<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1:17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1"><div type="textpart" subtype="section" n="17"><p>πῶς δ’ ἂν σώζοιεν τοιαῦτα λέγοντες τὴν ὑπὸ τῶν θεῶν <lb n="25"/>
                        <note type="marginal">XVII</note> γινομένην τῶν θνητῶν πρόνοιαν; εἰ γὰρ αἴ
                        τε τῶν θεῶν ἐπιφάνειαι, ἅς φασιν γίνεσθαί τισιν, κατά τινα γίνονται
                        προκαταβεβλημένην αἰτίαν, ὡς πρὸ τοῦ γενέσθαι τινὰ αὐτῶν ἀληθὲς εἶναι τὸ
                        τοῦδε μὲν ἔσεσθαί τινα ἐκ θεῶν <lb n="5"/> κηδεμονίαν, τοῦδε δὲ μή, πῶς ἂν
                        ἔτι τοῦτο πρόνοιάν τις δικαίως λέγοι, <lb n="30"/> τὴν οὐ κατ’ ἀξίαν
                        γινομένην, ἀλλὰ κατά τινα ἀνάγκην προκαταβεβλημένην; πῶς δ’ ἂν σώζοιτο καὶ ἡ
                        πρὸς τοὺς θεοὺς εὐσέβεια τῶν εὐσεβεῖν δοκούντων, διότι μὴ ἐπ’ αὐτοῖς ἦν τὸ
                        τοῦτο μὴ ποιεῖν, οὕτως ποιούντων; γίνοιτο <lb n="62"/> δ’ ἂν καὶ παρὰ τῶν
                        θεῶν, εἰς οὕς γίνεταί τι παρὰ τοὺς ἄλλους <lb n="10"/> πλέον, ὅτι καὶ τούτων
                        ἦσαν αἱ ἀρχαὶ καὶ πρὸ τοῦ τούτους εἶναι προκαταβεβλημέναι. πῶς δ’ οὐκ
                        ἀναιροῖεν ἂν καὶ μαντικήν, τῆς ἀπὸ μαντικῆς <lb n="5"/> χρείας ἀναιρουμένης;
                        τί γὰρ ἂν ἢ μαθεῖν ἢ διὰ τὸ μαθεῖν παρὰ τῶν μάντεων φυλάξαιτ’ ἄν τις, εἰ
                        μόνα ταῦτα ἡμῖν τε μαθεῖν ἐκείνοις τε μηνῦσαι δυνατόν, ὧν τοῦ μαθεῖν ἡμᾶς
                        καὶ ποιῆσαι ἢ μὴ ποιῆσαί τι ἕκαστον <lb n="15"/> ἦν καὶ πρὸ τῆς ἡμετέρας
                        γενέσεως κατηναγκασμένον, τοῦ τε ἐμμένειν τοῖς <lb n="10"/> ὑπὸ τῶν θεῶν
                        προαγορευομένοις οὐχ ἡμεῖς κύριοι τῷ τῶν ἐσομένων ὑφ’ ἡμῶν προκαταβεβλῆσθαι
                        τὰς αἰτίας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>