτίᾳ εἴη ὡς διαμαρτών <lb n="60"/> περὶ τὴν τῆς Ἑλένης ἁρπαγήν;
                        πῶς δ’ ἂν Ἀγαμέμνων εὐλόγως αὐτοῦ καταψηφίζοιτο λέγων οὐδ’ αὐτὸς
                        ἀναίνομαι’’; εἰ μὲν γὰρ εἶχεν ἐξουσίαν <lb n="5"/> ὑπεριδεῖν ἢ Ἀλέξανδρος
                        τῶν τότε περιεστώτων αὐτὸν καὶ παρακαλούντων <lb n="20"/> ἐπὶ τὴν ἁρπαγήν
                            <del>ἢ Μενέλαος τῶν ἀγανακτεῖν ἐπαιρόντων</del> ἢ Ἀγαμέμνων, ἐφ’ οἷς ὡς
                        ἂν ἁμαρτήσας αὑτοῦ κατατρέχει, εὐλόγως ἂν ἦσαν ἐν αἰτίᾳ. εἰ δ’ ἦν πάλαι καὶ
                        πρόπαλαι καὶ πρὸ τοῦ τὴν ἀρχήν τινα αὐτῶν <lb n="10"/> γενέσθαι ἀληθὲς περὶ
                        ἑκάστου προλεγόμενον τούτων ἕκαστον, ἐφ’ οἷς ποιήσας εὐθύνεται, πῶς ἂν ἔτ’
                        αὐτῶν τῶν γενομένων τὴν αἰτίαν ἔχοιεν; πῶς <lb n="25"/> δέ τις ἐξηγήσεται
                        καὶ τὸ ἐφ’ ἡμῖν εἶναι τάς τε ἀρετὰς καὶ τὰς κακίας; εἰ γὰρ οὕτως
                            <sic>ἔτι</sic> δι’ ἡμῶν, πῶς ἔτ’ ἂν εὐλόγως οἱ μὲν εἶεν ἐν ἐπαίνοις, <lb n="15"/> οἱ δὲ ἐν ψόγοις; οὐδὲν γὰρ ἄλλ’ ἢ συνηγορίαν τοῖς κακοῖς τὸ
                        δόγμα τοῦτο προξενεῖ. ὁρῶμεν γοῦν τῶν μὲν ἀγαθῶν τε καὶ καλῶν πράξεων οὐδένα
                        τὴν εἱμαρμένην οὐδὲ τὴν ἀνάγκην αἰτιώμενον, τοὺς δὲ κακοὺς δι’ <lb n="20"/>
                        <lb n="30"/> ἐκείνην τοιούτους εἶναι λέγοντας. ὃ πιστεύσαντες καὶ τοὺς
                        φιλοσόφους λέγειν πῶς οὐ μετὰ παρρησίας αὐτοί γε ἐπὶ ταῦτα ἐλεύσονται τούς
                        τε ἄλλους <note type="footnote">1 χαιρει λέγει sic V δὲ v. c. s. v. V 2
                            ὀφλόντων V κἂν μηδὲν Β² αὐτῶν ὧσιν καλόν] αὐταὶ πονῶσιν B2 ὦσι] οἴσωσι
                            vel ἔχωσι coni. 0 4 δὲ Lond. 5 ἢ add. a2 8 μετὰ] κατὰ Cas. πρὸς οὓς τίς
                            ἂν ὁ scripsi: πρὸς οὓς τίς ἂν Lond.: προσουτισινὁ V: πρόσου τισιν ὁ a¹:
                            πρὸς οὖσιν ὁ Ε: πρὸς οὓς τίς ὁ Cas.: πρὸς οὕς τις ὁ a2 10 αἰτιωντο V 12
                            οἱ B²: εὖ a¹²: εὖ V 13 ἐπιτίμησις . . κόλασις γρ. HE 14 οικείαν V τούτων
                            HB2E Cas. Lond.: τούτῳ Va¹² 16 ἂν add. B διαμαρτῶν V 17 ἂν om. 0 18
                            καταψηφίοιτο] ι et οι s. v. V 19 καὶ om. a12 20 ἢ — ἐπαιρόντων delevi 21
                            ἂν ἀμαρτήσας scripsi: ἀναμάρτήτοσ alter accentus et σασ sive ιασ v. c.
                            s. v. V: ἐναμάρτητος Casp. O: ἀναμάρτητος a¹² 24 αὐτοὶ γρ. EO γινομένων
                            a¹2 25 ἐξηγήσηται V ἡμιν V καὶ τὰς] καὶ a2: om. a1 26 εἰ—ἡμῶν] ἐπεί γε
                            οὕτως ὄντων ἡμῶν a2Ο (qui pro ὄντων coni. ἐχόντων) ἔτι] forasse ὡς τὰ 28
                            γοῦν] γὰρ HE 31 παρησιασ V¹ (corr. v. c): παρουσίας</note>
                        <pb n="188"/> προτρέψουσιν;</p></div><div type="textpart" subtype="section" n="17"><p>πῶς δ’ ἂν σώζοιεν τοιαῦτα λέγοντες τὴν ὑπὸ τῶν θεῶν <lb n="25"/>
                        <note type="marginal">XVII</note> γινομένην τῶν θνητῶν πρόνοιαν; εἰ γὰρ αἴ
                        τε τῶν θεῶν ἐπιφάνειαι, ἅς φασιν γίνεσθαί τισιν, κατά τινα γίνονται
                        προκαταβεβλημένην αἰτίαν, ὡς πρὸ τοῦ γενέσθαι τινὰ αὐτῶν ἀληθὲς εἶναι τὸ
                        τοῦδε μὲν ἔσεσθαί τινα ἐκ θεῶν <lb n="5"/> κηδεμονίαν, τοῦδε δὲ μή, πῶς ἂν
                        ἔτι τοῦτο πρόνοιάν τις δικαίως λέγοι, <lb n="30"/> τὴν οὐ κατ’ ἀξίαν
                        γινομένην, ἀλλὰ κατά τινα ἀνάγκην προκαταβεβλημένην; πῶς δ’ ἂν σώζοιτο καὶ ἡ
                        πρὸς τοὺς θεοὺς εὐσέβεια τῶν εὐσεβεῖν δοκούντων, διότι μὴ ἐπ’ αὐτοῖς ἦν τὸ
                        τοῦτο μὴ ποιεῖν, οὕτως ποιούντων; γίνοιτο <lb n="62"/> δ’ ἂν καὶ παρὰ τῶν
                        θεῶν, εἰς οὕς γίνεταί τι παρὰ τοὺς ἄλλους <lb n="10"/> πλέον, ὅτι καὶ τούτων
                        ἦσαν αἱ ἀρχαὶ καὶ πρὸ τοῦ τούτους εἶναι προκαταβεβλημέναι. πῶς δ’ οὐκ
                        ἀναιροῖεν ἂν καὶ μαντικήν, τῆς ἀπὸ μαντικῆς <lb n="5"/> χρείας ἀναιρουμένης;
                        τί γὰρ ἂν ἢ μαθεῖν ἢ διὰ τὸ μαθεῖν παρὰ τῶν μάντεων φυλάξαιτ’ ἄν τις, εἰ
                        μόνα ταῦτα ἡμῖν τε μαθεῖν ἐκείνοις τε μηνῦσαι δυνατόν, ὧν τοῦ μαθεῖν ἡμᾶς
                        καὶ ποιῆσαι ἢ μὴ ποιῆσαί τι ἕκαστον <lb n="15"/> ἦν καὶ πρὸ τῆς ἡμετέρας
                        γενέσεως κατηναγκασμένον, τοῦ τε ἐμμένειν τοῖς <lb n="10"/> ὑπὸ τῶν θεῶν
                        προαγορευομένοις οὐχ ἡμεῖς κύριοι τῷ τῶν ἐσομένων ὑφ’ ἡμῶν προκαταβεβλῆσθαι
                        τὰς αἰτίας.</p></div><div type="textpart" subtype="section" n="18"><p>ἀλλ’ ὅτι μὲν τὸ δόγμα τοῦτο ἀνατροπῆς <note type="marginal">ΧVIII</note>
                        αἴτιον παντὸς τοῦ τῶν ἀνθρώπων βίου, παντί που μαθεῖν ῥᾴδιον, <lb n="15"/>
                        ὅτι δὲ καὶ ψεῦδος, ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας <lb n="20"/> αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑφ’ αὐτῶν λεγομένοις. οὕτω γὰρ ἐν πᾶσι τοῖς
                        λόγοις φυλάσσουσιν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον, ὡς μὴ ἀκούσαντές <lb n="20"/> ποτε παρ’ ἄλλου τοιούτου τινὸς δόγματος, τοῦτο μὲν προτρέπειν
                        τινὰς πειρώμενοι, ὡς τοῦ τε ποιεῖν ἢ μὴ ποιεῖν τοῦτο τὴν ἐξουσίαν <note type="footnote">3 φησιν V1 (corr. v. c.) προκαταβεβλημένην] τα s. v. V 5
                            τι Cas. 8 διότι] fortasse ἀλλ’ ὅτι 10.11 προκαταβεβλημένους a2 11
                            ἀναιροῖεν ἂν Casp. 0 (vel ἀναιροῖτ’ ἂν καὶ μαντικὴ idem): ἀναιροῖαν καὶ
                            sic V: ἂν ἀναιρεῖ ἄν KB1 (ἀναιροῖ B2): ἀναιρεῖ ἂν a¹²: ἀναιροῖ ἂν 0 12
                            χρείαις O μαθεῖν ⟨δέοι⟩ B2: μάθοι Schwartz 13 φυλάξαιτ’ V: φυλάξετο a2:
                            φυλάξασθ’ a¹ εἰ K Cas. Lond. 0: ἢ sic V: ἢ a1² ταῦτα Va¹: ταῦθ’ ἃ a2:
                            ταῦθ’ K 14 τοῦ] fortasse τὸ τι del. Schwartz 15 πρὸ a¹ : πρὸς Va2 τοῦ τε
                            a2: τοῦτο Va¹ : τούτοις E ἐνμένειν sic V 16 προαγορευόμενοι, οὐχ V¹ 17
                            μεν V 19 ὅτι] cf. Eusebius pr. ev. VI, 9. 272b ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ
                            περὶ εἱμαρμένης λόγος, ἱκανὸν κτλ. το, δ᾿  sic V 20 ὑπ᾿  αὐτῶν Eusebius,
                            qui pergit: καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ
                            μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι
                            τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν.
                            ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι
                            τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον
                            ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως
                            πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν (ἀ. ἐ. φ. del. cum l. p
                            Gaisford, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου.
                            ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι
                            δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοῦ πλεῖστα εἶναι καὶ
                            τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχη, ἕτερα ὄντα καὶ αὐτὰ
                            παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται 22 μὲν v. c. i. v. V:
                            δὲ V¹a1²</note>
                        <pb n="189"/> ἔχοντες αὐτοί, καὶ τῶν προτρεπομένων διὰ τοὺς παρ’ αὐτῶν
                        λόγους αἱρεῖσθαί τινα δυναμένων <add cause="omitted">ὧν</add> ἔπραξαν ἂν
                        τἀναντία αὐτῶν σιωπώντων, <lb n="25"/> τοῦτο δὲ ἐπιτιμῶντες καὶ
                        ἐπιπλήττοντές τισιν ὡς οὐ τὰ προσήκοντα πράττουσιν. ἀλλὰ καὶ συγγράμματα
                        πλείω καταλείπουσίν τε καὶ συγγράφουσιν, <lb n="5"/> δι’ ὧν ἀξιοῦσιν
                        παιδεύεσθαι τοὺς νέους, οὐχ ὡς κεκωλυμένοι <lb n="30"/> τοῦτο συγγράφειν διὰ
                        τὸ τὰ περιεστῶτα αὐτοῖς εἶναι τοιαῦτα, ἀλλ’ ὡς ὂν μὲν ἐπ’ αὐτοῖς συγγράφειν
                        τε καὶ μή, αἱρούμενοι δὲ τὸ γράφειν διὰ φιλανθρωπίαν.</p><lb n="64"/></div><div type="textpart" subtype="section" n="19"><note type="marginal">XIX</note><p>Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων <lb n="10"/>
                        εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν
                        ἀντικειμένων αἱρέσεώς τε καὶ πράξεως <gap reason="omitted"/> ἐπὶ περιεστῶσιν
                        ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις.
                        ἔστι δὲ τοῦτο <lb n="5"/> τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως
                        τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως
                        ὁριζομένης, ἀλλ’ ἐπὶ <lb n="15"/> τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων
                        τις οὔτε αὐτῶν τούτων <lb n="10"/> ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν
                        δι’ ἄγνοιαν <del>πραττομένων</del> ἁμαρτανόντων ἢ βίᾳ ἧττον ἂν εἶεν
                        συγγνώμης ἄξιοι ⟨οἱ⟩ εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν
                        ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, <lb n="15"/> ἃ πάντως αὐτοῖς καὶ ἐξ
                        ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττουσιν <lb n="20"/> ⟨πράττειν⟩
                        τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς
                        φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν
                        ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ <lb n="20"/> κατὰ
                        τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὐτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ <del>τοῦ</del>
                        τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων <lb n="25"/> ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν
                        τινος. ἀλλ’ <lb n="25"/> οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί
                        τινι τῶν οὕτως γινομένων κολάζειν τὸν ποιήσαντα. ἐπὶ τίσιν οὐν αἱ κολάσεις
                        εὔλογοι; οὐκ ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν
                        γινομένοις. <note type="footnote">1 ἔχοντας αὐτοὺς B2 τῶν προτρεπομένων Cas.
                            Lond. 0: τῷ προτρεπομένῳ Va¹²: τὸ προτρεπομένω Ε τοὺς παρ’ αὐτῶν λόγους
                            Lond. O: τῶν παρ’ αὐτῶν λόγους Va¹: τῶν παρ’ αὐτοῖς λόγων a2 2 ὧν add.
                            Cas. Lond. 0 αὐτῶν 0: τῶν libri σιωπώντων] primum ω supra vers. V 3
                            ἐπιπλῆττες a1 4 πλείω] fortasse πλεῖ στᾳ 5 κεχωλυμένοι a1 6 fortasse
                            τοῦτο ⟨μὴ⟩ 9 συγχωρήσαιντο Lond. 0: fortasse συνεχώρησαν τῷ 11 τε] τι
                            Cas. lacunam indicavi γὰρ περιεστώτων 0 δίκαιος om. K ἄνθρωποι δίκαιοι
                            Lond. 0 12 πεπιστευμένος Va1² πεπιστευμένοις H: πεπιστευμένοι Lond. 0
                            Casp. Or. καὶ ἰδ. καὶ ν. 0 14 τοῖς γινομένοις πράγμασι τῆς a2
                            πραγματικῆς κολάσεως a1 16 οὐ καλῶς a¹2: ουκαλλῶσ sic V: οὐκ ἄλλως HE
                            πραττομένων delevi: ἀπατωμένων coni. 0: ⟨τῶν⟩ πραττομένων Casp. 0 17 ἢ
                            Cas. Lond. 0: ἠ V: ᾗ Η: οἱ in lit. B²: ἡ a¹² συγγώμης a1 οἱ addidi 18
                            τοῦ om. a2 αυτοῖσ V 19 αυτοῖς V 20 πράττειν add. B²0 (sed post τι v. 19)
                            21 ἕκαστον 0 22 βαρεσιν V 23 αὑτῶν B2 τοῦ del. Β² 25 ὅτι] ὡς Ο τύχης]
                            ψυχῆς a2: ψύχης Lond. τινες 0 27 τὸ κολάσαι 0 εὔλογοι a2: εὔλογον Va1
                            οὐχ 0 28 ἢ om. a¹2</note>
                        <pb n="190"/> ἐφ’ ὧν γὰρ αὐτοὶ τὴν ἐξουσίαν τῆς αἱρέσεως ἔχοντες,
                        καταλιπόντες τὸν <lb n="30"/> σκοπὸν τῶν πραττομένων ὑφ’ αὐτῶν ποιεῖσθαι τό
                        τε καλὸν καὶ τὸν νόμον, κέρδους χάριν ἢ ἡδονῆς τινος, ὑπερορῶντες ἐκείνων,
                        πράττουσι τὰ φαῦλα, τούτους ἀξίους ἡγοῦνται κολάσεως πάντες ἄνθρωποι,
                        συγγνώμην <lb n="66"/>
                        <lb n="5"/> δόντες τοῖς οὐχ οὕτως ἁμαρτάνουσιν. ὅρα δὴ πᾶσιν τοῖς κακοῖς τὸ
                        θαυμαστὸν δόγμα τοῦτο παρὰ τῶν φιλοσόφων μαθοῦσιν διδάσκειν τοὺς
                        διδάσκοντας, ὅτι εἰσὶ καὶ αὐτοὶ συγγνώμης ⟨ἄξιοι⟩, οὐδὲν ἔλαττον τῶν
                        ἀκουσίως <lb n="5"/> ἁμαρτανόντων. οὐ γὰρ ὑπό τινος ἔξωθεν καταναγκάζοντος
                        αὐτοὺς ποιοῦσιν ἃ ποιοῦσιν, ὧν ἴσως ἐνῆν αὐτοῖς καὶ φυλάξασθαι, ἀλλ’ ὑπὸ τῆς
                            <lb n="10"/> φύσεως τῆς ἐν αὐτοῖς οὐδὲν οἷόν τ’ ἐστὶν λαθόντας ποιῆσαι
                        καὶ τίς οὐκ <lb n="10"/> ἂν <sic>αὐτοῖς</sic> τοῖς ἁμαρτανομένοις αἴτιον. εἰ
                        δ’ οὔτ’ ἄλλος τις οὔτ’ οἱ τοῦ δόγματος τούτου κύριοι συγγνώμην δοῖέν τινι
                        ταύτην τῶν ἁμαρτανομένων φέροντι τὴν αἰτίαν ὡς ψεῦδός τι <del>καὶ
                            ψευδεῖ</del> λέγοντι, δῆλον ὡς ὑπὸ τούτων καὶ ὑπὸ τῶν ἄλλων ἀπάντων
                        ὁμοίως πεπίστευται τὸ εἶναι τὸ ἐφ’ ἡμῖν <lb n="15"/>
                        <lb n="15"/> οὐχ οἷον ὑπὸ τούτων πλάσσεται, ὅταν εἰς τὸ πρόβλημα μελετῶντες
                        λέγωσιν, ἀλλ’ οἵῳ εἶναι αὐτῷ <del>δεῖ</del> διὰ τῶν ἔργων οὗτοί τε αὐτοὶ καὶ
                        πάντες ἄνθρωποι μαρτυροῦσιν. εἰ γὰρ ἦσαν οὕτως ἔχειν πεπιστευκότες,
                        συνεγίγνωσκον <lb n="20"/> ἂν πᾶσιν τοῖς ἁμαρτάνουσιν ὡς οὐκ ἔχουσιν τοῦ μὴ
                        πάντα πράττειν ἐξουσίαν.</p></div><div type="textpart" subtype="section" n="20"><p>ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ <note type="marginal">ΧΧ</note>
                        <lb n="20"/> τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων
                        αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ
                            <lb n="25"/> μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ
                        ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν
                        ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν
                        γινομένων <lb n="30"/>
                        <lb n="25"/> ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν
                        ἐξουσίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ
                        ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέ| ψασθαί τινα, οὐκ εὔξασθαι
                            <lb n="68"/> θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι
                        ποιεῖν οἷόν τε τῶν ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν
                        ἕκαστον ὧν <note type="footnote">1 καταλειπόντες (supra ει m1 : ι) V 2 αὑτῶν
                            a2 Cas. 0: αὑτοῦ Va1 (ὑπ’ αὐτῶν Lond) 2. 3 τὸ νόμιμον coni. 0 3 κέρδος
                            a2 5 ὥρα E Cas. Casp. Or. 7 ἄξιοι add. a2 8 ἄξιοι add. B² ante οὐ
                            καταναγκάζοντος a2 Cas.: καταναγκάζοντας Va¹: καταναγκάζοντες Lond. 9 ἃ
                            ποιοῦσιν om. a1 10 fortasse ⟨ἣν⟩ οὐδὲν λαθόντας] ἄλλως coni. 0: ἑκόντας
                            Casp. O: λαχόντας Gercke 10. 11 καὶ— ἂν] ἥτις οὖν Lond. 0: ἥτις οὖν ἐν
                            Gercke 11 τῶν ἁμαρτανομένων coni. 0 αἴτιος a2 alt. οὔτ’ scripsi: οὐδ’
                            libri οἱ τοῦ in lit. B2: οὗτοι (supra οι: ος ut videtur m1) Va 12 ταύτην
                            v. c. (?) V0: ταύτῃ V¹a1² 13 ψεῦδός τι] ψεῦδος τε B²: ψεύδοντι sive
                            ψῦθός τι Casp. 0 καὶ ψευδει sic V: delevi: καὶ ψευδῆ a1² 16 οἷον εἶναι
                            αὐτὸ a2: οἷον εἶναι αὐτῷ Ε δεῖ] δεῖν Lond.: delevi 19 pr. καὶ om. a¹² τι
                            a20: τις Va1 ὀνομάσαι] ἐξουσία Lond. 20 ἀναιτίως] ἐναντίως a2 ούτωσ sic
                            V 21 αὐτοῦ a1² 22 ἀνεπείσθησαν V 23 εἰ κἂν a2: εἰ κἂν sic V: εἵκ ἂν B:
                            εἴη ἂν a¹: ἢ κἂν Ε: οἳ μὴ ἂν Lond. πάντα πρὸς ὀλίγον a1 Lond. ὑπέμεινεν
                            a2: ὑπὸ μένειν E 24 ἂν πρᾶξαι a2 25 ὑπο V τινος Ο: τινων libri 26
                            ἔχοντες a2 πεπιστευκότι Schwartz: πεπιστευμένῳ libri 28 οὐδ’ 0</note>
                        <pb n="191"/> ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων
                        ἀβίωτος ὁ τῶν <lb n="5"/> ἀνθρώπων <add cause="omitted">βίος</add> καὶ οὐδὲ
                        τὴν ἀρχὴν ἀνθρώπων ἔτι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>