<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="21"><p rend="indent">Ἀναπνέομεν δὲ τούτῳ τῷ τρόπῳ· περιέστηκε μὲν ἡμῖν ἔξωθεν ἀὴρ πολύς,
            οὗτος δὲ διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν καὶ διὰ τῶν ἄλλων τοῦ σώματος πόρων καὶ τῷ λόγῳ
            θεωρητῶν εἴσω χωρεῖ, θερμανθεὶς δὲ εἰς τὰ ἔξω πρὸς τὸ συγγενὲς σπεύδει· καὶ καθ᾽ ὃ ἂν
            μέρος ἐξίῃ, ἀντιπεριωθεῖ τὸν ἔξωθεν ἀέρα πάλιν εἰς τὰ ἐντός, οὕτω τε ἀπαύστως τούτου τοῦ
            κύκλου συντελουμένου ἡ εἰσπνοή τε καὶ ἐκπνοὴ συνίσταται. </p></div><div type="textpart" subtype="chapter" n="22"><p rend="indent">Νόσων δὲ αἰτίας εἶναι πολλάς· πρῶτον μὲν τὴν τῶν στοιχείων ἔνδειαν καὶ
            ὑπερβολὴν μετάστασίν τε εἰς ἄλλους οὐκ οἰκείους τόπους· δεύτερον δὲ τὴν τῶν ὁμογενῶν
            ἀνάπαλιν γένεσιν, οἷον ἐκ σαρκὸς εἰ γένοιτο αἷμα ἢ χολὴ ἢ φλέγμα· πάντα γὰρ ταῦτα οὐδὲν
            ἄλλο ἢ σύντηξιν εἶναι. τὸ γὰρ φλέγμα ὑπάρχειν νέας σαρκὸς σύντηξιν· ἱδρῶτα δὲ καὶ τὸ
            δάκρυον ὥσπερ ὀρόν τινα φλέγματος· τὸ δὲ φλέγμα ἔξω μὲν ἀπολειφθὲν λεύκας καὶ ἀλφοὺς
            ἀπογεννᾷ, εἴσω δὲ κερασθὲν χολῇ μελαίνῃ τὴν καλουμένην ἱερὰν νόσον ἐπάγει, τὸ δὲ ὀξὺ
            καὶ ἁλμυρὸν φλέγμα τῶν ἐν ῥύσει παθῶν αἴτιον· πάντα δὲ τὰ <pb facs="platonisdialogi06plat_0222"/>φλεγμαίνοντα ὑπὸ χολῆς τοῦτο πέπονθε· τὰ γὰρ μυρία
            πάθη καὶ πολύτροπα χολή τε καὶ φλέγμα ἀπεργάζεται. τὸν μὲν δὴ συνεχῆ πυρετὸν γίνεσθαι
            τοῦ πυρὸς πλεονάσαντος, τὸν δὲ ἀμφημερινὸν τοῦ ἀέρος, τριταῖον δὲ ὕδατος, τεταρταῖον δὲ
            γῆς. ἑξῆς δὲ περὶ ψυχῆς ῥητέον, ἐντεῦθέν ποθεν ἀναλαβόντας τὸν λόγον, εἰ καὶ δόξομεν
            παλιλογεῖν. </p></div><div type="textpart" subtype="chapter" n="23"><p rend="indent">Ψυχὴν γὰρ παραλαβόντες ἀνθρωπίνην ἀθάνατον οὖσαν, ὡς δείξομεν, παρὰ τοῦ
            πρώτου θεοῦ οἱ τὰ θνητὰ γένη δμιουργοῦντες θεοὶ δύο αὐτῇ προσέθεσαν μέρη θνητά· ὡς δὲ
            μὴ τῆς φλυαρίας τῆς θνητῆς ἀναπιμπλάμενον ᾖ τὸ θεῖον αὐτῆς καὶ ἀθάνατον, κατῴκισαν ἐπὶ
            τοῦ σώματος ἐπὶ τῆς οἷονἀκροπόλεως, ἄρχον καὶ βασιλεῦον ἀποφήναντες οἴκησίν τε
            ἀπονείμαντες αὐτῷ τὴν κεφαλήν, σχῆμα ἔχουσαν μιμούμενον τὸ τοῦ παντός, ὑπέθεσαν δὲ τὸ
            ἄλλο σῶμα πρὸς ὑπηρεσίαν ὡς ὄχημα προσφύσαντες, καὶ αὐτοῖς δὲ τοῖς θνητοῖς αὐτῆς μέρεσιν
            οἴκησιν ἄλλην ἄλλῳ ἀπένειμαν. τὸ μὲν γὰρ θυμικὸν ἔταξαν ἐν καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν
            ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε πρὸς τὸν ὀμφαλὸν ὅρου καὶ τῶν φρενῶν, καταδήσαντες ὥσπερ τι
            οἰστροῦν καὶ ἄγριον θρέμμα· τὸν πνεύμονα δὲ ἐμηχανήσαντο τῆς καρδίας χάριν μαλακόν τε
            καὶ ἄναιμον σηραγγώδη τε καὶ σπόγγͅπαραπλήσιον, ὅπως ἔχοι τι μάλαγμα πηδῶσα ἡ καρδία
            κατὰ τὴν ζέσιν τοῦ θυμοῦ, τὸ δὲ ἧπαρ πρὸς τὸ διεγείρειν τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ
            πρὸς τὸ καταπραΰνειν ἔχον γλυκύτητά τε καὶ πικρότητα· καὶ μὴν πρὸς τὸ δηλοῦν τὴν διὰ
            τῶν ὀνείρων μαντικήν· ἐμφαίνεσθαι γὰρ ἐν αὐτῷ διὰ τὸ λεῖον καὶ πυκνὸν καὶ λαμπρὸν τὴν ἐκ
            τοῦ νοῦ φερομένην δύναμιν· τὸν δὲ σπλῆνα τοῦ ἥπατος χάριν, ὅπως καθαίρῃ τε αὐτὸ καὶ
            παρέχῃ λαμπρόν· τὰς γοῦν ἐπιγινομένας ἔκ τινων νόσων περὶ τὸ ἧπαρ διαφθορὰς εἰς αὐτὸν
            δέχεσθαι </p></div><div type="textpart" subtype="chapter" n="24"><p rend="indent">Ὅτι δὲ τριμερής ἐστιν ἡ ψυχὴ κατὰ τὰς δυνάμεις, καὶ κατὰ λόγον τὰ μέρη
            αὐτῆς τόποις ἰδίοις διανενέμηται, μάθοιμεν ἂν ἐντεῦθεν. πρῶτον μὲν δὴ τὰ φύσει
            χωριζόμενα ἕτερα ὑπάρχει· φύσει δὲ χωρίζεται τὸ παθητικὸν καὶ λογιστικόν, εἴ γε τὸ μὲν
            περὶ τὰ νοητά ἐστι, τὸ δὲ περὶ τὰ λυπηρὰ καὶ ἡδέα, προσέτι τοῦ παθητικοῦ καὶ περὶ τὰ
            ζῶα ὄντος. ἔπειτά γε μὴν ἕτερα ὄντα τῇ φύσει τό τε παθητικὸν καὶ τὸ λογιστικὸν καὶ
            τόποις ὀφείλει κεχωρίσθαι. εὑρίσκεται γὰρ μαχόμενα ἀλλήλοις, οὔτε <pb facs="platonisdialogi06plat_0223"/>αὐτοῦ τινὸς πρὸς αὑτὸ μάχεσθαι δυναμένου οὔτε τῶν
            ἐναντιουμένων πρὸς ἄλληλα περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον δυναμένων συστῆναι. ὁρᾶται
            δέ γε ἐπὶ μὲν τῆς Μηδείας ὁ θυμὸς λογισμῷ μαχόμενος· λέγει γοῦν τὸ <lb/><quote rend="blockquote">καὶ μανθάνω μὲν οἷα δρᾷν μέλλω κακά, <lb/>θυμὸς δὲ κρείσσων τῶν ἐμῶν
              βουλευμάτων· </quote><lb/>ἐπὶ δὲ τοῦ Λαΐου τὸν Χρύσιππον ἁρπάζοντος ἐπιθυμία λογισμῷ
            μαχομένη· λέγει γὰρ οὕτως· <lb/><quote rend="blockquote">αἲ αἲ τόδ᾽ ἤδη θεῖον ἀνθρώποις
              κακόν, <lb/>ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή. </quote><lb/>ἔτι δὲ τὸ ἕτερον εἶναι
            τὸ λογιστικὸν τοῦ παθητικοῦ παρίσταται κἀκ τοῦ ἑτέραν μὲν ἐπιμέλειαν εἶναι τοῦ
            λογιστικοῦ, ἑτέραν δὲ τοῦ παθητικοῦ· τοῦ μὲν διὰ διδασκαλίας, τοῦ δὲ διὰ τῆς τοῦ ἔθους
            ἀσκήσεως. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>