<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><p rend="indent">Ἀρχικὸν δὲ λόγον ἐπεχούσης τῆς ὕλης ἔτι καὶ ἄλλας ἀρχὰς παραλαμβάνει,
            τήν τε παραδειγματικήν, τουτέστι τὴν τῶν ἰδεῶν, καὶ τὴν τοῦ πατρὸς καὶ αἰτίου πάντων
            θεοῦ. ἔστι δὲ <del>καὶ</del> ἡ ἰδέα ὡς μὲν πρὸς θεὸν νόησις αὐτοῦ, ὡς δὲ πρὸς ἡμᾶς νοητὸν πρῶτον,
            ὡς δὲ πρὸς τὴν ὕλην μέτρον, ὡς δὲ πρὸς τὸν αἰσθητὸν κόσμον παράδειγμα, ὡς δὲ πρὸς αὑτὴν
            ἐξεταζομένῃ οὐσία. καθόλου γὰρ πᾶν τὸ γινόμενον κατ᾽ ἐπίνοιαν πρός τι ὀφείλει
            γίνεσθαι, οὗ ὥσπερ εἰ ἀπό τινός τι γένοιτο, ὡς ἀπ᾽ ἐμοῦ ἡ ἐμὴ εἰκών, δεῖ τὸ παράδειγμα
            προυποκεῖσθαι· εἴτε καὶ μὴ εἴη ἔξω τὸ παράδειγμα παντί, πάντως ἕκαστος ἐν αὑτῷ τὸ
            παράδειγμα ἴσχων τῶν τεχνιτῶν τὴν τούτου μορφὴν τῇ ὕλῃ περιτίθησιν. ὁρίζονται δὲ τὴν
            ἰδέαν παράδειγμα τῶν κατὰ φύσιν αἰώνιον. οὔτε γὰρ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος
            ἀρέσκει τῶν τεχνικῶν εἶναι ἰδέας, οἷον ἀσπίδος ἢ λύρας, οὔτε μὴν τῶν παρὰ φύσιν, οἷον
            πυρετοῦ καὶ χολέρας, οὔτε τῶν κατὰ μέρος, οἷον Σωκράτους καὶ Πλάτωνος, ἀλλ᾽ οὐδὲ τῶν
            εὐτελῶν τινός, οἷον ῥύπου καὶ κάρφους, οὔτε τῶν πρός τι, οἷον μείζονος καὶ ὑπερέχοντος·
            εἶναι γὰρ τὰς ἰδέας νοήσεις θεοῦ αἰωνίονς τε καὶ αὐτοτελεῖς. ὅτι δὲ εἰσὶν αἱ ἰδέαι,
            καὶ οὕτω παραμυθοῦνται. εἴτε γὰρ νοῦς ὁ θεὸς ὑπάρχει εἴτε νοερόν, ἔστιν αὐτῷ νοήματα,
            καὶ ταῦτα αἰώνιά τε καὶ ἄτρεπτα, εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· καὶ γὰρ εἰ ἄμετρος ὑπάρχει
            ἡ ὕλη κατὰ τὸν ἑαυτῆς λόγον, παρ᾽ ἑτέρου τινὸς κρείττονος, τοῦ ἀύλου, τῶν μέτρων
            ὀφείλει τυγχάνειν· τὸ δὲ ἡγούμενον, τὸ ἄρα λῆγον· εἰ δὲ το͂το, εἰσὶν αἱ ἰδέαι μέτρα
            τινὰ ἄυλα ὑπάρχουσαι. ἔτι γε μὴν εἰ ὁ κόσμος μὴ ἐκ ταὐτομάτου τοιοῦτός ἐστιν, οὐ μόνον
            ἔκ τινός ἐστι γεγονώς, ἀλλὰ καὶ ὑπό τινος, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρός τι· τὸ δὲ
            πρὸς ὃ γέγονε τί ἂν ἄλλο <del>γέγονεν</del> ἢ ἰδέα; <pb facs="platonisdialogi06plat_0210"/>ὥστε
            εἶεν ἂν αἱ ἰδέαι. ἀλλὰ μὴν καὶ εἰ νοῦς διαφέρει δόξης ἀληθοῦς, καὶ τὸ νοητὸν ἦν τοῦ
            δοξαστοῦ διαφέρον· εἰ δὲοῦτο, ἔστι νοητὰ ἕτερα τῶν δοξαστῶν· ὥστε εἴη ἂν καὶ πρῶτα
            νοητά, ὡς καὶ πρῶτα αἰσθητά· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· ἀλλὰ μὴν διαφέρει νοῦς δόξης
            ἀληθοῦς· ὥστε εἶεν ἂν αἱ ἰδέαι. </p></div><div type="textpart" subtype="chapter" n="10"><p rend="indent">Ἑξῆς δὲ περὶ τῆς τρίτης ἀρχῆς ποιητέον τὸν λόγον, ἥν μικροῦ δεῖν καὶ
            ἄρρητον ἡγεῖται ὁ Πλάτων· ἐπαχθείημεν δ᾽ ἂν περὶ αὐτῆς τοῦτον τὸν τρόπον. εἰ ἔστι νοητά,
            ταῦτα δὲ οὔτε αἰσθητὰ οὔτε μετούσια τῶν αἰσθητῶν, ἀλλὰ πρώτωντινῶν τῶν νοητῶν, ἔστι
            πρῶτα νοητὰ ἁπλᾶ, ὡς καὶ πρῶτα αἰσθητά· τὸ δ᾽ ἡγούμενον, τὸ ἄρα λῆγον. ἄνθρωποι μὲν δὴ
            ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥστε καὶ ὁπότε νοεῖν προαιροῖντο τὸ νοητόν,
            ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν καὶ σχῆμα καὶ χρῶμα
            πολλάκις, οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι, θεοὶ δὲ ἀπηλλαγμένως τῶν αἰσθητῶν εἱλικρινῶς τε
            καὶ ἀμιγῶς. ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατ᾽ ἐνέργειαν πάντα νοῶν
            καὶ ἅμα καὶ ἀεί, τούτου δὲ καλλίων ὁ αἴτιος τούτου καὶ ὅπερ ἂν ἔτι ἀνωτέρω τούτων
            ὑφέστηκεν, οὗτος ἂν εἴη ὁ πρῶτος θεός, αἴτιος ὑπάρχων τοῦ ἀεὶ ἐνεργεῖν τῷ νῷ τοῦ
            σύμπαντος οὐρανοῦ. ἐνεγεῖ δὲ ἀκίνητος αὐτὸς ὤν εἰς τοῦτον, ὡς καὶ ὁ ἥλιος εἰς τὴν
            ὅρασιν, ὅταν αὐτῷ προσβλέπῃ, καὶ ὡς τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὑπτάρχον·
            οὕτω γε δὴ καὶ οὗτος ὁ νοῦς κινήσει τὸν νοῦν τοῦ σύμπαντος οὐρανοῦ. ἐπεὶ δὲ ὁ πρῶτος
            νοῦς κάλαλιστος, δεῖ καὶ κάλλιστον αὐτῷ νοητὸν ὑποκεῖσθαι, οὐδὲν δὲ αὐτοῦ κάλλιον·
            ἑαυτὸν ἂν οὖν καὶ τὰ ἑαυτοῦ νοήματα ἀεὶ νοοίη, καὶ αὕτη ἡ ἐνέργεια αὐτοῦ ἰδέα ὑπάρχει.
            καὶ μὴν ὁ πρῶτος θεὸς ἀΐδιός ἐστιν, ἄρρητος, αὐτοτελὴς τουτέστιν ἀπροσδεής, ἀειτελὴς
            τουτέστιν ἀεὶ τέλειος, παντελὴς τουτέστι πάντη τέλειος· θειότης, οὐσιότης, ἀλήθεια,
            συμμετρία, ἀγαθόν. λέγω δὲ οὐχ ὡς ὁρίζων ταῦτα, ἀλλ᾽ ὡς κατὰ πάντα ἑνὸς νοουμένου.
            καὶ ἀγαθὸν μέν ἐστι, διότι πάντα εἰς δύναμιν εὐεργετεῖ, παντὸς ἀγαθοῦ αἴτιος ὤν· καλὸν
            δὲ, ὅτι αὐτοῦ τὸ σχῆμα φύσει τέλεόν ἐστι καὶ σύμμετρον· ἀλήθεια δέ. διότι πάσης
            ἀληθείας ἀρχὴ ὑπάρχει, ὡς ὁ ἥλιος παντὸς φωτός· πατὴρ δέ ἐστι τῷ αἴτιος εἶναι πάντων
            καὶ κοσμεῖν τὸν οὐράνιον νοῦν καὶ τὴν ψυχὴν τοῦ κόσμου πρὸς ἑαυτὸν καὶ πρὸς τὰς ἑαυτοῦ
            νοήσεις. κατὰ γὰρ <pb facs="platonisdialogi06plat_0211"/>τὴν ἑαυτοῦ βούλησιν ἐμπέπληκε
            πάντα ἑαυτοῦ, τὴν ψυχὴν τοῦ κόσμου ἐπεγείρας καὶ εἰς ἑαυτὸν ἐπιστρέψας, τοῦ νοῦ αὐτῆς
            αἴτιος ὑπάρχων· ὅς κοσμηθεὶς ὑπὸ τοῦ πατρὸς διακοσμεῖ σύμπασαν φύσιν ἐν τῷδε τῷ κόσμῳ
            ἄρρητος δ᾽ ἔστι καὶ τῷ νῷ μόνῳ ληπτός, ὡς εἴρηται, ἐπεὶ οὔτε γένος ἐστὶν οὔτε εἶδος
            οὔτε διαφορά, ἀλλ᾽ οὐδὲ συμβέβηκέ τι αὐτῷ, οὔτε κακόν· οὐ γὰρ θέμις τοῦτο εἰπεῖν· οὔτε
            ἀγαθόν· κατὰ μετοχὴν γάρ τινος ἔσται οὗτος καὶ μάλιστα ἀγαθότητος· οὔτε διαφορά· οὐδὲ
            γὰρ τοῦτο κατὰ τὴν ἔννοιαν αὐτοῦ· οὔτε ποιόν· οὐ γὰρ ποιωθέν ἐστι καὶ ὑπὸ ποιότητος
            τοιοῦτον ἀποτετελεσμένον· οὔτε ἄποιον· οὐ γὰρ ἐστέρηταί τινος ἐπιβάλλοντος αὐτῷ ποιοῦ·
            οὔτε μέρος τινός, οὔτε ὡς ὅλον ἔχον τινὰ μέρη, οὔτε ὥστε ταὐτόν τι εἶναι ἢ ἕτερον· οὐδὲν
            γὰρ αὐτῷ συμβέβηκε, καθ᾽ ὃ δύναται τῶν ἄλλων χωρισθῆναι· οὔτε κινεῖ οὔτε κινεῖται.
            ἔσται δὴ πρώτη μὲν αὐτοῦ νόησις ἡ κατὰ ἀφαίρεσιν τούτων, ὅπως καὶ σημεῖον ἐνοήσαμεν κατὰ
            ἀφαίρεσιν ἀπὸ τοῦ αἰσθητοῦ, ἐπιφάνειαν νοήσαντες, εἶτα γραμμήν, καὶ τελευταῖον τὸ
            σημεῖον. δευτέρα δέ ἐστιν αὐτοῦ νόησις ἡ κατὰ ἀναλογίαν οὕτω πως· ὅν γὰρ ἔχει λόγου ὁ
            ἥλιος πρὸς τὴν ὅρασιν καὶ τὰ ὁρώμενα, οὐκ ὤν αὐτὸς ὄψις, παρέχων δὲ τῇ μὲν τὸ ὁρᾷν,
            τοῖς δὲ τὸ ὁρᾶσθαι, τοῦτον ἔχει τὸν λόγον ὁ πρῶτος νοῦς πρὸς τὴν ἐν τῇ ψυχῇ νόησιν καὶ
            τὰ νοούμενα· οὐ γὰρ ὤν ὅπερ ἐστὶν ἡ νόησις, παρέχει αὐτῇ τὸ νοεῖν καὶ τοῖς νοητοῖς τὸ
            νοεῖσθαι, φωτίζων τὴν περὶ αὐτὰ ἀλήθειαν. τρίτη δὲ νόησις τοιαύτη τις ἂν εἴη· θεωρῶν γάρ
            τις τὸ ἐπὶ τοῖς σώμασι καλὸν μετὰ τοῦτο μέτεισιν ἐπὶ τὸ τῆς ψυχῆς κάλλος, εἶτα τὸ ἐν
            ἐπιτηδεύμασι καὶ νόμοις, εἶτα ἐπὶ τὸ πολὺ πέλαγος τοῦ καλοῦ, μεθ᾽ ὃ αὐτὸ τὸ ἀγαθὸν νοεῖ
            καὶ τὸ ἐραστὸν καὶ ἐφετὸν ὥσπερ φῶς φανὲν καὶ οἷον ἐκλάμψαν τῇ ότως ἀνιούσῃ ψυχῇ· τούτῳ
            δὲ καὶ θεὸν συνεπινοεῖ διὰ τὴν ἐν τῷ τιμίῳ ὑπεροχήν. ἀμερῆ τε διὰ τὸ μὴ εἶναι
            πρότερόν τι αὐτοῦ· τὸ γὰρ μέρος καὶ τὸ ἐξ οὗ πρότερον ὑπάρχει τούτου, οὗ μέρος· καὶ γὰρ
            τὸ ἐπίπεδον πρότερον ἢ τὸ σῶμα, καὶ ἡ γραμμὴ πρότερον ἢ τὸ ἐπίπεδον· μέρη γε μὴν οὐκ
            ἔχων ἀκίνητος ἂν εἴη κατὰ τόπον καὶ ἀλλοίωσιν. εἰ γὰρ ἀλλοιωθήσεται, ἢ ὑφ᾽ αὑτοῦ ἢ ὑφ᾽
            ἑτέρου· εἰ μὲν οὖν ὑφ᾽ ἑτέρου, ἐκεῖνο αὐτοῦ ἰσχυότον ἔσται, εἰ δ᾽ ὑφ’ ἑαυτοῦ, ἤτοι ἐπὶ
            τὸ χεῖρον ἀλλοιωθείη ἂν ἢ ἐπὶ τὸ βέλτιον· ἄμφω δὲ ̓ἄτοπα· ἐξ ὧν ἁπάντων ἀναφαίνεται
              <pb facs="platonisdialogi06plat_0212"/>καὶ τὸ ἀσώματον αὐτὸ εἶναι· ὅπερ κἀκ τούτων
            ἀποδεχθήσεται. εἰ γὰρ σῶμα ὁ θεός, ἐξ ὕλης ἂν εἴη καὶ εἴδους· διὰ τὸ πᾶν σῶμα
            συνδύασμά τι εἶναι ἔκ τε ὕλης καὶ τοῦ σὺν αὐτῇ εἴδους, ὅπερ ἐξομοιοῦται ταῖς ἰδέαις
            καὶ μετέχει αὐτῶν δύσραστον δή τινα τρόπον· ἄτοπον δὲ τὸν θεὸν ἐξ ὕλης εἶναι καὶ
            εἴδους· οὐ γὰρ ἔσται ἁπλοῦς οὐδὲ ἀρχικός· ὥστε ἀσώματος ἂν εἴη ὁ θεός. καὶ αὐτόθεν δέ·
            εἰ σῶμά ἐστιν, ἐξ ὕλης ἂν ὐπάρι· ἢ πῦρ ἂν οὖν εἴη ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ ἢ τι ἐκ τούτων·
            ἀλλ᾽ ἕκαστόν γε τούτων οὐκ ἀρχικόν. καὶ ἄλλως δὲ ὕστερον γενήσεται τῆς ὕλης, εἰ ἐξ
            ὕλης ὑπάρχοι· ὧν ἀτόπων ὄντωνἀσώματον αὐτὸν ὑποληπτέον· καὶ γάρ, εἰ σῶμά ἐστι, καὶ
            φθαρτὸς ἔσται καὶ γεννητὸς καὶ μεταβλητός· ἕκαστον δὲ τούτων ἄτοπον ἐπ᾽ αὐτοῦ. </p></div><div type="textpart" subtype="chapter" n="11"><p rend="indent">Καὶ μὴν καὶ αἱ ποιότητες τοῦτον τὸν τρόπον δεικνύοιντ᾽ ἂν ἀσώματοι. πᾶν
            σῶμα ὑποκείμενόν ἐστιν, η δὲ ποιότης οὐχ ὑποκείμενόν ἐστιν, ἀλλὰ συμβεβηκός· οὐκ ἄρα
            σῶμα ἡ ποιότης. πᾶσα ποιότης ἐν ὑποκειμένῳ, οὐδὲν δὲ σῶμα ἐν ὑοκειμένῳ, οὐκ ἄρα σῶμα
            ἡ ποιότης· ἔτι ποιότης ποιότητι ἐναντίον, οὐ μὴν καὶ σῶμα σώματι, σῶμά τε σώματος
            καθόσον σῶμα οὐδενὶ διαφέρει, ποιότητι δὲ διαφέρει καὶ οὐ μὰ Δία σώμασιν· οὐκ ἄρα σώματα
            αἱ ποιότητες. εὐλογώτατόν τε, ὡς ἡ ὕλη ἄποιος, τὴν ποιότητα ἄυλον εἶναι· εἰ δὲ ἡ
            ποιότηςἄυλος,ασωματος ἂν εἴη ἡ ποιότης. εἴ γε μὴν σώματα καὶ αἱ ποιότητες, δύο καὶ
            τρία σώματα ἔσται ἐν τῷ αὐτῷ τόπω, ἀτοπωτάτουτούτου ὑπάρχοντος· εἰ δὲ αἱ ποιότητες
            ἀσώματοι, καὶ τὸ δημιουργικὸν τούτων ἀσώματον. ἔτι τὰ ποιοῦντα οὐκ ἂν ἄλλα εἴη ἢ τὰ
            ἀσώματα· παθητικὰ γὰρ τὰ σώματα καὶ ῥευστὰ καὶ οὐκ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα,
            οὐδὲ μόνιμα καὶ ἔμπεδα, ἅ γε καὶ ἐν οἷς δοκεῖ τι ποιεῖν πολὺ πρόσθεν εὑρίσκεται
            πάσχοντα· ὥσπερ οὖν ἔστι τι παθητικὸν εἱλικρινῶς, οὕτως ἀναγκαῖον τὶ εἶναι καὶ ἀτρεκῶς
            ποιητικόν· οὐκ ἄλλο δὲ εὕροιμεν ἂν τοῦτο ἢ ἀσώματον. ὁ μὲν δὴ περὶ τῶν ἀρχῶν λόγος
            τοιοῦτος ἄν τις εἴη θεολογικὸς λεγόμενος· ἐπὶ δὲ τὸν καλούμενον φυσικὸν τόπον ἑξῆς
            χωρητέον ἐντεῦθέν ποθεν ἀρξαμένους. </p></div><div type="textpart" subtype="chapter" n="12"><p rend="indent">Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ
            παραδείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τους ὅρους· παρὰ
            πάντας γὰρ <pb facs="platonisdialogi06plat_0213"/>ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ
            παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῶα ζῶον ἀγένητον καὶ ἄφθαρτον, ὅν τρόπον
            σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ανδρὸς εἰκόνες μυρίαι ἐπὶ μυρίαις, τῆς
            ἰδέας οὔσης αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον, οἷον αὐτὴ ὑπάρχει· ἀναγκαῖον καὶ
            τὸ κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ τοῦ θεοῦ δεδημιουργῆσθαι πρός τινα ἰδέαν κόσμου
            ἀποβλέποντος, παράδειγμα ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν ἀπεικονισμένου ἀπ᾽ ἐκείνης,
            πρὸς ἣν ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν ἀπειργάσθαι κατὰ θαυμασιοτάτην πρόνοιαν
            καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ δημιουργεῖν τὸν κόσμον, διότι ἀγαθὸς ἦν. ἐκ τῆς πάσης οὖν
            ὕλης αὐτὸν ἐδημιούργει· ἥν ἀτάκτως καὶ πλημμελῶς κινουμένην πρὸ τῆς οὐρανοῦ γενέσεως ἐκ
            τῆς ἀταξίας παραλαβὼν πρὸς τὴν ἀρίστην ἤγαγε τάξιν, ἀριθμοῖς πρέπουσι τὰ μέρη κοσμήσας
            αὐτοῦ καὶ σχήμασιν, ὥστε διακρίναι ὅπως νῦν ἔχει πῦρ τε καὶ γῆ πρὸς ἀέρα τε καὶ ὕδωρ,
            ἴχνη μὲν τέως ἔχοντα καὶ τὸ δεκτικὸν τῆς τῶν στοιχείων δυνάμεως, ἀλόγως δὲ καὶ ἀμέτρως
            σείοντά τε τὴν ὕλην καὶ πρὸς ταύτης σειόμενα. ἐξ ἑκάστου γὰρ ὅλου τῶν τεττάρων αὐτὸν
            στοιχείων ἐγέννησε, πυρός τε παντὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος, οὐδὲν μέρος οὐδενὸς
            ἀπολιπὼν οὐδὲ δύναμιν, διανοηθεὶς πρῶτον μὲν ὅτι σωματοειδὲς χρὴ τὸ γενόμενον εἶναι καὶ
            πάντως ἁπτόν τε καὶ ὁρατόν, χωρὶς δὲ πυρὸς καὶ γῆς οὐχ οἷόν τε οὔτε ὁρατόν τι εἶναι
            οὔτε ἁπτόν· κατὰ δὴ τὸν εἰκότα λόγον ἐκ γῆς αὐτὸν καὶ πυρὸς ἐποίησεν· ἐπεὶ δὲ καὶ δεσμὸν
            ἔδει τινὰ συναγωγὸν ἀμφοτέρων ἐν μέσῳ γενέσθαι, θεῖος δὲ δεσμὸς ὁ τῆς ἀναλογίας, ὅς
            ἑαυτόν τε καὶ τὰ συνδούμενα πέφυκεν ἕν ποιεῖν, ἐπίπεδός τε οὐκ ἦν ὁ κόσμος — ἀπέχρη
            γὰρ ἂν αὐτῷ μία μεσότης — σφαιροειδὴς δέ, δυοῖν ἐδέησεν αὐτῷ μεσοτήτων εἰς συναρμογήν·
            διὰ τοῦτο πυρὸς ἐν μέσῳ καὶ γῆς ἀήρ τε καὶ ὕδωρ ἐτάχθη κατὰ τὸν τῆς ἀναλογίας τρόπον·
            ὥστε ὡς ἔχει πῦρ πρὸς ἀέρα, οὕτως ἔχειν ἀέρα τε πρὸς ὕδωρ καὶ τοῦτο πρὸς γῆν καὶ
            ἀνάπαλιν. τῷ δὲ μηδὲν ἔξωθεν ὑπολείπεσθαι καὶ μονογενῆ τὸν κόσμον ἐποίησε καὶ κατὰ τὸν
            ἀριθμὸν τῇ ἰδέᾳ εἰκασμένον μιᾷ οὔσῃ, πρός τε τούτοις ἄνοσον καὶ ἀγήρω, ἅτε αὐτῷ μηδενὸς
            προσιόντος τοῦ κηραίνειν πεφυκότος, αὐτάρκη τε καὶ οὐδενὸς ἔξωθεν δεόμενον· σχῆμα δ᾽
            αὐτῷ περιέθηκε τὸ σφαιροειδές, εὐμορφότατον <pb facs="platonisdialogi06plat_0214"/>σχημάτων καὶ πολυχωρότατον καὶ εὐκινητότατον· καὶ ἐπεὶ οὔτε ὁράσεως ἐδεῖτο οὔτε
            ἀκοῆς οὔτε μὴν ἄλλου τοιούτου τινός, οὐ προσῆψεν αὐτῷ τοιαῦτα ὄργανα πρὸς ὑπηρεσίαν,
            ἀφελόμενος δὲ τὰς λοιπὰς κινήσεις μόνην αὐτῷ δέδωκε τὴν κυκλοφορικήν, νοῦ καὶ φρονήσεως
            οἰκείαν ὑπάρχουσαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>