<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="5"><p rend="indent">Τῆς διαλεκτικῆς δὲ στοιχειωδέστατον ἡγεῖται πρῶτον μὲν τὸ τὴν οὐσίαν
            ἐπιβλέπειν παντὸς ὁτουοῦν, ἔπειτα περὶ τῶν συμβεβηκότων· ἐπισκοπεῖ δὲ αὐτὸ μὲν ὃ ἔστιν
            ἕκαστον ἢ ἄνωθεν διαιρετικῶς καὶ ὁριστικῶς ἢ κάτωθεν ἀναλυτικῶς, τὰ δὲ συμβεβηκότα καὶ
            ὑπάρχοντα ταῖς οὐσίαις ἢ ἐκ τῶν περιεομ́νων δι᾽ ἐπαγωγῆς ἢ ἐκ τῶν περιεχόντων διὰ
            συλλογισμοῦ· ὡς κατὰ λόγον εἶναι τῆς διαλεκτικῆς τὸ μὲν διαιρετικόν, τὸ δὲ ὁριστικόν,
            τὸ δὲ ἀναλυτικόν, καὶ προσέτι ἐπαγωγικόν τε καὶ συλλογιστικόν. διαίρεσις μὲν τοίνυν
            ἐστὶν ἡ μὲν γένους εἰς εἴδη τομή, ἡ δὲ ὅλου εἰς μέρη· ὡς ἡνίκα τέμνομεν τὴν ψυχὴν εἴς
            τε τὸ λογικὸν καὶ εἰς τὸ παθητικόν, καὶ αὐ πάλιν τὸ παθητικὸν εἴς τε τὸ θυμικὸν καὶ τὸ
            ἐπιθυμητικόν ἡ δὲ φωνῆς τομὴ εἰς σημαινόμενα, ὡς ὅταν ἕν καὶ ταὐτὸν ὄνομα εἰς πλείω
            πράγματα ἕλκηται· ἡ δὲ συμβεβηκότων εἰς ὑποκείμενα, ὡς ὅταν φῶμεν τῶν ἀγαθῶν τὰ μὲν περὶ
            ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ἡ δὲ ὑποκειμένων εἰς συμβεβηκότα, ὡς ὅταν φῶμεν τῶν
            ἀνθρώπων τοὺς μὲν ἀγαθοὺς εἶναι, τοὺς δὲ κακούς, τοὺς <pb facs="platonisdialogi06plat_0203"/>δὲ μέσους. τῇ τοίνυν τοῦ γένους πρῶτον εἰς εἴδη
            τομῇ χρῆσθαι δεῖ ὑπὲρ τοῦ διαγινώσκειν αὐτὸ ἕκαστον ὃ ἔστι κατὰ τὴνοὐσίαν· τοῦτο δὲ
            ἄνευ ὅρου οὐκ ἂν γένοιτο, ὁ δὲ ὅρος ἐκ δαιρέσεως γεννᾶται τοῦτον τὸν τρόπον· τοῦ
            μέλλοντος ὅρῳὑποπίπτειν πράγματος δεῖ τὸ γένος λαβεῖν, ὡς τοῦ ἀνθρώπου τὸ ζῶον,
            ἔπειτα τοῦτο τέμνειν κατὰ τὰς προσεχεῖς διαφορὰς κατιόντας μέχρι τῶν εἰδῶν, οἷον εἰς
            λογικὸν καὶ ἄλογον καὶ θνητὸν καὶ ἀθάνατον, ὥστε εἰ συντεθεῖεν αἱ προσεχεῖς διαφοραὶ
            τῷ γένει τῷ ἐξ αὐτῶν, ὅρον ἀνθρώπου γίνεσθαι. ἀναλύσεως δὲ εἴδη ἐστὶ τρία· ἡ μὲν γάρ
            ἐστιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πρῶτα νοητὰ ἄνοδος, ἡ δὲ διὰ τῶν δεικνυμένων καὶ
            ὑποδεικνυμένων ἄνοδος ἐπὶ τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις, ἡ δὲ ἐξ ὑποθέσεως
            ἀνιοῦσα ἐπὶ τὰς ἀνυποθέτους ἀρχάς. ἡ μὲν δὴ πρώτη τοιάδε τίς ἐστιν, οἷον ἂν ἀπὸ τοῦ περὶ
            τὰ σώματα καλοῦ μετίωμεν ἐπὶ τὸ ἐν ταῖς ψυχαῖς καλόν, ἀπὸ δὲ τούτου ἐπὶ τὸ ἐν τοῖς
            ἐπιτηδεύμασιν, εἶτα ἀπὸ τούτου ἐπὶ τὸ ἐν τοῖς νόμοις, εἶτ’ ἐπὶ τὸ πολὺ πέλαγος τοῦ
            καλοῦ, εἶτα οὕτω μετιόντες εὕροιμεν λοιπὸν τὸ αὐτὸ τοῦτο καλόν. τὸ δὲ δεύτερον εἶδος τῆς
            ἀναλύσεως τοιοῦτόν τί ἐστιν· ὑποτίθεσθαι δεῖ τὸ ζητούμενον καὶ θεωρεῖν, τίνα ἐστὶ
            πρότερα αὐτοῦ, καὶ ταῦτα ἀποδεικνύειν ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντα, ἕως ἄν
            ἔλθωμεν ἐπὶ τὸ πρῶτον καὶ ὁμολογούμενον, ἀπὸ τούτου δὲ ἀρξάμενοι ἐπὶ τὸ ζητούμενον
            κατελευσόμεθα συνθετικῷ τρόπῳ· οἷον ζητῶν, εἰ ἀθάνατός ἐστιν ἡ ψυχή, ὑποθέμενος τοῦτο
            ζητῶ, εἰ ἀεικίνητος, καὶ τοῦτο ἀποδείξας ζητῶ, εἰ τὸ ἀεικίνητον αὐτοκίνητον, καὶ πάλιν
            τοῦτο ἀποδείξας σκοπῶ, εἰ τὸ αὐτοκίνητον ἀρχὴ κινήσεως, εἶτα εἰ ἡ ἀρχὴ ἀγένητος, ὅπερ
            τίθεται ὡς ὁμολογούμενον, τοῦ ἀγενήτου καὶ ἀφθάρτου ὄντος· ἀφ᾽ οὗ ἀρξάμενος
            ἐναργοῦς ὄντος συνθήσω τοιαύτην ἀπόδειξιν· εἰ ἡ ἀρχὴ ἀγένητον καὶ ἄφθαρτον, ἀρχὴ
            κινήσεως τὸ αὐτοκίνητον, τὸ αὐτοκίνητον δὲ ψυχή, ἄφθαρτος ἄρα καὶ ἀγένητος καὶ ἀθάνατος
            ἡ ψυχή. ἡ δὲ ἐξ ὑποθέσεως ἀνάλυσίς ἐστι τοιαύτη· ὁ ζητῶν τι ὑποτίθεται αὐτὸ ἐκεῖνο, εἶτα
            τῷ ὑποτεθέντι σκοπεῖ τί ἀκολουθεῖ, καὶ μετὰ τοῦτο εἰ λόγον δέοι ἀποδιδόναι τῆς
            ὑποθέσεως, ἄλλην ὑποθέμενος ὑπόθεσιν ζητεῖ, εἰ τὸ πρότερον ὑποτεθὲν πάλιν ἐστὶν
            ἀκόλουθον ἄλλῃ ὑποθέσει, καὶ τοῦτο μέχρις οὗ ἂν ἐπί τινα ἀρχὴν ἀνυπόθετον ἔλθῃ ποιεῖ.
            ἐπαγωγὴ δέ ἐστι πᾶσα <pb facs="platonisdialogi06plat_0204"/>ἡ διὰ λόγων μέθοδος ἡ ἀπὸ
            τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετιοῦσα ἢ ἀπὸ τῶν καθέκαστα ἐπὶ τὰ καθόλου· χρησιμωτάτη δὲ
            ἡἐπαγωγὴ εἰς τὸ ἀνακινεῖν τὰς φυσικὰς ἐννοίας. </p></div><div type="textpart" subtype="chapter" n="6"><p rend="indent">Τοῦ δὲ λόγου, ὅν καλοῦμεν πρότασιν, δύο ἐστὶν εἴδη, τὸ μὲν κατάφασις,
            τὸ δὲ ἀπόφασις· κατάφασις μὲν τὸ τοιοῦτο· Σωκράτης περιπατεῖ· ἀπόφασις δὲ τὸ τοιοῦτο·
            Σωκράτης οὐ περιπατεῖ. τῆς δὲ ἀποφάσεως καὶ καταφάσεως ἡ μέν ἐστι αθόλο, ἡ δὲ ἐπὶ
            μέρους, ἐπὶ μέρους μὲν καταφατικὴ ἡ τοιαύτη· τὶς ἡδονὴ ἀγαθόν· ἀποφατικὴ δὲ τοιαύτη·
            τὶς ἡδονὴ οὐκἀγαών· καθόλου δὲ καταφατικὴ μὲν ἡ τοιαύτη· πᾶν τὸ αἰσχρὸν κακόν·
            ἀποφατικὴ δὲ ἡ τοιαύτη· οὐδὲν τῶν αἰσχρῶν ἀγαθόν. τῶν δὲ προτάσεων αἱ μὲν κατηγορικαί
            εἰσιν, αἱ δὲ ὑποθετικαί· κατηγορικαὶ μὲν αἱ ἁπλαῖ, οἷον· πᾶν δίκαιον καλόν· ὑποθετικαὶ
            δέ εἰσιν αἱ ἀκολουθίαν δηλοῦσαι ἢ μάχην. χρῆται δὲ ὁ Πλάτων καὶ τῇ τῶν συλλογισμῶν
            πραγματείᾳ ἐλέγχων τε καὶ ἀποδεικνύων, ἐλέγχων μὲν διὰ ζητήσεως τὰ ψευδῆ, ἀποεκνύων
            δὲ διά τινος διδασκαλίας τὰ ἀληθῆ. ἔστι δὲ ὁ συλλογισμὸς λόγος, ἐν ᾡ τεθέντων τινῶν
            ἕτερόν τι τῶν κειμένων δι᾽ αὐτῶν τῶν τεθέντων ἐξ ἀνάγκης συμβαίνει· τῶν δὲ συλλογισμῶν
            οἱ μέν εἰσι κατηγορικοί, οἱ δὲ ὑποθετικοί, οἱ δὲ μικτοὶ ἐκ τούτων· κατηγορικοὶ μέν, ὧν
            καὶ τὰ λήμματα καὶ τὰ συμπεράσματα ἁπλαῖ προτάσεις ὑπάρχουσιν, ὑποθετικοὶ δὲ οἱ ἐξ
            ὑποθετικῶν προτάσεων, μικτοὶ δὲ οἱ τὰ δύο συνειληφότες. χρῆται δὲ ὁ ἀνὴρ τοῖς μὲν
            ἀποδεικτικοῖς ἐν τοῖς ὑφηγητικοῖς διαλόγοις, τοῖς δὲ ἐνδόξοις πρὸς τοὺς σοφιστάς τε καὶ
            νέους, τοῖς δὲ ἐριστικοῖς πρὸς τοὺς ἰδίως λεγομένους ἐριστικούς, οἷον ὺθύδἡμον φέρε
            καὶ Ἱππίαν. τῶν δὲ κατηγορικοῶν σχημάτων ὄντων τριῶν, καὶ τοῦ μὲν πρώτου, ἐν ᾧ ὁ
            κοινὸς ὅρος τοῦ μὲν κατηγορεῖται, τῷ δὲ ὑπόκειται, τοῦ δὲ δευτέρου, ἐν ᾧ ὁ κοινὸς ὅρος
            ἀμφοτέρων κατηγορεῖται, τοῦ δὲ τρίτου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέροις ὑπόκειται (ὅρους
            δέ φημι τὰ μέρη τῶν προτάσεων, οἷον ἐπὶ τῆς· ὁ ἄνθρωπος ζῶον, τὸν ἄνθρωπον ὅρον φαμὲν
            καὶ τὸ ζῶον), καὶ κατὰ τὸ πρῶτον σχῆμα ἐρωτᾷ λόγους πολλάκις ὁ Πλάτων καὶ κατὰ τὸ
            δεύτερον καὶ τὸ τρίτον. κατὰ μὲν τὸ πρῶτον οὕτως ἐν Ἀλκιβιάδῃ· τὰ δίκαια καλά, τὰ
            καλὰ ἀγαθά, τὰ δίκαια ἄρα ἀγαθά· κατὰ δὲ τὸ δεύτερον <del>ὡς</del> ἐν Παρμενίδῃ οὕτως· ὃ μὴ ἔχει
            μέρη, οὔτε εὐθύ ἐστιν οὔτε <pb facs="platonisdialogi06plat_0205"/>στρογγύλον, τὸ
            μετέχον σχήματος ἢ εὐθύ ἐστιν ἢ στρογγύλον, ὃ ἄρα μὴ ἔχει μέρη, οὐδὲ σχήματος
            μετέχει· κατὰ δὲ τὸ τρίτον οὕτως ἐν τῷ αὐτῷ βιβλίῳ· τὸ μετέχον σχήματος ποιόν ἐστι, τὸ
            μετέχον σχήματος πεπεράτωται, τὶ ἄρα ποιὸν πεπεράτωται. τοὺς δὲ ὑποθετικοὺς ἐν πολλοῖς
            βιβλίοις εὑρήσομεν ἐρωτωμένους ὑπ᾽ αὐτοῦ, μάλιστα δ᾽ ἐν τῷ Παρμενίδῃ τοιούτους εὕροιμεν
            ἂν λόγους· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει· εἰ μήτε
            ἀρχὴν μήτε μέσον μήτε τελευτὴν ἔχει, οὐδὲ πέρας ἔχει· εἰ μὴ ἔχει πέρας, οὐδὲ σχήματος
            μετέχει· εἰ ἄρα μὴ ἔχει μέρη τὸ ἕν, οὐδὲ σχήματος μετέχει. κατὰ δὲ τὸ δεύτερον
            ὑποθετικὸν σχῆμα, ὃ οἱ πλεῖστοι τρίτον φασί, καθ᾽ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέροις τοῖς
            ἄκροις ἕπεται, οὕτως ἐρωτᾷ· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον· εἰ
            μετέχει σχήματος, ἢ εὐθύ ἐστιν ἢ στρογγύλον· εἰ ἄρα μὴ ἔχει μέρη, οὐ μετέχει σχήματος.
            καὶ μὴν καὶ κατὰ τὸ τρίτον σχῆμα, πρὸς τινῶν δὲ δεύτερον, καθ᾽ ὃ ὁ κοινὸς ὅρος
            ἀμφοτέρων ἡγεῖται, ἐν τῷ Φαίδωνι οὕτως ἐρωτᾷ δυνάμει· εἰ λαβόντες τὴν τοῦ ἴσου
            ἐπιστήμην μὴ ἐπιλελήσμεθα, ἐπιστάμεθα, εἰ δὲ ἐπιλελήσμεθα, ἀναμιμνησκόμεθα καὶ τῶν
            μικτῶν δὲ μέμνηται, τῶν μὲν ἐξ ἀκολουθίας κατασκευαστικῶν οὕτως· εἰ τὸ ἕν ὅλον ἐστὶ
            καὶπεπερασμένον, τοῦτο ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον καὶ σχήματο μετέχει· τὸ δὲ
            ἡγούμενον· τὸ ἄρα λῆγον. τῶν δὲ ἐξ ἀκολουθίας ἀνασκευαστικῶν οὕτω πως τὰς διαφορὰς κατὰ
            τοῦτο θεωρεῖσθαι. ὅταν οὖν τις ἀκριβῶς κατίδῃ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τὰς τῶν
            ἀνθρώπων διαφοράς, καὶ τὰ εἴδη τῶν λόγων, ἅ προσαρμόττει τῇδε ἢ τῇδε τῇ ψυχῇ, ὀξέως τε
            αἰσθάνεται καὶ ὁποῖος ὑπὸ τίνων λόγων καὶ ὁποίων πείθεσθαι δύνακαι, οὗτος, εἰ προσλάβοι
            καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν προςήκοντα, τέλεος ἔσται ῥήτωρ καὶ ἡ ῥητορικὴ αὐτοῦ
            δικαίως ἂν λέγοιτο ἐπιστήμη τοῦ εὖ λέγειν. καὶ τὴν τῶν σοφισμάτων δὲ μέθοδον εὕροιμεν
            ἂν ὑπὸ τοῦ Πλάτωνος ὑπογεγραμμένην ἐν τῷ Εὐθυδήμῳ, εἰ ἀκριβῶς ἐντύχοιμεν τῷ
            βιβλίῳ, ὥστε ἐν αὐτῷ ὑποδεδεῖχθαι, τίνα μὲν παρὰ τὴν φωνήν ἐστι σοφίσματα, τίνα δὲ παρὰ
            τὰ πράγματα, καὶ τὰς λύσεις αὐτῶν. καὶ μὴν τὰς δέκα κατηγορίας ἔν τε τῷ Παρμενίδῃ καὶ
            ἐν ἄλλοις ὑπέδειξε, τὸν ἐτυμολογικόν τε τόπον ὅλον ἐν τῷ Κρατύλῳ διεξέρχεται ἁπλῶς δὲ
            ἱκανώτατος ὁ ἀνὴρ καὶ θαυμαστὴς τῆς τε ὁριστικῆς <pb facs="platonisdialogi06plat_0206"/>καὶ διαιρετικῆς πραγματείας, αἵ πᾶσαι δεικνύουσι μάλιστα τὴν δύναμιν τῆς διαλεκτικῆς.
            τὰ δὲ ἐν τῷ Κρατύλῳ τοιοῦτον ἔχει νοῦν. ζητεῖ γάρ, πότερον φύσει τὰ ὀνόματά ἐστιν ἤ
            θέσει, ἀρέσκει δὲ αὐτῶ, θέσει ὑπάρχειν τὴν ὀρθότητα τῶν ὀνομάτων, οὐ μὴν ἁπλῶς οὐδὲ ὡς
            ἔτυχεν, ἀλλ᾽ ὥστε τὴν θέσιν γενέσθαι ἀκόλουθον τῇ τοῦ πράγματος φύσει· μὴ γὰρ ἄλλο τὴν
            ὀρθότητα εἶναι τοῦ ὀνόματος ἢ τὴν σύμφωνον τῇ φύσει τοῦ πράγματος θέσιν. μήτε γὰρ τὴν
            θέσιν τὴν ὁποιάνποτε τοῦ ̓νόματος αὐτάρκῆ ἂν εἶναι καὶ ἀποχρῶσαν πρὸς ὀρθότητα, μήτε
            τὴν φύσιν καὶ τὴν πρώτην ἐκφώνησιν, ἀλλὰ τὸ ἐξ ἀμφοῖν, ὥστε εἶναι παντὸς ὀνόματος κατὰ
            τὸ οἰκεῖον τῇ τοῦ πράγματος φύσει κείμενον· οὐ γὰρ δήπου ἂν τὸ τυχὸν τῷ τυχόντι τεθῇ,
            σημανεῖ τὸ ὀρθόν, οἷον ἵππον εἰ θείμεθα ἀνθρώπῳ ὄνομα. καὶ γάρ τοι τὸ λέγειν ἀκολουθία
            τίς ἐστι τῶν πράξεων, ὥστε οὐχ ὁ ὁπωσδήποτε λέγων ὀρθῶς ἂν λέγοι, ἀλλ᾽ εἰ οὕτω
            λέγοι, ᾗ τὰ πράγματα πέφυκεν· ἐπεὶ δὲ τοῦ λέγειν μέρος ἐστὶ τὸ ὀνομάζειν, ὡς καὶ τοῦ
            λόγου μέρος τὸ ὄνομα, τὸ ὀρθῶς καὶ μὴ όρθῶς̓νομάζειν οὐ κατὰ θέσιν ὁποιανοῦν γένοιτ᾽
            ἄν, ἀλλὰ κατὰ τὴν φυσικὴν τοῦ ὀνόματος οἰκειότητα πρὸς τὸ πρᾶγμα, καὶ οὗτος ἂν εἴη
            ὀνοματοθέτης ἄριστος, ὁ σημαίνων δι᾽ ὀνόματος τὴν φύσιν τοῦ πράγματος. ἔστι γὰρ τὸ
            ὄνομα ὄργανον πράγματος οὐχ ὃ ἔτυχεν, ἀλλὰ τὸ κατάλληλον τῇ φύσει· καὶ διὰ τούτου
            διδάσκομεν ἀλλήλους τὰ πράγματα καὶ διακρίνομεν αὐτά, ὥστε εἶναι τὸ ὄνομα διδασκαλικόν
            τι καὶ διακριτικὸν τῆς ἑκάστου οὐσίας ὄργανον, ὡς ἡ κερκὶς τοῦ ὑφάσματος. περὶ τὸ
            διαλεκτικὸν δὴ καὶ τοῦτο ὑπάρξει τὸ τοῖς ὀνόμασιν ὀρθῶς χρῆσθαι· ὡς γὰρ κερκίδι
            χρήσαιτ᾽ ἂν ὑφαντικὸς ἀνήρ, εἰδὼς αὐτῆς τὸ προσῆκον ἔργον, τέκτονος αὐτὴν
            δημιουργήσαντος, οὕτω καὶ ὁ διαλεκτικός, ὀνοματοθέτου θέντος τοὔνομα, χρήσαιτ᾽ ἂν αὐτῷ
            κατὰ τρόπον καὶ προσφόρως. καὶ γὰρ τοῦ τέκτονος μὲν τὸ ποιῆσαι πηδάλιον, κυβερνήτου δὲ
            τὸ χρήσασθαι καλῶς· οὕτω γάρ τοι καὶ αὐτὸς ὁ ὀνοματοθέτης καλῶς ἂν χρήσαιτο τῇ θέσει, εἰ
            ὡς διαλεκτικοῦ παρόντος ποιοῖτο τὴν θέσιν, τὴν φύσιν τῶν ὑποκειμένων ἐπισταμένου. </p></div><div type="textpart" subtype="chapter" n="7"><p rend="indent">Τὸ μὲν δὴ διαλεκτικὸν ἐπὶ τοσοῦτον ὑπογεγράφθω, ἑξῆς δὲ περὶ τοῦ
            θεωρητικοῦ λέγωμεν. τούτου τοίνυν τὸ μὶν εἴπομεν εἶναι θεολογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ
            μαθηματικόν· <pb facs="platonisdialogi06plat_0207"/>καὶ ὅτι τοῦ μὲν θεολογικοῦ τέλος ἡ
            περὶ τὰ πρῶτα αἴτια καὶ ἀνωτάτω τε καὶ ἀρχικὰ γνῶσις, τοῦ δὲ φυσικοῦ τὸ μαθεῖν, τίς ποτ᾽
            ἐστὶν ἡ τοῦ παντὸς φύσις καὶ οἷόν τι ζῶον ὁ ἄνθρωπος καὶ τίνα χώραν ἐν κόσμῳ ἔχων, καὶ
            εἰ θεὸς προνοεῖ τῶν ὅλων καὶ εἰ ἄλλοι θεοὶ τεταγμένοι ὑπὸ τούτῳ, καὶ τίς ἡ ἀνθρώπων πρὸς
            τοὺς θεοὺς σχέσις· τοῦ δὲ μαθηματικοῦ τὸ ἐπεσκέφθαι τὴν ἐπίπεδόν τε καὶ τριχῇ
            διεστηκυῖαν φύσιν, περί τε κινήσεως καὶ φορᾶς ὅπως ἔχει. προκείσθω δὲ ἡ τοῦ μαθηματικοῦ
            θεωρία ἐπὶ κεφαλαίων. αὕτη τοίνυν καὶ πρὸς ὀξύτητα διανοίας παρελήφθη ὑπὸ τοῦ Πλάτωνος,
            θήγουσα τὴν ψυχὴν καὶ πρὸς ἐπίσκεψιν τῶν ὄντων ἀκρίβειαν παρεχομένη· τό τε περὶ τοὺς
            ἀριθμοὺς ὄν μόριον τοῦ μαθηματικοῦ οὐχ ἥν ἔτυχεν οἰκειότητα ἐμποιεῖ πρὸς τὴν τοῦ ὄντος
            ἐπάνοδον, ἀλλὰ σχεδόν τι τῆς περὶ τὰ αἰσθητὰ πλάνης καὶ ἀγνοίας ἀπαλλάττει ἡμᾶς,
            συνεργοῦν πρὸς τὴν τῆς οὐσίας γνῶσιν, πρός τε πολέμους εὔθετον ̓πάρχει διὰ τὴν τῶν
            τακτικῶν θεωρίαν· τό γε μὴν κατὰ τὴν γεωμετρίαν ἐπιτηδειότατον καὶ αὐτὸ πρὸς τὴν τοῦ
            ἀγαθοῦ γνῶσιν, ὅταν γέ τις μὴ πράξεως ἕνεκεν μετίῃ γεωμερίαν, ἀλλὰ προσχρώμενος αὐτῇ
            ὡς ἐπὶ τὸ ὄν ἀεὶ ἀνιέναι καὶ μὴ διατρίβειν περὶ τὸ γινόμενον καὶ ἀπολλύμενον. καὶ μὴν ἡ
            στερεομετρία χρησμωτάτη· μετὰ γὰρ τὴν δευτέραν αὔξησιν ἀκόλουθος ἡ κατ᾽ αὐτὴν θεωρία
            τρίτην αὔξησιν ἔχουσα· χρήσιμον δὲ ὥσπερ τι τέταρτον μάθημα καὶ ἡ ἀστρονομία, καθ᾽ ἥν
            ἐν τῷ οὐρανῷ θεασόμεθα ἄστρων τε φορὰς καὶ οὐρανοῦ καὶ τὸν δημιουργὸν νυκτὸς καὶ ἡμέρας
            μηνῶν τε καὶ ἐνιαυτῶν· ἐξ ὧν κατά τινα οἰκείαν ὁδὸν καὶ τὸν ἁπάντων δημιουργὸν
            ζητήσομεν, μετιόντες ἀπὸ τούτων τῶν μαθημάτων ὥσπερ τινὸς ὑποβάθρας καὶ στοιχείων. καὶ
            μουσικῆς δὲ ἐπιμελησόμεθα, ἐπὶ τὰ αὐτὰ τὴν ἀκοὴν ἀναφέροντες· ὥσπερ γὰρ πρὸς
            ἀστρονομίαν ὄμματα συνέστηκεν, οὕτως ἀκοὴ πρὸς τὸ ἐναρμόνιον· καὶ ὥσπερ ἀστρονομίᾳ τὸν
            νοῦν προσέχοντες ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἀόρατον καὶ νοητὴν οὐσίαν ποδηγούμεθα, οὕτω
            καὶ τῆς ἐναρμονίου φωνῆς κατακούοντες ἀπὸ τῶν ἀκουστῶν ἐπὶ τὰ αὐτῷ τῷ νῷ θεωρούμενα κατὰ
            ταὐτὰ μεταβαίνομεν· ὡς εἰ μὴ οὕτω μετίοιμεν ταῦτα τὰ μαθήματα, ἀτελής τε καὶ ἀνόνητος
            καὶ οὐδέ̀ λόγου ἀξία ἡ περὶ τούτων σκέψις γένοιτ᾽ ἂν ἡμῖν. δεῖ γὰρ ὀξέως ἀπὸ τῶν
            ὁρατῶν καὶ ἀπὸ τῶν ἀκουστῶν μεταβαίνειν ἐπ᾽ . <pb facs="platonisdialogi06plat_0208"/>ἐκεῖνα, ἅ ἔστιν ἰδεῖν μόνῳ τῷ τῆς ψυχῆς λογισμῷ. ἔστι γὰρ ἡ τῶν μαθημάτων ἐπίσκεψις ὡς
            ἂν προοίμιόν τι πρὸς τὴν τῶν ὄντων θεωρίαν· ἐφιέμεναι γὰρ τοῦ ὄντος λαμβάνεσθαι
            γεωμερία τε καὶ ἀριθμητικὴ καὶ αἱ ταύταις ἑπόμεναι ὀνειρώττουσι μὲν περὶ τὸ ̓́ὄν, ὕπαρ
            δὲ αὐτὸ ἀδυνατοῦσιν ἰδεῖν, ἀγνοοῦσαι τάς τε ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν συγκείμενα,
            οὐδὲν δὲ ἧττον χρησιμώταται οὖσαι τυγχάνουσι κατὰ τὰ εἰρημένα. ὅθεν οὐδὲ ἐπιστήμας ταῦτα
            τὰ μαθήματα ἔφησεν ὁ Πλάτων· ἡ μέντοι διαλεκτικὴ μέθοδος ἀπὸ τῶν γεωμετρικῶν ὑποθέσεων
            ἐπὶ τὰ πρῶτα καὶ ἀρχικὰ καὶ ἀνυπόθετα ἀνιέναι πέφυκεν· ὅθεν τὴν μὲν διαλεκτικὴν
            ἐπιστήμην προσεῖπε, τὰ δὲ μαθήματα οὔτε δόξαν διὰ τὸ ἐναργέστερα εἶναι τῶν αἰσθητῶν,
            οὔτε ἐπιστήμην διὰ τὸ ἀμυδρότερα εἶναι τῶν πρώτων νοητῶν· ἀλλὰ δόξαν μὲν τῶν σωμάτων
            φησίν, ἐπιστήμην δὲ τῶν πρώτων, διάνοιαν δὲ τῶν μαθημάτων. τίθεται δὲ τὶ καὶ πίστιν καὶ
            εἰκασίαν, τούτων δὲ τὴν μὲν πίστιν τῶν αἰσθητῶν, τὴν δὲ εἰκασίαν τῶν εἰκόνων καὶ
            εἰδώλων· ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἰσχυρότατον τῶν μαθημάτων, ἅτε καὶ περὶ τὰ θεῖα καὶ βέβαια
            γινομένη, διὰ τοῦτο καὶ ἀνωτέρω τῶν μαθημάτων τάττεται, ὥσπερ θριγκός τις ὑπάρουσα ἤ
            φυλακὴ τῶν λοιπῶν. </p></div><div type="textpart" subtype="chapter" n="8"><p rend="indent">Μετὰ δὲ ταῦτα ἑπομένως περὶ τῶν ἀρχῶν τε καὶ τῶν θεολογικῶν λέγωμεν
            θεωρημάτων, ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχόμενοι καὶ ἀπ᾽ αὐτῶν κατιόντες καὶ ἐπισκοποῦντες
            τὴν τοῦ κόσμου γένεσιν, τελευτῶντες δὲ εἰς ἀνθρώπων γένεσιν καὶ φύσιν. καὶ πρῶτόν γε
            περὶ ὕλης λέγωμεν. ταύτην τοίνυν ἐκμαγεῖόν τε καὶ πανδεχὲς καὶ τιθήνην καὶ μητέρα καὶ
            χώραν ὀνομάζει καὶ ὑποκείμενον ἁπτόν τε μετ᾽ ἀναισθησίας καὶ νόθῳ λογισμῷ ληπτόν·
            ἰδιότητα δὲ ἔχειν τοιαύτην, ὥστε πᾶσαν γένεσιν ὑποδέχεσθαι τιθήνης λόγον ἐπέχουσαν τῷ
            φέρειν αὐτὰς καὶ ἀναδέχεσθαι μὲν αὐτὴν πάντα τὰ εἴδη, αὐτὴν δὲ καθ᾽ αὑτὴν ἄμορφόν τε
            ὑπάρχειν καὶ ἄποιον καὶ ἀνείδεον, ἀναματτομένην δὲ τὰ τοιαῦτα καὶ ἐκτυπουμένην καθάπερ
            ἐκμαγεῖον καὶ σχηματιζομένην ὑπὸ τούτων, μηδὲν ἴδιον σχῆμα ἔχουσαν μηδὲ ποιότητα. οὐ
            γὰρ γένοιτ᾽ ἄν τι εὖ παρεσκευασμένον πρὸς ποικίλας ἐκτυπώσεις καὶ μορφάς, εἰ μὴ ἄποιον
            αὐτὸ ὑπάρχοι καὶ ἀμέτοχον ἐκείνων τῶν εἰδῶν, ἅ δεῖ αὐτὸ δέξασθαι· ὁρῶμεν δὲ καὶ τοὺς τὰ
            ἀλείμματα ἐξ ἐλαίου κατασκευάζοντας τὰ εὐώδη <pb facs="platonisdialogi06plat_0209"/>ἀνοσμοτάτῳ τούτῳ χρωμένους, καὶ τοὺς τὰς μορφὰς δημιουργεῖν βουλομένους ἐκ κηροῦ ἤ
            πηλοῦ προλεαίνοντας ταῦτα καὶ ὡς ἐνδέχεται ἀσχημάτιστα παρέχοντας. προσήκει δὴ καὶ τῇ
            πανδεχεῖὐλη, εἰ μέλλει κατὰ πᾶν δέχεσθαι τιὰ εἴδη, τῷ μηδεμίαναὐτωἀν φύσιν ἔχειν
            ὑποκεῖσθαι, ἀλλ᾽ ἄποιόν τε εἶναι καὶ ἀνείδεος πρὸς ὑποδοχὴν τῶν εἰδῶν· τοιαύτη δ᾽
            οὖσα οὔτε σῶμα ἂν εἴη οὔτε ἀσώματον, δυνάμει δὲ σῶμα, ὡς καὶ τὸν χαλκὸν ὑπακούομεν
            δυνάμει ἀνδριάντα, διότι τὸ εἶδος δεξάμενος ἀνδριὰς ἔσται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>