<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="29"><p rend="indent">Θείου δὲ χρήματος τῆς ἀρετῆς ὑπαρχούσης, αὐτὴ μέν ἐστι διάθεσις ψυχῆς
            τελεία καὶ βελτίστη, εὐσχήμονα καὶ σύμφωνον καὶ βέβαιον παρέχουσα τὸν ἄνθρωπον ἐν τῷ
            λέγειν καὶ πράττειν καθ᾽ ἑαυτὸν καὶ πρὸς ἄλλους· τὰ δὲ εἴδη αὐτῆς λογικαί, αἱ δὲ περὶ
            τὸ ἄλογον ψυχῆς μέρος συνιστάμεναι, οἷον ἀνδρία καὶ σωφροσύνη, περὶ μὲν τὸ θυμικὸν τῆς
            ἀνδρίας συνισταμ́νης, περὶ δὲ τὸ ἐπιθυμητικὸν τῆς σωφροσύνης. ἑτέρου γὰρ ὄντος τοῦ τε
            θυμικοῦ καὶ τοῦ <add>ἐπιθυμητικοῦ καὶ τοῦ</add> λογιστικοῦ, διάφορος ἂν εἴη καὶ ἡ ἑκάστου
            τελειότης· τοῦ μὲν δὴ λογιστικοῦ μέρους τελειότης ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμικοῦ ἡ
            ἀνδρία, τοῦ δὲ ἐπιθυμητικοῦ ἡ σωφροσύνη. ἡ μὲν δὴ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ
            κακῶν καὶ οὐδετέρων, ἡ δὲ σωφροσύνη τάξις περὶ τὰς ἐπιθυμίας καὶ τὰς ὀρέξεις καὶ τὴν
            εὐπείθειαν αὐτῶν πρὸς τὸ ἡγεμονικόν, τοῦτο δὲ εἴη ἂν τὸ λογιστικόν· ὅταν δὲ φῶμεν τάξιν
            τινὰ εἶναι καὶ εὐπείθειαν τὴν σωφροσύνην, τοιοῦτόν τι παρίσταμεν, ὅτι δύναμίς τίς
            ἐστι, καθ᾽ ἣν τεταγμένως καὶ εὐπειθῶς ἔχουσιν αἱ ὀρέξεις πρὸς τὸ φύσει δεσποτικόν,
            τουτέστι τὸ λογιστικόν. ἡ δὲ ἀνδρία ἐστὶ δόγματος ἐννόμου σωτηρία <add>περὶ τοῦ</add> δεινοῦ
            τε καὶ μὴ δεινοῦ, τουτέστι διασωστικὴ δύναμις δόγματος ἐννόμου. ἡ δὲ δικαιοσύνη ἐστὶ
            συμφωνία τις τούτων πρὸς ἄλληλα, δύναμις οὖσα, καθ᾽ ἣν ὁμολογεῖ καὶ συμφωνεῖ πρὸς ἄλληλα
            τὰ τρία μέρη τῆς ψυχῆς καὶ ἕκαστον πρὸς τῷ οἰκείῳ γίνεται καὶ ἐπιβάλλοντι <del>τε καὶ</del> κατ᾽
            ἀξίαν, ὡς ἂν παντέλειά τις οὖσα τῶν τριῶν ἀρετῶν, φρονήσεως, ἀνδρίας, σωφροσύνης·
            ἄρχοντος μὲν τοῦ λογισμοῦ, τῶν <pb facs="platonisdialogi06plat_0229"/>δὲ λοιπῶν μερῶν
            τῆς ψυχῆς κατ᾽ οἰκείαν ἰδιότητα κατεσταλμένων ὑπὸ τοῦ λογισμοῦ καὶ πειθηνίων αὐτῷ
            γεγενημένων, ὅθεν καὶ ἀντακολουθεῖν ἡγητέον τὰς ἀρετάς. ἡ γὰρ ἀνδρία δόγματος ἐννόμου
            διασωστικὴ ὑπάρχουσα λόγου ὀρθοῦ διασωστική ἐστι, τὸ γὰρ ἔννομον δόγμα ὀρθός τίς ἐστι
            λόγος· ὁ δὲ ὀρθὸς λόγος ἀπὸ φρονήσεως γίνεται, καὶ μὴν καὶ ἡ φρόνησις μετὰ ἀνδρίας
            ὑφίσταται· ἐπιστήμη γάρ ἐστιν ἀγαθῶν· οὐδεὶς δὲ δύναται τὸ ἀγαθὸν ὁρᾷν ὑπὸ δειλίας
            ἐπισκοτούμενος καὶ τῶν συναολουούντων τῇ δειλίᾳ παθῶν, παραπλησίως οὐδὲ μετὰ ἀκολασίας
            φρόνιμός τις δύναται εἶναι, καὶ καθόλου ἐάν τις διὰ τοῦ ἡττᾶσθαι ὑπὸ πάθους ποιῇ τι παρὰ
            τὸν ὀρθὸν λόγον, ὑπὸ ἀμαθίας καὶ ἀφροσύνης τοῦτο πάσχειν φησὶν αὐτὸν ὁ Πλάτων· ὥστε οὐκ
            ἂν δύναιτό τις φρόνησιν ἔχειν ἀκόλαστος ὢν καὶ δειλός. ἀχώριστοι οὖν εἰσὶν αἱ ἀρεταὶ
            ἀλλήλων αἱ τέλειαι. </p></div><div type="textpart" subtype="chapter" n="30"><p rend="indent">Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυΐαι καὶ προκοπαὶ πρὸς ταύτην,
            ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. οὕτω γοῦν καὶ
            στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς ὄντας ἄφρνας
            ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον
            ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ
            ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ᾽ οὐδὲ συνέπονται αἱ κακίαι
            ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. οὕτω γὰρ ἔχει
            θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ
            ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας
            τὰς τοῦ σώματος κακίας ἐν ἑαυτῷ, παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μήτε φαύλην
            μήτε σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. τοὺς γὰρ ἐφ᾽
            ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ᾽ ἀρετὴν
            μεταβῆναι· πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίων ἡγητέον καὶ
            τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ
            λογιστικῷ, ἀφ᾽ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ.
            αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν
            ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον <pb facs="platonisdialogi06plat_0230"/>αὐταῖς, ἐξ ἔθους
            ἐγγινόμεναι καὶ ἀσκήσεως· καὶ ἐπεὶ οὔτε ἐπιστήμη οὔτε τέχνη ἐν ἄλλῳ μέρει
            τῆς ψυχῆς συνίσταται ἢ ἐν μόνῳ τῷ λογιστικῷ, αἱ μὲν περὶ τὸ παθητικὸν ἀρεταὶ οὐχ
            ὑπάρχουσι διδακταί, ὅτι μήτε τέχναι μήτε ἐπιστῆμαι εἰσιν· οὐδὲ γὰρ ἴδιον θεώρημα
            ἔχουσιν· ἡ μέντοι φρόνησις, ἐπιστήμη ὑπάρχουσα, τὰ οἰκεῖα ἑκάστῃ ἐνδίδωσιν, ὡς καὶ ὁ
            κυβερνήτης τοῖς ναύταις τινὰ ὑπαγορεύει ὑπ᾽ αὐτῶν μὴ ὁρώμενα, οἱ δὲ πείθονται αὐτῷ· ὁ
            δὲ αὐτὸς λόγος καὶ ἐπὶ στρατιώτου καὶ ἐπὶ στρατηγοῦ. ἐπιτεινομένων δὲ καὶ ἀνιεμένων τῶν
            κακιῶν, οὐδὲ τὰ ἁμαρτήματα ἴσα ἂν εἴη, ἀλλὰ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, οἷς ἀκολούθως
            καὶ παρὰ τῶν νομοθετῶν τὰ μὲν μᾶλλον κολάζεται, τὰ δὲ ἧττον. καίτοι γε ἀκρότητες αἱ
            ἀρεταὶ ὑπάρχουσαι διὰ τὸ τέλειαι εἶναι καὶ ἐοικέναι τῷ εὐθεῖ, κατ᾽ ἄλλον τρόπον
            μεσότητες ἂν εἶεν, τῷ ὁρᾶσθαι περὶ πάσας ἢ τάς γε πλείστας καθ᾽ ἑκάστην ἑκατέρωθεν
            δύο κακίας, τὴν μὲν καθ᾽ ὑπερβολήν, τὴν δὲ κατ᾽ ἔνδειαν, ὡς ἐπὶ τῆς ἐλευθεριότητος
            ὁρᾶται ἐπὶ θάτερα μὲν μικρολογία, ἐπὶ θάτερα δὲ ἀσωτία. γίνεται γὰρ ἐν τοῖς πάθεσιν
            ἀμετρία κατὰ τὸ ὑπερβάλλειν τὸ προσῆκον ἢ ἐλλείπειν· οὔτε γὰρ ὁ μηδὲ γονέων ὑβριζομένων
            ὀργιζόμενος ἀπαθὴς ἄν τις εἴη, οὔτε ὁ ἐπὶ πᾶσι καὶ τοῖς τυχοῦσι μετριοπαθής, ἀλλὰ πᾶν
            τοὐναντίον· πάλιν δὲ ὁμοίως γονέων τελευτησάντων ὁ μὲν μὴ λυπούμενος σπάθης, ὁ δ᾽ ὥστε
            καὶ καταφθίνειν ὑπὸ τῆς λύπης, ὑπερπαθής τε καὶ ἀμετροπαθής, ὁ δὲ λυπούμενος μέν,
            μετρίως δὲ τοῦτο πτάσχων, μετριοπαθής. καὶ μὴν ὁ πάντα φοβούμενος, καὶ πέρα τοῦ
            μετρίου, δειλός, ὁ δὲ μηδὲν φοβούμενος θρασύς, ἀνδρεῖος δὲ ὁ μετρίως ἔχων περί τε θάρρη
            καὶ φόβους· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ μὲν μέτριον ἐν τοῖς πάθεσι τὸ
            βέλτιστόν ἐστιν, οὐκ ἄλλο δέ ἐστι τὸ μέτριον ἢ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως, διὰ
            τοῦτο διὰ μεσότητος αἱ τοιαῦται ἀρεταί, διότι μέσως ἔχοντας ἡμᾶς ἐν τοῖς πάθεσι
            παρέχονται. </p></div><div type="textpart" subtype="chapter" n="31"><p rend="indent">Ἐπεὶ δὲ καί, εἴ τι ἄλλο ἐφ᾽ ἡμῖν ἐστὶ καὶ ἀδεσπτον, καὶ ἡ ἀρετὴ τοιοῦτον
            ὑπάρχει — οὐδὲ γὰρ ἂν ἐπαινετὸν ἦν τὸ καλόν, εἰ ἐκ φύσεως ἤ τινος θείας μοίρας
            παρεγένετο — καὶ ἑκούσιον ἂν εἴη ἡ ἀρετή, καθ᾽ ὁρμήν τινα συνισταμένη διάπρον καὶ
            γενναίαν καὶ ἔμμονον· τῷ δὴ τὴν ἀρετὴν ἑκούσιον εἶναι ἕπεται τὸ τὴν κακίαν ἀκούσιον
            ὑπάρχειν. τίς γὰρ ἂν ἑκὼν ἐν τῷ καλλίστῳ ἑαυτοῦ μέρει καὶ τιμιωτάτῳ ἕλοιτο ἔχειν τὸ
            μέγιστον <pb facs="platonisdialogi06plat_0231"/>τῶν κακῶν; εἰ δέ τις ἐπὶ κακίαν
            ὁρμᾷ, πρῶτον μὲν οὐχ ὡς ἐπὶ κακίαν αὐτὴν ὁρμήσει, ἀλλ᾽ ὡς ἐπ᾽ ἀγαθόν· εἰ δὲ
            καὶ παραγίνεταί τις ἐπὶ κακίαν <del>πάντως ὁ τοιοῦτος ἐξηπάτηται</del> ὡς δι᾽ ἐλάττονός τινος
            κακοῦ ἀποικονομησόμενος μεῖζον ἀγαθόν, καὶ ταύτῃ ἀκουσίως ἐλεύσεται· ἀδύνατον γὰρ ὁρμᾷν
            τινὰ ἐπὶ κακὰ βουλόμενον ἔχειν αὐτά, οὔτε ἐλπίδι ἀγαθοῦ οὔτε φόβῳ μείζονος κακοῦ.
            καὶ ὅσα δὴ ἀδικεῖ ὁ φαῦλος, ἀκούσια ὑπάρχει· τῆς γὰρ ἀδικίας ἀκουσίου οὔσης, πολὺ
            μᾶλλον τὸ ἀδικεῖν ἀκούσιον ἂν εἴη, ὅσῳ καὶ μεῖζον κακὸν ἂν τυγχάνοι τὸ ἐνεργεῖν αὐτὸν
            κατὰ ἀδικίαν τοῦ ἔχειν αὐτὴν ἠρεμοῦσαν. καίτοι δὲ ἀκουσίων ὄντων τῶν ἀδικημάτων,
            κολαστέον τοὺς ἀδικοῦντας καὶ διαφόρως· αἵ τε γὰρ βλάβαι διάφοροι, καὶ τὸ ἀκούσιον ἐν
            ἀγνοίᾳ τινὶ ἢ πάθει κεῖται, ἅπαντα δὲ τὰ τοιαῦτα ἔξεστιν ἀποτρίψασθαι καὶ λόγῳ καὶ
            ἤθεσιν ἀστείοις καὶ μελέτη. τοσοῦτον δὲ κακὸν ἀδικία, ὥστε φευκτότερον εἶναι τὸ ἀδικεῖν
            τοῦ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηροῦ ἔργον, τὸ δὲ ἀδικεῖσθαι πάθος ἀσθενοῦς. αἰσχρὸν
            μὲν δὴ ἑκάτερον, τὸ δὲ ἀδικεῖν τοσούτῳ κάκιον, ὅσῳπερ καὶ αἴσχιον· λυσιτελεῖ δὲ τῷ
            ἀδικοῦντι ὑποσχεῖν δίκην, ὡς καὶ τῷ νενοσηκότι ὑποσχεῖν ἰατρῷ τὸ σῶμα εἰς θεραπείαν·
            πᾶσα γὰρ κόλασις ἰατρεία τίς ἐστιν ἡμαρτηκυίας ψυχῆς. </p></div><div type="textpart" subtype="chapter" n="32"><p rend="indent">Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνονται, διοριστέον καὶ περὶ τοῦ
            πάθους, ὁποῖόν τι ὑπάρχει. ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ᾽
            ἀγαθῷ. ἄος μὲν οὖν εἴρηται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ δόξαι, ἀλλὰ τῶν ἀλόγων
            τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα
            ἔργα οὐδὲ ἐφ᾽ ἡμῖν. ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτείνουσιν· ἔσθ᾽
            ὅτε δὲ καὶ γινώσκοντες, ὅτι οὐ λυπηρὰ τὰ προσπεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν
            ἧττον ἀγόμεθα ὑπ᾽ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ 
            ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. ἐπ᾽ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ,
            ἐπειδὴ κατ᾽ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται
            ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. ἀγαθὸν γὰρ ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα,
            ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ
            μέλλον φοβούμεθα. ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη, <pb facs="platonisdialogi06plat_0232"/>τἆλλα δὲ ἐκ τούτων πέπλασται. οὐ γὰρ συναριθμητέον
            τούτοις φόβον καὶ ἐπιθυμίαν ὡς ἀρχικὰ ὑπάρχοντα καὶ ἁπλᾶ. ὅ τε γὰρ φοβούμενος οὐ
            παντελῶς ἐστέρηται ἡδονῆς· οὐδὲ γὰρ τόν τυχόντα ἄν τις διαγένοιτο χρόνον, ἀπογινώσκων
            ἀπαλλαγὴν ἢ κουφισμὸν τοῦ κακοῦ· πλεονάζει μέντοι ἐν τῷ λυπεῖσθαι καὶ ὀχλεῖσθαι, καὶ
            διὰ τοῦτο συνῆπται τῇ λύπῃ· ὅ τε ἐπιθυμῶν ἐν προσδοκίᾳ μένων τοῦ τεύξεσθαι ἥδεται,
            οὐ παντελῶς δὲ θαρρῶν οὐδ᾽ ἔχων βέβαιον τὴν ἐλπίδα ἄχθεται. ἐπιθυμίας δὴ καὶ φόβου μὴ
            ὄντων ἀρχικῶν, ἀνενδοιάστως συγχωρηθήσεται τὸ μηδὲ τῶν ἄλλων παθῶν τι ἁπλοῦν εἶναι,
            οἷον ὀργὴν λέγω καὶ πόθον καὶ ζῆλον καὶ ὅσα τοιαῦτα· ἐν τούτοις γὰρ ἐνορᾶται ἡδονὴ καὶ
            λύπη ὡς ἂν ἐκ τούτων μεμιγμένοις. τῶν δὲ παθῶν τὰ μέν ἐστιν ἄγρια, τὰ δὲ ἥμερα· καὶ
            ἥμερα μὲν ὅσα κατὰ φύσιν ὑπάρχει τῷ ανθρώπῳ ἀναγκαῖά τε καὶ οἰκεῖα· οὕτω δ᾽ ἔχει,
            ἕως ἂν σύμμετρα ὑπάρχῃ· προσελθούσης δ᾽ αὐτοῖς ἀμετρίας, ἡμαρτημένα ὑπάρξει. τοιαῦτά
            ἐστιν ἡδονή, λύπη, θυμός, ἔλεος, αἰσχύνη· οἰκεῖον γὰρ τὸ ἡσθῆναι ἐπὶ τοῖς κατὰ φύσιν,
            λυπηθῆναι δὲ ἐπὶ τοῖς ἐναντίοις· καὶ ὁ μὲν θυμὸς πρὸς τὸ ἀμύνεσθαι καὶ τιμωρεῖσθαι τοὺς
            ἐχθροὺς ἀναγκαῖος, ὁ δὲ ἔλεος οἰκεῖος φιλανθρωπίᾳ, αἰσχύνη δὲ πρὸς ἀναχώρησιν ἀπὸ
            τῶν αἰσχρῶν ἐπιτήδειος. ἄλλα δ᾽ ἄγριά ἐστι πάθη, ἅπερ παρὰ φύσιν ἐστίν, ἐκ
            διαστροφῆςσυσάντα καὶ ἐθῶν μοχθηρῶν· ταῦτα δ᾽ ὑπάρχει γέλως καὶἐπιχαιρεκακία καὶ
            μισανθρωπία, ἃ καὶ ἐπιτεινόμενα καὶ ἀνιέμενα καὶ ὁπωσποτοῦν ἔχοντα διημαρτημένα ὄντα
            τυγχάνει, μετριότητα μὴ δεχόμενα. περὶ δὲ ἡδονῆς καὶ λύπης φησὶν ὁ Πλάτων, ὅτι ταῦτα τὰ
            πάθη φύσει πως ἀρχῆθεν ἐν ἡμῖν κινηθέντα φέρεται, τῆς μὲν λύπης καὶ τῆς ἀλγηδόνος
            ἐπιγινομένων παρὰ φύσιν κινουμένοις, τῆς δὲ ἡδονῆς εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένοις·
            οἴεται δὲ κατὰ φύσιν κατάστημα εἶναι τὸ μέσον ἀλγηδόνος τε καὶ ἡδονῆς, οὐθετέρῳ ἐκείνων
            ὂν τὸ αὐτό, ἐν ᾧ καὶ τὸν πλείω χρόνον ὑπάρχομεν. διδάσκει δὲ καὶ διότι πολλά ἐστιν εἴδη
            ἡδονῶν, τὰ μὲν διὰ τοῦ σώματος, τὰ δὲ διὰ τῆς ψυχῆς· τῶν δὲ ἡδονῶν τὰς μὲν μίγνυσθαι
            τοῖς ἐναντίοις, τὰς δὲ παραμένειν καθαράς τε καὶ εἱλικρινεῖς· καὶ τὰς μὲν
            ἀναμνηστικάς, τὰς δὲ μετ᾽ ἐλπίδος γινομένας· καὶ τὰς μὲν αἰσχράς, ὅσαι ἀκόλαστοί τε
            καὶ μετὰ ἀδικίας, τὰς δὲ μετρίας καὶ ἁμωσγέπως μετεχούσας τοῦ ἀγαθοῦ, οἷον τήν τε
            εὐφροσύνην τὴν ἐπὶ τοῖς ἀγαθοῖς καὶ τὰς <pb facs="platonisdialogi06plat_0233"/>ἐν ταῖς
            ἀρεταῖς ἡδονάς. πεφυκυιῶν δὲ πολλῶν ἀδοκίμωνηδονῶν, οὐ ζητητέον εἰ τῶν ἁπλῶς ἀγαθῶν
            δύναται εἶναι· ἐξίτηλος γὰρ φαίνεται καὶ οὐδενὸς ἀξία, ἐπιγεννηματικὴ τῇ φύσει ὑπάρχουσα
            καὶ οὐδὲν οὐσιῶδες οὐδὲ προηγούμενον ἔχουσα, συνυπάρχουσα δὲ τῷ ἐναντίῳ·
            μίγνυται γὰρ ἡδονὴ καὶ λύπη, οὐκ ἂν δὲ συνέβαινε τοῦτο, εἰ τὸ μὲν ἁπλῶς ἦν ἀγαθόν,
            θάτερον δὲ κακόν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>