<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:21-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:21-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="21"><p rend="indent">Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς,
            οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ
            θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγγενὲς σπεύδει· καὶ καθ᾽ ὃ ἂν
            μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ
            κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται. </p></div><div type="textpart" subtype="chapter" n="22"><p rend="indent">Νόσων δὲ αἰτίας εἶναι πολλάς· πρῶτον μὲν τὴν τῶν στοιχείων ἔνδειαν καὶ
            ὑπερβολὴν μετάστασίν τε εἰς ἄλλους οὐκ οἰκείους τόπους· δεύτερον δὲ τὴν τῶν ὁμογενῶν
            ἀνάπαλιν γένεσιν, οἷον ἐκ σαρκὸς εἰ γένοιτο αἷμα ἢ χολὴ ἢ φλέγμα· πάντα γὰρ ταῦτα οὐδὲν
            ἄλλο ἢ σύντηξιν εἶναι. τὸ γὰρ φλέγμα ὑπάρχειν νέας σαρκὸς σύντηξιν· ἱδρῶτα δὲ καὶ τὸ
            δάκρυον ὥσπερ ὀρόν τινα φλέγματος· τὸ δὲ φλέγμα ἔξω μὲν ἀπολειφθὲν λεύκας καὶ ἀλφοὺς
            ἀπογεννᾷ, εἴσω δὲ κερασθὲν χολῇ μελαίνῃ τὴν καλουμένην ἱερὰν νόσον ἐπάγει, τὸ δὲ ὀξὺ
            καὶ ἁλμυρὸν φλέγμα τῶν ἐν ῥύσει παθῶν αἴτιον· πάντα δὲ τὰ <pb facs="platonisdialogi06plat_0222"/>φλεγμαίνοντα ὑπὸ χολῆς τοῦτο πέπονθε· τὰ γὰρ μυρία
            πάθη καὶ πολύτροπα χολή τε καὶ φλέγμα ἀπεργάζεται. τὸν μὲν δὴ συνεχῆ πυρετὸν γίνεσθαι
            τοῦ πυρὸς πλεονάσαντος, τὸν δὲ ἀμφημερινὸν τοῦ ἀέρος, τριταῖον δὲ ὕδατος, τεταρταῖον δὲ
            γῆς. ἑξῆς δὲ περὶ ψυχῆς ῥητέον, ἐντεῦθέν ποθεν ἀναλαβόντας τὸν λόγον, εἰ καὶ δόξομεν
            παλιλογεῖν. </p></div><div type="textpart" subtype="chapter" n="23"><p rend="indent">Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ
            πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δμιουργοῦντες θεοὶ δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ
            μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴκισαν ἐπὶ
            τοῦ σώματος ἐπὶ τῆς οἷονἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε
            ἀπονείμαντες αὐτῷ τὴν κεφαλήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ
            ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν
            οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν
            ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι
            οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε
            καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγͅπαραπλήσιον, ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία
            κατὰ τὴν ζέσιν τοῦ θυμοῦ, τὸ δὲ ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ
            πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ
            τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ
            τοῦ νοῦ φερομένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ
            παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν
            δέχεσθαι </p></div><div type="textpart" subtype="chapter" n="24"><p rend="indent">Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη
            αὐτῆς τόποις ἰδίοις διανενέμηται, μάθοιμεν ἂν ἐντεῦθεν. πρῶτον μὲν δὴ τὰ φύσει
            χωριζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ λογιστικόν, εἴ γε τὸ μὲν
            περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ
            ζῶα ὄντος. ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν καὶ τὸ λογιστικὸν καὶ
            τόποις ὀφείλει κεχωρίσθαι. εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε <pb facs="platonisdialogi06plat_0223"/>αὐτοῦ τινὸς πρὸς αὑτὸ μάχεσθαι δυναμένου οὔτε τῶν
            ἐναντιουμένων πρὸς ἄλληλα περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον δυναμένων συστῆναι. ὁρᾶται
            δέ γε ἐπὶ μὲν τῆς Μηδείας ὁ θυμὸς λογισμῷ μαχόμενος· λέγει γοῦν τὸ <lb/><quote rend="blockquote">καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακά, <lb/>θυμὸς δὲ κρείσσων τῶν ἐμῶν
              βουλευμάτων· </quote><lb/>ἐπὶ δὲ τοῦ Λαΐου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ
            μαχομένη· λέγει γὰρ οὕτως· <lb/><quote rend="blockquote">αἲ αἲ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις
              κακόν, <lb/>ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. </quote><lb/>ἔτι δὲ τὸ ἕτερον εἶναι
            τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ
            λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ τῆς τοῦ ἔθους
            ἀσκήσεως. </p></div><div type="textpart" subtype="chapter" n="25"><p rend="indent">Τὴν δὲ ψυχὴν ἀθάνατον ἀποφαίνει τοῦτον ἐπιὼν τὸν τρόπον. ἡ ψυχὴ ὅτῳ ἂν
            προσγένηται, ἐπιφέρει τούτῳ τὸ ζῇν ὡς σύμφυτον ὑπάρχον ἑαυτῇ· τὸ δὲ ἐπιφέρον τινὶ
            τὸ ζῇν ἀνπίδεκτόν ἐστι θανάτου· τὸ δὲ τοιοῦτον ἀθάνατον. εἰ δὲ ἀθάνατον ἡ ψυχή, καὶ
            ἀνώλεθρον ἂν εἴη· ἀσώματος γάρ ἐστινοὐσια, ἀμετάβλητος κατὰ τὴν ὑπόστασιν καὶ νοητὴ
            καὶ ἀειδὴς καὶ μονοειδής· οὐκοῦν ἀσύνθετος, ἀδιάλυτος, ἀσκέδαστος· τὸ δὲ σῶμα πᾶν
            τοὐναντίον αἰσθητόν, ὁρατόν, σκεδαστόν, σύνθετον, πολυειδές. καὶ γὰρ δὴ καὶ ἡ ψυχὴ διὰ
            μὲν τοῦ σώματος πρὸς τῷ αἰσθητῷ γινομένη ἰλιγγιᾷ τε καὶ ταράττεται καὶ οἷον μεθύει,
            πρὸς δὲ τῷ νοητῷ αὐτὴ καθ᾽ αὑτὴν γινομένη καθίσταται καὶ ἠρεμεῖ· πρὸς ᾧ δὴ γινομένη
            ταράττεται, τούτῳ οὐκ ἔοικεν· ὥστε μᾶλλον τῷ νοητῷ ἔοικε, τὸ δὲ νοητὸν ἀσκέδαστον τῇ
            φύσει καὶ ἀνώλεθρον. καὶ μὴν ἡγεμονεύει ἡ ψυχὴ φύσει· τὸ δὲ τῇ φύσει ἡγεμονικὸν τῷ θείῳ
            ἔοικεν· ὥστε ψυχὴ τῷ θείῳ ἐοικυῖα ἀνώλεθρος ἂν εἴη καὶ ἄφθαρτος. τά τε ἄμεσα ἐναντία
            καὶ μὴ καθ᾽ αὑτὰ ἀλλὰ κατὰ συμβεβηκὸς πέφυκεν ἐξ ἀλλήλων γίνεσθαι· ἐναντίον δὲ τοῦτο, ὃ
            καλοῦσιν οἱ ἄνθρωποι ζῇν, τῷ τεθνάναι· ὡς οὖν ὁ θάνατος διάκρισις ψυχῆς ἀπὸ σώματος,
            οὕτω καὶ ἡ ζωὴ σύνοδος ψυχῆς, οὔσης δηλονότι πρόσθεν, καὶ σώματος· εἰ δὲ καὶ ἔσται μετὰ
            θάνατον καὶ ἦν πρὸ τοῦ περιπεσεῖν σώματι, πιθανώτατον ἀΐδιον αὐτὴν εἶναι, οὐ γὰρ οἷόν
            τε τὸ φθεροῦν αὐτὴν νοῆσαι. εἴ γε μὴν αἱ μαθήσεις ἀναμνήσεις εἰσίν, ἀθάνατος <pb facs="platonisdialogi06plat_0224"/>ἂν εἴη ἡ ψυχή· ὅτι δὲ αἱ μαθήσεις ἀναμνήσεις,
            τοῦτον ἂν ἐπαχθείημεν τὸν τρόπον· οὐ γὰρ ἂν ἄλλως μάθησις ὑποσταίη, ἢ κατὰ ἀνάμνησιν
            τῶν πάλαι γνωσθέντων. εἰ γὰρ ἀπὸ τῶν κατὰ μέρος ἐνενοοῦμεν τὰς κοινότητας, πῶς ἂν
            τὰ κατὰ μέρος διωδεύσαμεν ἄπειρα ὑπάρχοντα, ἢ πῶς ἀπ᾽ ὀλίγων; διεψεύσθημεν γὰρ ἄν,
            οἷον φέρε κρίναντες τὸ ἀναπνοῇ χρώμενον μόνον ζῶον εἶναι· ἢ πῶς ἂν τὸ ἀρχικὸν
            εἶεν αἱ ἔννοια; ἀναμνησκῶς οὖν νοοῦμεν ἀπὸ μικρῶν αἰθυγμάτων, ἀπό τινων κατὰ μέρος
            ὑποπεσόντων ἀναμιμνησκόμενοι τῶν πάλαι ἐγνωσμένων, ὧν λήθην ἐλάβομεν
            ἐνσωματωθέντες. ἔτι δὲ ἡ ψυχὴ οὐ φθείρεται ὑπὸ τῆς ἰδίας κακίας, οὐδὲ ὑπὸ τῆς
            ἄλλου φθείροιτ᾽ ἄν, οὐδ᾽ ἁπλῶς ὑπ᾽ ἄλλου, οὕτω δὲ ἔχουσα ἄφθαρτον ἂν εἴη. τό γε μὴν
            αὐτοκίνητον ἀρχικῶς ἀεικίνητον, τὸ δὲ τοιοῦτον ἀθάνατον·αυτοκίνητον δὲ ἡ ψυχή, τὸ δὲ
            αὐτοκίνητον ἀρχὴ πάσης κινήσεως καὶ γενέσεως, ἀρχὴ δὲ ἀγένητον καὶ ἀνώλεθρον· ὥστε ἥ τε
            τῶν ὅλων ψυχὴ τοιαύτη ἂν εἴη καὶ ἡ ἀνθρωπίνη, τοῦ αὐτοῦ γε κράματος ἀμφότεραι
            μεταλαβοῦσαι. αὐτοκίνητον δέ φησι τὴν ψύην, ὅτι σύμφυτον ἔχει τὴν ζωὴν ἀεὶ ἐνεργοῦσαν
            καθ᾽ αὑτήν. ὅτι μὲν οὖν αἱ λογικαὶ ψυχαὶ ἀθάνατοι ὑπάρχουσι κατὰ τὸν ἄνδρα τοῦτον,
            βεβαιώσαιτ᾽ ἄν τις· εἰ δὲ καὶ αἱ ἄλογοι, τοῦτο τῶν ἀμφισβητουμένων ὑπάρχει. πιθανὸν γὰρ
            τὰς ἀλόγους ψυχάς, ψιλῇ τε φαντασίᾳ ἐλαυνομένας καὶ οὔτε λογισμῷ οὔτε κρίσει χρωμένας,
            οὔτε θεωρήμασι καὶ τῇ τούτων συναγωγῇ οὔτε αθολικαῖς διαλήψεσι, παντελῶς δὲ
            ἀνεννοήτους οὔσας καὶ τῆς νοητῆς φύσεως, μήτε τῆς αὐτῆς οὐσίας εἶναι ταῖς λογικαῖς,
            θνητάς τε καὶ φθαρτὰς ὑπάρχειν. τῷ δὲ ἀθανάτους εἶναι τὰς ψυχὰς λόγῳ ἠκολούθησε τὸ
            εἰσκρίνεσθαι αὐτὰς τοῖς σώμασι, παρμφυομένας ταῖς τῶν ἐμβρύων διαπλαστικαῖς φύσεσι, καὶ
            διαμείβειν πολλὰ σώματα καὶ ἀνθρώπινα καὶ οὐκ ἀνθρώπινα, ἢ ἀριθμοὺς μενούσας ἢ βουλήσει
            θεῶν ἢ δι᾽ ἀκολασίαν ἢ διὰ φιλοσωματίαν· ἔχει δέ πως οἰκειότητα πρὸς ἄλληλα σῶμα καὶ
            ψυχή, ὡς πῦρ καὶ ἄσφαλτος. καὶ ἡ θεῶν δὲ ψυχὴ κέκτηται καὶ αὐτὴ τό τε κριτικόν, ὃ καὶ
            γνωστικὸν ἂν καλοῖτο, καὶ μὴν τὸ ὁρμητικόν τε, ὃ καὶ παραστατικὸν ἄν τις ὀνομάσειε,
            καὶ τὸ οἰκειωτικόν· αἵτινες δυνάμεις οὖσαι καὶ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς μετὰ τὸ
            ἐνσωματωθῆναι οἷον μεταβολὴν λαμβάνουσιν, ἡ μὲν οἰκειωτικὴ εἰς τὸ ἐπιθυμητικόν, ἡ δὲ
            ὁρμητικὴ εἰς τὸ θυμοειδές. <pb facs="platonisdialogi06plat_0225"/></p></div><div type="textpart" subtype="chapter" n="26"><p rend="indent">Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν
            εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ
            οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων
            μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν
            οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν
            ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ
            ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ
            πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ
            ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων
            τῷ Λαΐῳ προεῖπεν· <quote rend="blockquote"><lb/>εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς·
            </quote><lb/>ἐν τῷ θεσμῷ δὴ περιέχεται
            μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ
            φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ
            τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ
            ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει <del>τοῦτ᾽ ἐστὶ</del> τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου
            διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν
            ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ
            τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων·
            κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν
            οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ
            ἀληθεύειν ἢ μή. </p></div><div type="textpart" subtype="chapter" n="27"><p rend="indent">Ἑξῆς δ᾽ ἐπὶ κεφαλαίων περὶ τῶν ἠθικῶς τῷ ἀνδρὶ εἰρημένων ῥητέον. τὸ μὲν
            δὴ τιμιώτατον καὶ μέγιστον ἀγαθὸν οὔτε εὑρεῖν ᾤετο εἶναι ῥᾴδιον οὔτε εὑρόντας ἀσφαλὲς
            εἰς πάντας ἐκφέρειν· πάνυ γοῦν ὀλίγοις τῶν γνωρίμων καὶ τοῖς γε προκριθεῖσι τῆς περὶ
            τοῦ ἀγαθοῦ ἀκροάσεως μετέδωκε· τὸ μέντοι ἡμέεοον ἀγαθόν, εἴ τις ἀκριβῶς τὰ αὐτοῦ
            συγγράμματα ἀναλάβοι, ἐτίθετο ἐν τῇ ἐπιστήμῃ καὶ θεωρίᾳ τοῦ πρώτου ἀγαθοῦ, ὅπερ θεόν τε
            καὶ νοῦν τὸν πρῶτον προσαγορεύσαι ἄν τις. πάντα γὰρ <pb facs="platonisdialogi06plat_0226"/>τὰ ὁπωσοῦν παρ᾽ ἀνθρώποις ἀγαθὰ νομιζόμενα ταύτης
            ὑπελάμβανε τυγχάνειν τῆς προσρήσεως τῷ ὁπωσοῦν μετέχειν ἐκείνου τοῦ πρώτου καὶ
            τιμιωτάτου, ὅνπερ τρόπον καὶ τὰ γλυκέα καὶ τὰ θερμὰ κατὰ μετουσίαν τῶν πρώτων τὴν
            ἐπωνυμίαν ἔχειν· μόνα δὲ τῶν ἐν ἡμῖν ἐφικνεῖσθαι αὐτοῦ τῆς ὁμοιότητος νοῦν καὶ λόγον,
            διὸ καὶ τὸ ἡμέτερον ἀγαθὸν καλὸν εἶναι καὶ σεμνὸν καὶ θεῖον καὶ ἐράσμιον καὶ σύμμετρον
            καὶ δαιμονίως πως καλούμενον· τῶν δὲ λεγομένων ὑπὸ τῶν πολλῶν ἀγαθῶν, οἷον ὑγείας
            κάλλους τε καὶ ἰσχύος καὶ πλούτου καὶ τῶν παραπλησίων μηδὲν εἶναι καθάπαξ ἀγαθόν, εἰ μὴ
            τύχοι τῆς ἀπὸ τῆς ἀρετῆς χρήσεως· χωρισθέντα γὰρ ταύτης ὕλης μόνον ἐπέχειν τάξιν, πρὸς
            κακοῦ γινόμενα τοῖς φαύλως αὐτοῖς χρωμένοις· ἔσθ᾽ ὅτε δὲ αὐτὰ καὶ θνητὰ ὠνόμαζεν ἀγαθά.
            τὴν δ᾽ εὐδαιμοίαν οὐκ ἐν τοῖς ἀνθρωπίνοις ἡγεῖτο εἶναι <del>τοῖς</del> ἀγαθοῖς ἀλλ᾽ ἐν τοῖς
            θείοις τε καὶ μακαρίοις· ὅθεν δὴ καὶ μεγάλων τε καὶ θαυμασίων τὰς τῷ ὄντι φιλοσόφους
            ψυχὰς ἔφασκεν ἀναμέστους καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν συνεστίους θεοῖς γινομένας
            καὶ συμπεριπολούσας καὶ τὸ τῆς ἀληθείας πεδίον θεωμένας, ἐπείπερ καὶ ἐν τῷ ζῇν ἐφίεντο
            τῆς ἐπιστήμης αὐτοῦ καὶ τὴν ἐπιτήδευσιν αὐτοῦ προετίμων, ἀφ’ ἧς ὥσπερ τι ὄμμα ψυχῆς
            ἐκκαθηραμένους καὶ ἀναζωπυρήσαντας ἀπολλύμενόν τε καὶ ἀποτυφλούμενον κρεῖττον ὂν
            σώζεσθαι μυρίων ὀμμάτων, δυνατοὺς γίνεσθαι ἐπορέξασθαι τῆς τοῦ λογικοῦ παντὸς φύσεως.
            ὡμοιῶσθαι γὰρ τοὺς ἄφρονας τοῖς ὑπὸ γῆν ἀνθρώποις κατῳκισμένοις καὶ φῶς μὲν μηδέποτε
            λαμπρὸν ἑωρακόσιν, ἀμυδρὰς δέ τινας σκιὰς ὁρῶσι τῶν παρ᾽ ἡμῖν σωμάτων, οἰομένοις δὲ
            σαφῶς ἀντιλαμβάνεσθαι τῶν ὄντων. ὡς γὰρ τούτους, τυχόντας τῆς ἐκ τοῦ ζόφου ἀνόδου καὶ
            εἰς τὸ καθαρὸν φῶς προελθόντας, εὐλόγως καταγνώσεσθαι τῶν τότε φανέντων καὶ πολὺ
            πρόσθεν αὐτῶν ὡς ἐξηπατημένων· οὕτω δὲ καὶ τοὺς ἀπὸ βιωτικοῦ ζόφου μεταβαίνοντας ἐπὶ τὰ
            κατ᾽ ἀλήθειαν θεῖα καὶ καλὰ τῶν μὲν πάλαι θαυμασθέντων αὐτοῖς καταφρονήσειν, τῆς δὲ
            τούτων θεωρίας σφοδροτέραν ἕξειν ὄρεξιν· οἷς συνῳδόν ἐστι τὸ λέγειν, αὐτὸ μόνον εἶναι
            τὸ καλὸν ἀγαθόν, καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, καὶ διότι μὲν τὸ ἀγαθὸν ἐν
            ἐπιστήμῃ τοῦ πρώτου καὶ καλόν ἐστι, δι᾽ ὅλων συντάξεων δεδήλωται, τὰ δὲ κατὰ μετοχὴν ἐν
            τῷ πρώτῳ τῶν Νόμων οὕτω πως· <pb facs="platonisdialogi06plat_0227"/>διττὰ δὲ ἀγαθά
            ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα, καὶ τὰ ἑξῆς τούτοις· εἰ δέ τι κεχωρισμένον καὶ τοῦ
            πρώτου τῆς οὐσίας ἀμέτοχον ὑπάρχει, καὶ τοῦτο ὑπὸ τῶν ἀνοήτων ἀγαθὸν ώνόμασται, τοῦτο
            δέ φησι μεῖζον εἶναι τῷ ἔχοντι κακὸν ἐν Εὐθυδήμῳ. ὅτι δὲ καὶ <del>κατὰ</del> τὰς ἀρετὰς ἡγεῖτο
            εἶναι δι᾽ αὑτὰς αἱρετάς, ὡς ἀκόλουθόν γε ληπτέον τῷ μόνον αὐτὸν ἡγεῖσθαι τὸ καλὸν
            ἀγαθόν· καὶ δὴ ἐν πλείστοις τοῦτο αὐτῷ ἐπιδέδεικται καὶ μάλιστα ἐν ὅλῃ τῇ Πολιτείᾳ.
            τὸν μὲν γὰρ ἐπιστήμην ἔχοντα τὴν προειρημένην εὐτυχέστατον εἶναι καὶ εὐδαιμονέστατον,
            οὐχ ἕνεκα τῶν τιμῶν, ὧν τοιοῦτος ὢν λήψεται, οὐδὲ μισθῶν ἕνεκα, ἀλλὰ κἂν πάντας λανθάνῃ
            ἀνθρώπους κἂν τὰ λεγόμενα κακὰ εἶναι οἷον ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι συμβαίνωσι· τὸν
            δὲ χωρὶς ταύτης τῆς ἐπιστήμης τὰ νομιζόμενα ἀγαθὰ πάντα κεκτημένον, οἷον πλοῦτον καὶ
            βασιλείαν μεγάλην καὶ σώματος ὑγείαν καὶ εὐρωστίαν καὶ κάλλος, μηδέν τι μᾶλλον εἶναι
            εὐδαίμονα. </p></div><div type="textpart" subtype="chapter" n="28"><p rend="indent">Οἷς πᾶσιν ἀκόλουθον τέλος ἐξέθετο ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· ποικίλως
            δὲ τοῦτο χειρίζει. ποτὲ μὲν γὰρ ὁμοίωσιν θεῷ λέγει τὸ φρόνιμον καὶ δίκαιον καὶ
            ὅσιον εἶναι, ὡς ἐν Θεαιτήτῳ· διὸ καὶ πειρᾶσθαι χρὴ<del>ναι</del> ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι
            τάχιστα· φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ
            φρονήσεως γενέσθαι· ποτὲ δὲ μόνον τὸ δίκαιον εἶναι, ὡς ἐν τῷ τελευταίῳ τῆς Πολιτείας· οὐ
            γὰρ δὴ ὑπὸ θεῶν ποτὲ ἀμελεῖται, ὃς ἂν προθυμεῖσθαι θέλῃ δίκαιος γενέσθαι καὶ ἐπιτηδεύων
            ἀρετὴν εἰς ὅσον δυνατὸν ἄνθρωπον ὁμοιοῦσθαι θεῷ. ἐν δὲ τῷ Φαίδωνι ὁμοίωσιν θεῷ λέγει τὸ
            σώφρονα ἅμα καὶ δίκαιον γενέσθαι, οὕτω πως· οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ μακάριοί
            εἰσι καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικήν τε καὶ πολιτικὴν ἀρετὴν
            ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην. ποτὲ μὲν δὴ τὸ τέλος
            ὁμοιωθῆναι θεῷ λέγει, ποτὲ δ᾽ ἕπεσθαι, ὡς ὁπόταν εἴπῃ· ὁ μὲν δὴ θεός, καθάπερ ὁ
            παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ τὰ τούτοις ἑξῆς· ποτὲ δὲ ἀμφότερα, ὡς ὁπόταν
            φῇ· τὴν δὲ θεῷ ἑπομένην τε καὶ εἰκασμένην ψυχὴν καὶ τὰ τούτοις ἑξῆς. καὶ γάρ τοι τῆς
            ὠφελείας ἀρχὴ τὸ ἀγαθόν, τοῦτο δὲ ἐκ θεοῦ εἴρηται· ἀκόλουθον οὖν τῇ ἀρχῇ τὸ τέλος
            εἴη ἂν τὸ ἐξομοιωθῆναι θεῷ, θεῷ δηλονότι τῷ ἐπουρανίῳ, μὴ τῷ μὰ Δία ὑπερουρανίῳ, ὃς
            οὐκ ἀρετὴν ἔχει, ἀμείνων δ᾽ ἐστὶ ταύτης· ὅθεν ὀρθῶς ἄν τις <pb facs="platonisdialogi06plat_0228"/>φαίη, τὴν μὲν κακοδαιμονίαν τοῦ δαίμονος εἶναι
            κάκωσιν, τὴν δὲ εὐδαιμονίαν τοῦ δαίμονος εὐεξίαν. ἐφικοίμεθα δ᾽ ἂν τοῦγενέσθαι ὅμοιοι
            θεῷ φύσει τε χρησάμενοι τῇ προσηκούσῃ, ἔθεσί τε καὶ ἀγωγῇ καὶ ἀσκήσει τῇ κατὰ νόμον, καὶ
            τὸ κυριώτατον λόγῳ καὶ διδασκαλίᾳ καὶ θεωρημάτων παραδόσει, ὥστε ἐξίστασθαι μὲν τὰ πολλὰ
            τῶν ἀνθρωπίνων πραγμάτων, ἀεὶ δὲ εἶναι πρὸς τοῖς νοητοῖς· προτέλεια δὲ καὶ προκαθάρσια
            τοῦ ἐν ἡμῖν δαίμονος, εἰ μέλλει τὰ μείζω μυεῖσθαι μαθήματα, εἴη ἂν τὰ διὰ μουσικῆς καὶ
            ἀριθμητικῆς τε καὶ ἀστρονομίας καὶ γεωμετρίας, συνεπιμελουμένων ἡμῶν καὶ τοῦ σώματος
            διὰ γυμναστικῆς, ἥτις καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην εὔθετα τὰ σώματαπαρασκευάσει.
          </p></div><div type="textpart" subtype="chapter" n="29"><p rend="indent">Θείου δὲ χρήματος τῆς ἀρετῆς ὑπαρχούσης, αὐτὴ μέν ἐστι διάθεσις ψυχῆς
            τελεία καὶ βελτίστη, εὐσχήμονα καὶ σύμφωνον καὶ βέβαιον παρέχουσα τὸν ἄνθρωπον ἐν τῷ
            λέγειν καὶ πράττειν καθ᾽ ἑαυτὸν καὶ πρὸς ἄλλους· τὰ δὲ εἴδη αὐτῆς λογικαί, αἱ δὲ περὶ
            τὸ ἄλογον ψυχῆς μέρος συνιστάμεναι, οἷον ἀνδρία καὶ σωφροσύνη, περὶ μὲν τὸ θυμικὸν τῆς
            ἀνδρίας συνισταμ́νης, περὶ δὲ τὸ ἐπιθυμητικὸν τῆς σωφροσύνης. ἑτέρου γὰρ ὄντος τοῦ τε
            θυμικοῦ καὶ τοῦ <add>ἐπιθυμητικοῦ καὶ τοῦ</add> λογιστικοῦ, διάφορος ἂν εἴη καὶ ἡ ἑκάστου
            τελειότης· τοῦ μὲν δὴ λογιστικοῦ μέρους τελειότης ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμικοῦ ἡ
            ἀνδρία, τοῦ δὲ ἐπιθυμητικοῦ ἡ σωφροσύνη. ἡ μὲν δὴ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ
            κακῶν καὶ οὐδετέρων, ἡ δὲ σωφροσύνη τάξις περὶ τὰς ἐπιθυμίας καὶ τὰς ὀρέξεις καὶ τὴν
            εὐπείθειαν αὐτῶν πρὸς τὸ ἡγεμονικόν, τοῦτο δὲ εἴη ἂν τὸ λογιστικόν· ὅταν δὲ φῶμεν τάξιν
            τινὰ εἶναι καὶ εὐπείθειαν τὴν σωφροσύνην, τοιοῦτόν τι παρίσταμεν, ὅτι δύναμίς τίς
            ἐστι, καθ᾽ ἣν τεταγμένως καὶ εὐπειθῶς ἔχουσιν αἱ ὀρέξεις πρὸς τὸ φύσει δεσποτικόν,
            τουτέστι τὸ λογιστικόν. ἡ δὲ ἀνδρία ἐστὶ δόγματος ἐννόμου σωτηρία <add>περὶ τοῦ</add> δεινοῦ
            τε καὶ μὴ δεινοῦ, τουτέστι διασωστικὴ δύναμις δόγματος ἐννόμου. ἡ δὲ δικαιοσύνη ἐστὶ
            συμφωνία τις τούτων πρὸς ἄλληλα, δύναμις οὖσα, καθ᾽ ἣν ὁμολογεῖ καὶ συμφωνεῖ πρὸς ἄλληλα
            τὰ τρία μέρη τῆς ψυχῆς καὶ ἕκαστον πρὸς τῷ οἰκείῳ γίνεται καὶ ἐπιβάλλοντι <del>τε καὶ</del> κατ᾽
            ἀξίαν, ὡς ἂν παντέλειά τις οὖσα τῶν τριῶν ἀρετῶν, φρονήσεως, ἀνδρίας, σωφροσύνης·
            ἄρχοντος μὲν τοῦ λογισμοῦ, τῶν <pb facs="platonisdialogi06plat_0229"/>δὲ λοιπῶν μερῶν
            τῆς ψυχῆς κατ᾽ οἰκείαν ἰδιότητα κατεσταλμένων ὑπὸ τοῦ λογισμοῦ καὶ πειθηνίων αὐτῷ
            γεγενημένων, ὅθεν καὶ ἀντακολουθεῖν ἡγητέον τὰς ἀρετάς. ἡ γὰρ ἀνδρία δόγματος ἐννόμου
            διασωστικὴ ὑπάρχουσα λόγου ὀρθοῦ διασωστική ἐστι, τὸ γὰρ ἔννομον δόγμα ὀρθός τίς ἐστι
            λόγος· ὁ δὲ ὀρθὸς λόγος ἀπὸ φρονήσεως γίνεται, καὶ μὴν καὶ ἡ φρόνησις μετὰ ἀνδρίας
            ὑφίσταται· ἐπιστήμη γάρ ἐστιν ἀγαθῶν· οὐδεὶς δὲ δύναται τὸ ἀγαθὸν ὁρᾷν ὑπὸ δειλίας
            ἐπισκοτούμενος καὶ τῶν συναολουούντων τῇ δειλίᾳ παθῶν, παραπλησίως οὐδὲ μετὰ ἀκολασίας
            φρόνιμός τις δύναται εἶναι, καὶ καθόλου ἐάν τις διὰ τοῦ ἡττᾶσθαι ὑπὸ πάθους ποιῇ τι παρὰ
            τὸν ὀρθὸν λόγον, ὑπὸ ἀμαθίας καὶ ἀφροσύνης τοῦτο πάσχειν φησὶν αὐτὸν ὁ Πλάτων· ὥστε οὐκ
            ἂν δύναιτό τις φρόνησιν ἔχειν ἀκόλαστος ὢν καὶ δειλός. ἀχώριστοι οὖν εἰσὶν αἱ ἀρεταὶ
            ἀλλήλων αἱ τέλειαι. </p></div><div type="textpart" subtype="chapter" n="30"><p rend="indent">Λέγονται γὰρ καὶ ἄλλως ἀρεταί, αἱ οἷον εὐφυΐαι καὶ προκοπαὶ πρὸς ταύτην,
            ὁμωνυμοῦσαι ταῖς τελειότησι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτάς. οὕτω γοῦν καὶ
            στρατιώτας ἀνδρείους τινὰς καλοῦμεν, καί φαμεν ἐνίοτε ἀνδρείους τινὰς ὄντας ἄφρνας
            ὑπάρχειν, περὶ τῶν οὐ τελείων ἀρετῶν ποιούμενοι τὸν λόγον. αἱ δὴ τέλειαι ἀρεταὶ δῆλον
            ὅτι οὔτε ἐπιτείνονται οὔτε ἀνίενται, αἱ μέντοι γε κακίαι καὶ ἐπίτασιν δέχονται καὶ
            ἄνεσιν· ἄλλος γὰρ ἄλλου ἀφρονέστερος καὶ ἀδικώτερος· ἀλλ᾽ οὐδὲ συνέπονται αἱ κακίαι
            ἀλλήλαις· εἰσὶ γάρ τινες ἐναντίαι, αἳ οὐκ ἂν εἶεν περὶ τὸν αὐτόν. οὕτω γὰρ ἔχει
            θρασύτης πρὸς δειλίαν, καὶ ἀσωτία πρὸς φιλαργυρίαν, καὶ ἄλλως ἀδυνάτου ὄντος τοῦ
            ὑφεστάναι τινὰ ἄνθρωπον πάσῃ κακίᾳ συνεχόμενον· οὐδὲ γὰρ σῶμα οἷόν τε εἶναι ἔχον πάσας
            τὰς τοῦ σώματος κακίας ἐν ἑαυτῷ, παραδεκτέον δὲ καὶ μεταξύ τινα διάθεσιν μήτε φαύλην
            μήτε σπουδαίαν· οὐδὲ γὰρ πάντας ἀνθρώπους ἢ σπουδαίους εἶναι ἢ φαύλους. τοὺς γὰρ ἐφ᾽
            ἱκανὸν προκόπτοντας τοιούτους εἶναι· οὐ γὰρ ῥᾴδιον εὐθέως ἀπὸ κακίας ἐπ᾽ ἀρετὴν
            μεταβῆναι· πολλὴν γὰρ εἶναι τὴν διάστασιν πρὸς ἄλληλα τῶν ἄκρων καὶ ἐναντίων ἡγητέον καὶ
            τῶν ἀρετῶν τὰς μὲν εἶναι προηγουμένας, τὰς δὲ ἑπομένας· ἡγουμένας μὲν τὰς ἐν τῷ
            λογιστικῷ, ἀφ᾽ ὧν καὶ αἱ λοιπαὶ τὸ τέλειον λαμβάνουσιν, ἑπομένας δὲ τὰς ἐν τῷ παθητικῷ.
            αὗται γὰρ πράττουσι τὰ καλὰ κατὰ λόγον, οὐ τὸν ἐν αὑταῖς· οὐ γὰρ ἔχουσιν· ἀλλὰ κατὰ τὸν
            ὑπὸ τῆς φρονήσεως ἐνδιδόμενον <pb facs="platonisdialogi06plat_0230"/>αὐταῖς, ἐξ ἔθους
            ἐγγινόμεναι καὶ ἀσκήσεως· καὶ ἐπεὶ οὔτε ἐπιστήμη οὔτε τέχνη ἐν ἄλλῳ μέρει
            τῆς ψυχῆς συνίσταται ἢ ἐν μόνῳ τῷ λογιστικῷ, αἱ μὲν περὶ τὸ παθητικὸν ἀρεταὶ οὐχ
            ὑπάρχουσι διδακταί, ὅτι μήτε τέχναι μήτε ἐπιστῆμαι εἰσιν· οὐδὲ γὰρ ἴδιον θεώρημα
            ἔχουσιν· ἡ μέντοι φρόνησις, ἐπιστήμη ὑπάρχουσα, τὰ οἰκεῖα ἑκάστῃ ἐνδίδωσιν, ὡς καὶ ὁ
            κυβερνήτης τοῖς ναύταις τινὰ ὑπαγορεύει ὑπ᾽ αὐτῶν μὴ ὁρώμενα, οἱ δὲ πείθονται αὐτῷ· ὁ
            δὲ αὐτὸς λόγος καὶ ἐπὶ στρατιώτου καὶ ἐπὶ στρατηγοῦ. ἐπιτεινομένων δὲ καὶ ἀνιεμένων τῶν
            κακιῶν, οὐδὲ τὰ ἁμαρτήματα ἴσα ἂν εἴη, ἀλλὰ τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω, οἷς ἀκολούθως
            καὶ παρὰ τῶν νομοθετῶν τὰ μὲν μᾶλλον κολάζεται, τὰ δὲ ἧττον. καίτοι γε ἀκρότητες αἱ
            ἀρεταὶ ὑπάρχουσαι διὰ τὸ τέλειαι εἶναι καὶ ἐοικέναι τῷ εὐθεῖ, κατ᾽ ἄλλον τρόπον
            μεσότητες ἂν εἶεν, τῷ ὁρᾶσθαι περὶ πάσας ἢ τάς γε πλείστας καθ᾽ ἑκάστην ἑκατέρωθεν
            δύο κακίας, τὴν μὲν καθ᾽ ὑπερβολήν, τὴν δὲ κατ᾽ ἔνδειαν, ὡς ἐπὶ τῆς ἐλευθεριότητος
            ὁρᾶται ἐπὶ θάτερα μὲν μικρολογία, ἐπὶ θάτερα δὲ ἀσωτία. γίνεται γὰρ ἐν τοῖς πάθεσιν
            ἀμετρία κατὰ τὸ ὑπερβάλλειν τὸ προσῆκον ἢ ἐλλείπειν· οὔτε γὰρ ὁ μηδὲ γονέων ὑβριζομένων
            ὀργιζόμενος ἀπαθὴς ἄν τις εἴη, οὔτε ὁ ἐπὶ πᾶσι καὶ τοῖς τυχοῦσι μετριοπαθής, ἀλλὰ πᾶν
            τοὐναντίον· πάλιν δὲ ὁμοίως γονέων τελευτησάντων ὁ μὲν μὴ λυπούμενος σπάθης, ὁ δ᾽ ὥστε
            καὶ καταφθίνειν ὑπὸ τῆς λύπης, ὑπερπαθής τε καὶ ἀμετροπαθής, ὁ δὲ λυπούμενος μέν,
            μετρίως δὲ τοῦτο πτάσχων, μετριοπαθής. καὶ μὴν ὁ πάντα φοβούμενος, καὶ πέρα τοῦ
            μετρίου, δειλός, ὁ δὲ μηδὲν φοβούμενος θρασύς, ἀνδρεῖος δὲ ὁ μετρίως ἔχων περί τε θάρρη
            καὶ φόβους· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ μὲν μέτριον ἐν τοῖς πάθεσι τὸ
            βέλτιστόν ἐστιν, οὐκ ἄλλο δέ ἐστι τὸ μέτριον ἢ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως, διὰ
            τοῦτο διὰ μεσότητος αἱ τοιαῦται ἀρεταί, διότι μέσως ἔχοντας ἡμᾶς ἐν τοῖς πάθεσι
            παρέχονται. </p></div><div type="textpart" subtype="chapter" n="31"><p rend="indent">Ἐπεὶ δὲ καί, εἴ τι ἄλλο ἐφ᾽ ἡμῖν ἐστὶ καὶ ἀδεσπτον, καὶ ἡ ἀρετὴ τοιοῦτον
            ὑπάρχει — οὐδὲ γὰρ ἂν ἐπαινετὸν ἦν τὸ καλόν, εἰ ἐκ φύσεως ἤ τινος θείας μοίρας
            παρεγένετο — καὶ ἑκούσιον ἂν εἴη ἡ ἀρετή, καθ᾽ ὁρμήν τινα συνισταμένη διάπρον καὶ
            γενναίαν καὶ ἔμμονον· τῷ δὴ τὴν ἀρετὴν ἑκούσιον εἶναι ἕπεται τὸ τὴν κακίαν ἀκούσιον
            ὑπάρχειν. τίς γὰρ ἂν ἑκὼν ἐν τῷ καλλίστῳ ἑαυτοῦ μέρει καὶ τιμιωτάτῳ ἕλοιτο ἔχειν τὸ
            μέγιστον <pb facs="platonisdialogi06plat_0231"/>τῶν κακῶν; εἰ δέ τις ἐπὶ κακίαν
            ὁρμᾷ, πρῶτον μὲν οὐχ ὡς ἐπὶ κακίαν αὐτὴν ὁρμήσει, ἀλλ᾽ ὡς ἐπ᾽ ἀγαθόν· εἰ δὲ
            καὶ παραγίνεταί τις ἐπὶ κακίαν <del>πάντως ὁ τοιοῦτος ἐξηπάτηται</del> ὡς δι᾽ ἐλάττονός τινος
            κακοῦ ἀποικονομησόμενος μεῖζον ἀγαθόν, καὶ ταύτῃ ἀκουσίως ἐλεύσεται· ἀδύνατον γὰρ ὁρμᾷν
            τινὰ ἐπὶ κακὰ βουλόμενον ἔχειν αὐτά, οὔτε ἐλπίδι ἀγαθοῦ οὔτε φόβῳ μείζονος κακοῦ.
            καὶ ὅσα δὴ ἀδικεῖ ὁ φαῦλος, ἀκούσια ὑπάρχει· τῆς γὰρ ἀδικίας ἀκουσίου οὔσης, πολὺ
            μᾶλλον τὸ ἀδικεῖν ἀκούσιον ἂν εἴη, ὅσῳ καὶ μεῖζον κακὸν ἂν τυγχάνοι τὸ ἐνεργεῖν αὐτὸν
            κατὰ ἀδικίαν τοῦ ἔχειν αὐτὴν ἠρεμοῦσαν. καίτοι δὲ ἀκουσίων ὄντων τῶν ἀδικημάτων,
            κολαστέον τοὺς ἀδικοῦντας καὶ διαφόρως· αἵ τε γὰρ βλάβαι διάφοροι, καὶ τὸ ἀκούσιον ἐν
            ἀγνοίᾳ τινὶ ἢ πάθει κεῖται, ἅπαντα δὲ τὰ τοιαῦτα ἔξεστιν ἀποτρίψασθαι καὶ λόγῳ καὶ
            ἤθεσιν ἀστείοις καὶ μελέτη. τοσοῦτον δὲ κακὸν ἀδικία, ὥστε φευκτότερον εἶναι τὸ ἀδικεῖν
            τοῦ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηροῦ ἔργον, τὸ δὲ ἀδικεῖσθαι πάθος ἀσθενοῦς. αἰσχρὸν
            μὲν δὴ ἑκάτερον, τὸ δὲ ἀδικεῖν τοσούτῳ κάκιον, ὅσῳπερ καὶ αἴσχιον· λυσιτελεῖ δὲ τῷ
            ἀδικοῦντι ὑποσχεῖν δίκην, ὡς καὶ τῷ νενοσηκότι ὑποσχεῖν ἰατρῷ τὸ σῶμα εἰς θεραπείαν·
            πᾶσα γὰρ κόλασις ἰατρεία τίς ἐστιν ἡμαρτηκυίας ψυχῆς. </p></div><div type="textpart" subtype="chapter" n="32"><p rend="indent">Ἐπεὶ δὲ αἱ πλεῖσται ἀρεταὶ περὶ πάθη γίνονται, διοριστέον καὶ περὶ τοῦ
            πάθους, ὁποῖόν τι ὑπάρχει. ἔστι τοίνυν πάθος κίνησις ἄλογος ψυχῆς ὡς ἐπὶ κακῷ ἢ ὡς ἐπ᾽
            ἀγαθῷ. ἄος μὲν οὖν εἴρηται κίνησις, ὅτι οὐ κρίσεις τὰ πάθη οὐδὲ δόξαι, ἀλλὰ τῶν ἀλόγων
            τῆς ψυχῆς μερῶν κινήσεις· ἐν γὰρ τῷ παθητικῷ τῆς ψυχῆς συνίσταται, καὶ τὰ ἡμέτερα
            ἔργα οὐδὲ ἐφ᾽ ἡμῖν. ἄκουσι γοῦν ἐν ἡμῖν ἐγγίνεται πολλάκις καὶ ἀντιτείνουσιν· ἔσθ᾽
            ὅτε δὲ καὶ γινώσκοντες, ὅτι οὐ λυπηρὰ τὰ προσπεπτωκότα οὐδὲ ἡδέα οὐδὲ μὴν φοβερά, οὐδὲν
            ἧττον ἀγόμεθα ὑπ᾽ αὐτῶν, οὐκ ἂν παθόντες ταῦτα, εἰ κρίσεσι τὰ αὐτὰ ἦν· ταύτας γὰρ 
            ἀποβάλλομεν καταγνόντες αὐτῶν, εἴτε δεόντως εἴτε μὴ δεόντως. ἐπ᾽ ἀγαθῷ δὲ ἢ καὶ ἐπὶ κακῷ,
            ἐπειδὴ κατ᾽ ἔμφασιν ἀδιαφόρου πράγματος οὐ κινεῖται πάθος· πάντα γὰρ συνίσταται
            ἢ κατὰ ἀγαθοῦ ἔμφασιν ἢ κατὰ κακοῦ. ἀγαθὸν γὰρ ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, ἡδόμεθα,
            ἐὰν δὲ μέλλειν, ἐπιθυμοῦμεν· καὶ κακὸν ἐὰν μὲν παρεῖναι ὑπολάβωμεν, λυπούμεθα, τὸ δὲ
            μέλλον φοβούμεθα. ἔστι δὲ πάθη ἁπλᾶ καὶ στοιχειώδη δύο, ἡδονή τε καὶ λύπη, <pb facs="platonisdialogi06plat_0232"/>τἆλλα δὲ ἐκ τούτων πέπλασται. οὐ γὰρ συναριθμητέον
            τούτοις φόβον καὶ ἐπιθυμίαν ὡς ἀρχικὰ ὑπάρχοντα καὶ ἁπλᾶ. ὅ τε γὰρ φοβούμενος οὐ
            παντελῶς ἐστέρηται ἡδονῆς· οὐδὲ γὰρ τόν τυχόντα ἄν τις διαγένοιτο χρόνον, ἀπογινώσκων
            ἀπαλλαγὴν ἢ κουφισμὸν τοῦ κακοῦ· πλεονάζει μέντοι ἐν τῷ λυπεῖσθαι καὶ ὀχλεῖσθαι, καὶ
            διὰ τοῦτο συνῆπται τῇ λύπῃ· ὅ τε ἐπιθυμῶν ἐν προσδοκίᾳ μένων τοῦ τεύξεσθαι ἥδεται,
            οὐ παντελῶς δὲ θαρρῶν οὐδ᾽ ἔχων βέβαιον τὴν ἐλπίδα ἄχθεται. ἐπιθυμίας δὴ καὶ φόβου μὴ
            ὄντων ἀρχικῶν, ἀνενδοιάστως συγχωρηθήσεται τὸ μηδὲ τῶν ἄλλων παθῶν τι ἁπλοῦν εἶναι,
            οἷον ὀργὴν λέγω καὶ πόθον καὶ ζῆλον καὶ ὅσα τοιαῦτα· ἐν τούτοις γὰρ ἐνορᾶται ἡδονὴ καὶ
            λύπη ὡς ἂν ἐκ τούτων μεμιγμένοις. τῶν δὲ παθῶν τὰ μέν ἐστιν ἄγρια, τὰ δὲ ἥμερα· καὶ
            ἥμερα μὲν ὅσα κατὰ φύσιν ὑπάρχει τῷ ανθρώπῳ ἀναγκαῖά τε καὶ οἰκεῖα· οὕτω δ᾽ ἔχει,
            ἕως ἂν σύμμετρα ὑπάρχῃ· προσελθούσης δ᾽ αὐτοῖς ἀμετρίας, ἡμαρτημένα ὑπάρξει. τοιαῦτά
            ἐστιν ἡδονή, λύπη, θυμός, ἔλεος, αἰσχύνη· οἰκεῖον γὰρ τὸ ἡσθῆναι ἐπὶ τοῖς κατὰ φύσιν,
            λυπηθῆναι δὲ ἐπὶ τοῖς ἐναντίοις· καὶ ὁ μὲν θυμὸς πρὸς τὸ ἀμύνεσθαι καὶ τιμωρεῖσθαι τοὺς
            ἐχθροὺς ἀναγκαῖος, ὁ δὲ ἔλεος οἰκεῖος φιλανθρωπίᾳ, αἰσχύνη δὲ πρὸς ἀναχώρησιν ἀπὸ
            τῶν αἰσχρῶν ἐπιτήδειος. ἄλλα δ᾽ ἄγριά ἐστι πάθη, ἅπερ παρὰ φύσιν ἐστίν, ἐκ
            διαστροφῆςσυσάντα καὶ ἐθῶν μοχθηρῶν· ταῦτα δ᾽ ὑπάρχει γέλως καὶἐπιχαιρεκακία καὶ
            μισανθρωπία, ἃ καὶ ἐπιτεινόμενα καὶ ἀνιέμενα καὶ ὁπωσποτοῦν ἔχοντα διημαρτημένα ὄντα
            τυγχάνει, μετριότητα μὴ δεχόμενα. περὶ δὲ ἡδονῆς καὶ λύπης φησὶν ὁ Πλάτων, ὅτι ταῦτα τὰ
            πάθη φύσει πως ἀρχῆθεν ἐν ἡμῖν κινηθέντα φέρεται, τῆς μὲν λύπης καὶ τῆς ἀλγηδόνος
            ἐπιγινομένων παρὰ φύσιν κινουμένοις, τῆς δὲ ἡδονῆς εἰς τὸ κατὰ φύσιν ἀποκαθισταμένοις·
            οἴεται δὲ κατὰ φύσιν κατάστημα εἶναι τὸ μέσον ἀλγηδόνος τε καὶ ἡδονῆς, οὐθετέρῳ ἐκείνων
            ὂν τὸ αὐτό, ἐν ᾧ καὶ τὸν πλείω χρόνον ὑπάρχομεν. διδάσκει δὲ καὶ διότι πολλά ἐστιν εἴδη
            ἡδονῶν, τὰ μὲν διὰ τοῦ σώματος, τὰ δὲ διὰ τῆς ψυχῆς· τῶν δὲ ἡδονῶν τὰς μὲν μίγνυσθαι
            τοῖς ἐναντίοις, τὰς δὲ παραμένειν καθαράς τε καὶ εἱλικρινεῖς· καὶ τὰς μὲν
            ἀναμνηστικάς, τὰς δὲ μετ᾽ ἐλπίδος γινομένας· καὶ τὰς μὲν αἰσχράς, ὅσαι ἀκόλαστοί τε
            καὶ μετὰ ἀδικίας, τὰς δὲ μετρίας καὶ ἁμωσγέπως μετεχούσας τοῦ ἀγαθοῦ, οἷον τήν τε
            εὐφροσύνην τὴν ἐπὶ τοῖς ἀγαθοῖς καὶ τὰς <pb facs="platonisdialogi06plat_0233"/>ἐν ταῖς
            ἀρεταῖς ἡδονάς. πεφυκυιῶν δὲ πολλῶν ἀδοκίμωνηδονῶν, οὐ ζητητέον εἰ τῶν ἁπλῶς ἀγαθῶν
            δύναται εἶναι· ἐξίτηλος γὰρ φαίνεται καὶ οὐδενὸς ἀξία, ἐπιγεννηματικὴ τῇ φύσει ὑπάρχουσα
            καὶ οὐδὲν οὐσιῶδες οὐδὲ προηγούμενον ἔχουσα, συνυπάρχουσα δὲ τῷ ἐναντίῳ·
            μίγνυται γὰρ ἡδονὴ καὶ λύπη, οὐκ ἂν δὲ συνέβαινε τοῦτο, εἰ τὸ μὲν ἁπλῶς ἦν ἀγαθόν,
            θάτερον δὲ κακόν. </p></div><div type="textpart" subtype="chapter" n="33"><p rend="indent">Φιλία δὲ ἡ μάλιστα καὶ κυρίως λεγομένη οὐκ ἄλλη τίς ἐστι τῆς συνισταμένης
            κατ᾽ εὔνοιαν ἀντίστροφον· αὕτη δὲ ὑφίσταται, ὅταν ἐπίσης ἑκάτερος βούληται τὸν πλησίον
            καὶ εαυτὸν εὖ πράττειν. ἡ δὲ ἰσότης αὕτη οὐκ ἄλλως σώζεται ἢ κατὰ τὴν τοῦ ἤθους
            ὁμοιότητα· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ὑπάρχει, τὰ δὲ ἄμετρα
            οὔτε ἀλλήλοις οὔτε τοῖς συμμέτροις δύναται ἐφαρμόσαι. εἰσὶ δέ τινες καὶ ἄλλαι
            νομιζόμεναι φιλίαι, οὐ μὴν καὶ οὖσαι, ὑπὸ τῆς ἀρετῆς οἷον ἐπικεχρωσμέναι· ἥ τε φυσικὴ
            τῶν γονέων πρὸς τὰ ἔκγονα καὶ ἡ τῶν συγγενῶν πρὸς ἀλλήλονς καὶ ἡ λεγομένη πολιτικὴ καὶ
            ἡ ἑταιρική, αὗται δὲ οὐκ ἀεὶ ἔχουσι τὸ ἀντίστροφον τῆς εὐνοίας. εἶδος δέ πως φιλίας
            ἐστὶ καὶ τὸ ἐρωτικόν· ἔστι δὲ ἐρωτικὴ ἡ μὲν ἀστεία, ἡ τῆς σπουδαίας ψυχῆς, ἡ δὲ φαύλη, ἡ
            τῆς κακῆς, μέση δὲ ἡ τῆς μέσως διακειμένης. ὥσπερ οὖν τρεῖς εἰσὶν ἕξεις ψυχῆς λογικοῦ
            ζώου, ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη, τρίτη δὲ τούτων μέση, οὕτω καὶ τρεῖς ἐρωτικαὶ εἶεν ἂν
            κατ᾽ εἶδος ἀλλήλων διαφέρουσαι· τὸ δ᾽ εἶναι τρεῖς αὐτὰς δηλοῦσι μάλιστα οἱ σκοποὶ
            διαφέροντες ἀλλήλων. ἡ μὲν γὰρ φαύλη μόνου τοῦ σώματός ἐστι, τοῦ ἡδέος ἡττωμένη καὶ
            ταύτῃ βοσκηματώδης ὑπάρχουσα· ἡ δὲ ἀστεία ψιλῆς τῆς ψυχῆς ἕνεκεν, ᾗ ἐνορᾶται
            ἐπιτηδειότης πρὸς ἀρετήν· ἡ δὲ μέση τοῦ συναμφοτέρου, ὀρεγομένη μὲν τοῦ σώματος,
            ὀρεγομένη δὲ καὶ τοῦ κάλλους τῆς ψυχῆς. ὁ δὲ ἀξιέραστος καὶ αὐτὸς μέσος τις ὑπάρχει
            οὔτε φαῦλος ὢν οὔτε ἀστεῖος, ὅθεν καὶ σωματοποιουμενονἼρωτα δαίμονά τινα μᾶλλον φατέον
            ἤπερ θεὸν μηδέποτε ἐν γηΐνῳ σώματι γεγενημένον, διαπορθμεύοντα τὰ παρὰ θεῶν ἀνθρώποις
            καὶ ἀνάπαλιν. κοινῶς δὲ τῆς ἐρωτικῆς εἰς τὰς τρεῖς ἰδέας διῃρημένης τὰς προειρημένας, ἡ
            τοῦ ἀγαθοῦ τοίνυν ἐρωτικὴ ἀπηλλαγμένη πάθους τεχνική τις ὑπάρχει, ὅθεν καὶ ἐν τῷ
            λογιστικῷ συνίσταται τῆς ψυχῆς· θεωρήματα δ᾽ αὐτῆς τὸ γνῶναί τε τὸν ἀξιέραστον καὶ
            κτήσασθαι καὶ χρήσασθαι· ἐπικρίνει δὲ αὐτὸν ἐκ τῶν προθέσεων αὐτοῦ καὶ ὁρμῶν, εἰ
            εὐγενεῖς, εἰ ἐπὶ <pb facs="platonisdialogi06plat_0234"/>τὸ καλὸν γινόμεναι, εἰ
            σφοδραί τε καὶ διάπυροι· κτήσεται δὲ αὐτὴν ὁ κτώμενος οὐ θρύπτων οὐδ᾽ ἐπαινῶν τὰ
            παιδικά, ἀλλὰ μᾶλλον κωλύων καὶ ἐνδεικνύμενος, ὅτι οὐ βιωτὸν αὐτῷ οὕτως ἔχοντι ὡς νῦν
            ἔχει· ὅταν δ᾽ ἕλῃ τὸν ἐρώμενον, χρήσεται αὐτῷ παρεγγυῶν ταῦτα, δι᾽ ὧν ἀσκηθεὶς ἔσται
            τέλειος, τέλος δὲ αὐτοῖς τὸ ἀντὶ ἐραστοῦ καὶ ἐρωμένου γενέσθαι φίλους. </p></div><div type="textpart" subtype="chapter" n="34"><p rend="indent">Τῶν δὲ πολιτειῶν φησὶ τὰς μὲν ἀνυποθέτους εῖαι, ἃς ἐν τῇ Πολιτείᾳ
            διεξῆλθεν· ἐν γὰρ ταύτῃ προτέραν μὲν ὑπέγραψε τὴν ἀπόλεμον, δευτέραν δὲ τὴν
            φλεγμαίνουσαν καὶ πολεμικήν, ζητῶν, τίνες ἂν εἶεν αἱ βέλτισται τούτων καὶ πῶς ἂν
            συσταῖεν. ἔστι δέ που παραπλησίως τῇ διαιρέσει τῆς ψυχῆς καὶ ἡ πολιτεία διῃρημένη τριχῆ,
            εἴς τε τοὺς φρουροὺς καὶ εἰς τοὺς ἐπικούρους καὶ εἰς τοὺς δημιουργούς, ὧν τοῖς μὲν τὸ
            βουλευεσθαι καὶ ἄρχειν ἀποδίδωσι, τοῖς δὲ τὸ προπολεμεῖν εἰ δέοι, οὓς κατὰ τὸ θυμικὸν
            τακτέον ὥσπερ συμμαχοῦντας τῷ λογιστικῷ, τοῖς δὲ τὰς τέχνας καὶ τὰς ἄλλας ἐργασίας, τοὺς
            δὲ ἄρχοντας ἀξιοῖ φιλοσόφους εἶναι καὶ θεωρητικοὺς τοῦ πρώτου ἀγαθοῦ. μόνως γὰρ οὕτως
            κατὰ τρόπον διοικήσειν αὐτοὺς πάντα· οὐ γάρ ποτε κακῶν λήξειν τὰ πράγματα τὰ ἀνθρώπινα,
            εἰ μὴ οἱφιλόσοφοι βασιλεύσειαν ἢ οἱ λεγόμενοι βασιλεῖς ἀπό τινος θείας μοίρας ὄντως
            φιλοσοφήσειαν. ἄριστα γὰρ καὶ μετὰ δικαιοσύνης ἐπανάξειν τὰς πόλεις τὰ τηνικάδε, ὅταν
            ἕκαστον μέρος αὐτονομῇ, ὥστε προβουλεύειν μὲν τοὺς ἄρχοντας τοῦ λαοῦ, τοὺς δὲ συμμάχους
            τούτοις ὑπηρετεῖν καὶ τούτων προμάχεσθαι, τούτοις δὲ εὐπειθῶς συνέπεσθαι τοὺς λοιπούς.
            πέντε δέ φησιν εἶναι πολιτείας, τήν τε ἀριστοκρατικήν, ὁπόταν οἱ ἄριστοι ἄρχωσι, καὶ
            δευτέραν τὴν τιμοκρατικήν, φιλοτίμων ὄντων τῶν ἀρχόντων, καὶ τρίτην τὴν ὀλιγαρχικήν,
            καὶ μετὰ ταύτην τὴν δημοκρατικήν, τελευταίαν δὲ τὴν τυραννίδα, χειρίστην ὑπάρχουσαν.
            ὑπογράφει δὲ καὶ ἄλλας πολιτείας ἐξ ὑποθέσεως, ὧν ἐστὶν ἥ τε ἐν Νόμοις καὶ ἡ ἐκ
            διορθωύσεως ἐν Ἐπιστολαῖς, ᾗ χρῆται πρὸς τὰς νενοσηκυίας πόλεις τὰς ἐν τοῖς Νόμοις,
            ἤδη καὶ τόπον ἀφωρισμένον ἐχούσας καὶ ἀνθρώπους λογάδας ἀπὸ πάσης ἡλικίας, ὥστε κατὰ τὰς
            διαφορὰς τῆς φύσεως αὐτῶν καὶ τῶν τόπων παιδείας τε οἰκείας δεῖσθαι καὶ ἀγωγῆς καὶ
            ὁπλίσεως. οἱ μὲν γὰρ παραθαλάττιοι καὶ ναυτίλλοιντο ἂν καὶ ναυμαχοῖεν, οἱ δὲ ἐν μεσογαίᾳ
            οἰκοῦντες πρὸς πεζομαχίαν ἁρμόττοιντο ἂν καὶ ὅπλισιν ἢ κουφοτέραν, ὡς <pb facs="platonisdialogi06plat_0235"/>οἱ ὄρειοι, ἢ βαρυτέραν, ὡς ἐν γεωλόφοις
            οἰκοῦντες πεδίοις· ἔνιοι δ᾽ αὐτῶν καὶ ἱππασίαν ἂν ἐπασκοῖεν. ἐν ταύτῃ δὲ τῇ πόλει
            οὐδὲ κοινὰς εἶναι τὰς γυναῖκας νομοθετεῖ. ἔστιν οὖν πολιτικὴ ἀρετὴ θεωρητική τε καὶ
            πρακτικὴ καὶ προαιρετικὴ τοῦ ἀγαθὴν ποιεῖν πόλιν καὶ εὐδαίμονα καὶ ὁμονοοῦσάν τε καὶ
            συμφωνοῦσαν, ἐπιτακτική τις οὖσα καὶ ἔχουσα ὑποβεβλημένας πολεμικήν τε καὶ στρατηγικὴν
            καὶ δικαστικήν· σκέπτεται γὰρ ἡ πολιτικὴ ἄλλα τε μυρία καὶ δὴ καὶ αὐτὸ τοῦτο, εἴτε
            πολεμητέον εἴτε μή. </p></div><div type="textpart" subtype="chapter" n="35"><p rend="indent">Ὁποῖος δέ ἐστιν ὁ φιλόσοφος προειρημένου, τούτου διαφέρει ὁ σοφιστὴς τῷ
            μὲν τρόπῳ, ὅτι μισθαρνίᾳ τῶν νέων καὶ τῷ μᾶλλον νομίζεσθαι βούλεσθαι ἢ εἶναι καλὸς καὶ
            ἀγαθός· τῇ δὲ ὕλῃ, ὅτι ὁ μὲν φιλόσοφος περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα
            καταγίνεται, ὁ δὲ σοφιστὴς περὶ τὸ μὴ ὄνπραγματεύεται, ἀναχωρῶν εἰς τόπον διὰ τὸ
            σκοτεινὸν δυσδιόρατον. τῷ γὰρ ὄντι οὐκ ἀντίκειται τὸ μὴ ὄν· τοῦτο γὰρ ἀνύπαρκτον καὶ
            ἀνεννόητον καὶ μηδεμίαν ἔχον ὑπόστασιν, ὃ καὶ εἴ τις εἰπεῖν ἢ νοῆσαι βιάζοιτο,
            περιτραπήσεται διὰ τὸ μάχην αὐτὸ ἐν ἑαυτῷ περιέχειν. ἔστι δὲ τὸ μὴ ὄν, καθ᾽ ὃ
            ἐξακούεται, οὐ ψιλὴἀπόφασις τοῦ ὄντος, ἀλλὰ μετὰ συνεμφάσεως τῆς πρὸς ἕτερον, ὅπερ
            καί τῷ τρόπῳ ὄντι παρέπεται· ὡς εἰ μὴ καὶ αὐτὰ μετελάμβανε τοῦ μὴ ὄντος, οὐκ ἂν
            ἐχωρίζετο τῶν ἄλλων· νῦν δὲ ὅσαπέρ ἐστι τὰ ὄντα, τοσαυταχῶς καὶ τὸ μὴ ὄν· τὸ γὰρ μὴ τὶ
            ὂν οὐκ ἔστιν ὄν. </p></div><div type="textpart" subtype="chapter" n="36"><p rend="indent">Τοσαῦτα ἀπαρκεῖ πρὸς εἰσαγωγὴν εἰς τὴνΠλάτωνος δογματοποιΐαν εἰρῆσθαι·
            ὧν ἴσως τὰ μὲν τεταγμένως εἴρηται, τὰ δὲ σποράδην καὶ ἀτάκτως· ὥστε μέντοι ἀπὸ τῶν
            εἰρημένων θεωρητικούς τε καὶ εὑρετικοὺς ἐξ ἀκολουθίας καὶ τῶν λοιπῶν αὐτοῦ δογμάτων
            γενέσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>