<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0649.tlg003.1st1K-grc1:1-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0649.tlg003.1st1K-grc1:1-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0649.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><pb facs="lesbonactissophi00lesbuoft_0042"/>Καὶ τὰ ἱερὰ καλὰ καὶ τὰ
            ὑμέτερα παρεϲκεύαϲται· ἀλλ’ ἄνδραϲ χρὴ εἶναι ἀγαθούϲ· εἰκὸϲ δὲ ὑμᾶϲ περὶ <pb facs="lesbonactissophi00lesbuoft_0043"/>τῆϲ ὑμετέραϲ αὐτῶν πατρίδοϲ μέλλονταϲ
            ἀγωνιεῖϲθαι καὶ ὄνταϲ πατέρων ἀγαθῶν τοιούτουϲ ἔϲεϲθαι. ἢ ἄλλο τι παραϲκευάϲατε κάλλιον
            ϲημεῖον. ὥϲτε οὐ δεῖ ὑπεριδεῖν οὔτε λόγου οὔτε ἔργου οὐδενὸϲ οὐδὲ † μὴ τοῖϲ ἑτοίμοιϲ
            παρακελεύεϲθαι. </p></div><div type="textpart" subtype="section" n="2"><p>ἀλλὰ τοῦτο δή μοι δοκεῖ καὶ μάλιϲτα χρῆναι ποιεῖν. τοῖϲ μὲν γὰρ <add>μὴ</add> θέλουϲιν
            ἀγαθοῖϲ εἶναι μάταιον καὶ λέγειν καὶ ποιεῖν, ϲπεύδοντα ὅπωϲ ἔϲονται ἀγαθοί, τοῖϲ δὲ
            ἐθέλουϲί γε <add>καὶ</add> βουλομένοιϲ τοὐναντίον. παντὸϲ γὰρ πράγματοϲ ἐπίδοϲίϲ
            ἐϲτιν, ἔϲτ’ ἂν τέλοϲ ἔχῃ· καὶ ἀρετὴν πλεῖϲτον ἂν εὕροιϲ αὐτοῦ ἐπιδιδοῦϲαν, ὅπου μεγίϲτην
            καὶ τιμὴν ἔχει καὶ ἄθλοιϲ καὶ ἐπαίνοιϲ. οὔκουν, ὅπερ εἶπον ὀλίγῳ πρόϲθεν, οὐδεὶϲ ἂν
            κάλλιον παραϲκευάϲαι ϲημεῖον. </p></div><div type="textpart" subtype="section" n="3"><p>ὥϲτ’ εἰ καὶ νῦν ὑμῖν παρεϲκεύαϲται — παρεϲκευάϲθω δὲ καὶ ἑνὶ ἑκάϲτῳ καὶ
            πᾶϲιν — ὅπωϲ ἔϲεϲθε ἀγαθοί, καὶ ἀξίωμα ἔχετε παρ’ ὑμῖν αὐτοῖϲ μέγα, οὐχ ὑμᾶϲ βλάψει
            ἀκοῦϲαι τὴν ὑμετέραν ἀρετὴν καὶ τὸ ἀξίωμα τῶν προγόνων ὁμοῦ καὶ <del>τὸ ἀξίωμα</del> τὸ
            τῶν πολεμίων, ὃ μικρότερον δι’ ὑμᾶϲ ἔχουϲιν, ἀλλ’ ὠφελήϲει. </p><p rend="indent">Ὑμῶν γὰρ οἵ τε παλαιοὶ πατέρεϲ ἐν τοῖϲ Ἕλληϲι μέγα ἀξίωμα ἀρετῆϲ εἶχον
            καὶ λόγον ἀγαθόν, οἵ τε νέοι <gap reason="lost"/>
            <pb facs="lesbonactissophi00lesbuoft_0044"/></p></div><div type="textpart" subtype="section" n="4"><p>δὲ τούτου ὑμῖν ἐρῶ. οἱ μὲν ἄλλοι πάντεϲ Ἕλληνεϲ ἐκ τῆϲ ϲφετέραϲ αὐτῶν μεταϲτάντεϲ
            οἰκοῦϲιν ἕκαϲτοϲ αὐτῶν ἐξελάϲαντεϲ ἑτέρουϲ καὶ αὐτοὶ ἐξελαθέντεϲ ὑφ’ ἑτέρων. καὶ κατὰ
            τοῦτο δύο φέρεϲθε καυχήματα ἀρετῆϲ· οὔτε γὰρ ἐξηλάθητε ἀπὸ τῆϲ ϲφετέραϲ αὐτῶν ὑπὸ
            οὐδαμῶν ἀνθρώπων, οὔτ’ ἐξελάϲαντεϲ ἑτέρουϲ αὐτοὶ οἰκεῖτε· καὶ κατὰ μὲν τὸ μὴ ἐξελαθῆναι
            ἀνδρείαϲ ϲτέφανον τὴν πατρίδα ἔχετε, κατὰ δὲ τὸ μὴ ἐξελάϲαι δικαιοϲύνηϲ. </p></div><div type="textpart" subtype="section" n="5"><p>ταῦτα μὲν γὰρ τῶν παλαιῶν μαρτύρια ἀρετῆϲ πατέρων· τῶν δὲ νέων ἄλλα τε πολλὰ καὶ ὅτι
            τῷ βαρβάρῳ ϲτρατῷ ὑποχωρήϲαντεϲ ἐκ τῆϲ πατρίδοϲ καὶ αὐτοὶ καὶ τὰ τέκνα, ὁρμώμενοι
            ἐκ τῆϲ Σαλαμῖνοϲ ἠλευθερώϲατε πᾶϲαν τὴν Ἑλλάδα καὶ τούτουϲ, οἳ νῦν ἐφ’ ὑμᾶϲ ἔρχονται.
          </p></div><div type="textpart" subtype="section" n="6"><p>ὦ Ζεῦ τε καὶ θεοί, μεγάληϲ ἀϲεβείαϲ· ἐπὶ τοὺϲ ἐλευθερώϲανταϲ οἱ ἐλευθερωθέντεϲ
            ἔρχονται, δουλώϲοντεϲ μετὰ τῶν τῇ Ἑλλάδι δουλείαν φερόντων Ἑλλήνων, μετὰ τῶν ὑμετέρων
            δούλων, οὐδέν γε τῶν αὐτῶν ποιοῦντεϲ τοῖϲ ὑμετέροιϲ προγόνοιϲ, οἵ ποτε τῇ Σπάρτῃ
            ἐπεβοήθηϲαν ἐπανιϲταμένων τῶν δούλων, ὅτε ἀφίκετο <add>ὁ</add> ἔχων φοινικίδα καὶ
            ἐπεκάλει τοὺϲ προγόνουϲ βοηθῆϲαι καὶ μὴ περιιδεῖν ἐπιβουλευθεῖϲαν τὴν Σπάρτην. </p></div><div type="textpart" subtype="section" n="7"><p>ἀντὶ δὲ τῆϲ εὐεργεϲίαϲ τῆϲδε τήνδε ἡμῖν τὴν κακοεργαϲίαν ἀποδιδόαϲι· καὶ νῦν οὗτοι, τῆϲ
            ὑμετέραϲ ἕνεκα ἀρετῆϲ ὄντεϲ οἵτινέϲ εἰϲι, δῃοῦϲί τε τὴν ὑμετέραν καὶ ἐλευθεροῦϲι τοὺϲ
            ὑμετέρουϲ δούλουϲ καὶ ἐπάγουϲιν ἐφ’ ὑμᾶϲ παρανόμωϲ καὶ παραϲπόνδωϲ, οἷϲ οὐδὲ θέμιϲ ἦν
              <pb facs="lesbonactissophi00lesbuoft_0045"/>ἡγουμένων <add>τῆϲ</add> Ἀθηναίων ἐπιβῆναι
            ϲὺν πολεμίοιϲ ὅπλοιϲ. ἀλλὰ γὰρ οὔτε θεοὺϲ οὔτε ἀνθρώπουϲ αἰδοῦνται· οὐ γὰρ ἂν τάδε
            ἐποίουν. <add>νῦν δ’</add> ὑμεῖϲ, ἐὰν θεὸϲ θέλῃ, δίκην αὐτοῖϲ ἐπιθήϲετε. </p></div><div type="textpart" subtype="section" n="8"><p>ἐνθυμήθητε δὲ ὅτι ὑμεῖϲ μὲν ἐκ τῆϲ ὑμετέραϲ αὐτῶν ὁρμώμενοι ἀγωνιεῖϲθε, ἀπὸ ἑϲτίαϲ
            πατρῴαϲ ἕκαϲτοϲ καὶ θεῶν τῶν ἄλλων κατὰ πόλιν, οὐ τῶν κτιϲάντων φονέεϲ γενόμενοι, ἀλλὰ
            τοκέων τυχόντεϲ, τοῖϲ ὑμετέροιϲ θεοῖϲ εὐξάμενοι περὶ τῶν αὐτῶν, ὥϲτε καὶ τὴν δίκην τὴν
            παρὰ θεῶν καὶ δαιμόνων μεγάλην ϲύμμαχον ἔχειν. </p></div><div type="textpart" subtype="section" n="9"><p>μάχεϲθε δὲ ἀνδράϲιν ὑβριϲταῖϲ καὶ ἀνοϲίοιϲ, οἳ τὴν μὲν ϲφετέραν αὐτῶν, ἐν ᾗ ἐγένοντο,
            ἀπώλεϲαν καὶ ἐξέλιπον, ἢ θεοῖϲ ἔχθραν θέντεϲ ἢ κακοί τε καὶ ἀνάλκιδεϲ ὄντεϲ, ἐπὶ δὲ τὴν
            ὑμετέραν ἔρχονται ἐξ ἀλλοτρίαϲ ὁρμώμενοι οὔτε ἀπὸ τῆϲ ϲφετέραϲ ἑϲτίαϲ ἕκαϲτοϲ αὐτῶν οὔτ’
            ἀπὸ τῶν ἄλλων <del>οὔτ’ ἀπὸ</del> πατρῴων θεῶν, ἀπὸ Ἐριννύων δὲ καὶ ἀπὸ ἀπάτηϲ δαιμόνων
            ἐλαυνόμενοι ἥκουϲι δίκην δώϲοντεϲ. οὐ γὰρ οὔτε πλείουϲ ὑμῶν εἰϲιν οὔτε εὐοπλότεροι· οὐδὲ
            ὑμῶν δειλίαν καταγνόντεϲ ἔρχονται οὕτω θραϲεῖϲ διὰ τῆϲ ὑμετέραϲ, ἀλλὰ θεῶν τιϲ ἄγει
            αὐτοὺϲ δώϲονταϲ δίκαϲ μιαρῶν τε καὶ ἀνοϲίων ἔργων. </p></div><div type="textpart" subtype="section" n="10"><p>παραϲτήτω οὖν ὑμῶν ἑκάϲτῳ τοῦτο, ὡϲ τὸ θαρρεῖν πλεῖϲτον φέρεται εἰϲ τὸ νικᾶν· ὡϲ οὖν
            καὶ τῶν θεῶν ϲυμμάχων ὄντων καὶ ὑπαρχόν<add>των</add> ὑμῖν τούτων καὶ ἀμείνοϲιν εἶναι
            καὶ εὐδοξοτέροιϲ, βραχὺν χρόνον ἀναϲχόμενοι τὰ ὅπλα τῶν πολεμίων μακρὰν δόξαν
            καταϲτήϲεϲθε ἀρετῆϲ εἰϲ τὸν ἅπαντα χρόνον καὶ ἀναμνήϲετε πάνταϲ τοὺϲ ἀνθρώπουϲ, ὅτι
            ὑμεῖϲ ἐκείνων τῶν ἀνδρῶν ἐϲτε παῖδεϲ, οἵ ποτε ἀποβάνταϲ τοὺϲ βαρβάρουϲ τῆϲ ὑμετέραϲ εἰϲ
            Μαραθῶνα <pb facs="lesbonactissophi00lesbuoft_0046"/>πολλὰϲ μυριάδαϲ ἀνθρώπων ἐξέβαλον
              <del>ἐκ τῆϲ γῆϲ</del>, τοὺϲ δ’ ἀπέκτειναν, οὐ περιιδόντεϲ οὔτ’ εἴ τιϲ αὐτοῖϲ ἔμελλεν
            ἐκ τῆϲ Πελοποννήϲου βοήθεια ἥξειν οὔτ’εἰὀλίγοιπολλοῖϲμαχοῦνται., ἀλλὰ τῇ
            ϲφετέρᾳ αὐτῶν ἀρετῇ πιϲτεύϲαντεϲ ϲυμβαλόντεϲ ἐνίκηϲαν· </p></div><div type="textpart" subtype="section" n="11"><p>τοῦτο δὲ Πλαταιᾶϲι μετὰ τῶν ἄλλων Ἑλλήνων ταὐτὰ φρονούντων ἐνίκων μαχόμενοι. ἐνίκηϲαν
            δὲ καὶ ἐπ’ Ἀρτεμιϲίῳ τῆϲ Εὐβοίαϲ ναυμαχοῦντεϲ καὶ πρὸ Σαλαμῖνοϲ, ὥϲτε εἰϲ τόδε
            ἡμέραϲ ϲωτῆρεϲ τῆϲ Ἑλλάδοϲ ὀνομάζεϲθαι. </p></div><div type="textpart" subtype="section" n="12"><p>πολλοὺϲ δὲ καὶ ἄλλουϲ ἀγῶναϲ καὶ καλοὺϲ ἠγωνίϲαντο οἱ ὑμέτεροι πατέρεϲ, ὧν τῆϲ νίκηϲ
            τῶν ἄθλων ὅροι πεπήγαϲιν πολλῶν ἡμερῶν πλοῦν ἀπὸ τῆϲ ὑμετέραϲ πόλειϲ μεγάλαι,
            ὑπακούουϲαι τοῦ ὑμετέρου κήρυκοϲ. </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">Εὐξάμενοι οὖν τοῖϲ θεοῖϲ τοῖϲ Ὀλυμπίοιϲ, οἳ ὑμῖν κατὰ τὸ εἰκὸϲ πλέον
            νεμοῦϲιν ἢ τοῖϲ πολεμίοιϲ, † εὐχῇ ϲυμβαλλομένῃ τοῖϲ ἀνδράϲι. θαρρεῖτε δὲ καὶ ἴϲα
            νεμόντων τῶν θεῶν <add>ὡϲ</add> εὖ ἀγωνιεῖϲθε· τὰ ἱερὰ καλὰ καὶ τὸ δίκαιον ὑμῖν μὲν
            θαρρεῖν παρέξει, ἐκείνοιϲ δὲ δεδιέναι. ἃ δὲ μάλιϲτα ἄνδραϲ τελέουϲ παροξύνει, ὑμῶν αὐτῶν
            ἀκούϲατε, πόλεώϲ τε μέγεθοϲ καὶ εὐδαιμονίαν καὶ δόξαν, ἣν ἕκαϲτοϲ παρ’ ἑαυτῷ ἔχει ἅ τε
            νέοιϲ ἀνδράϲιν ἡλικίαϲ <del>δὲ</del> ἀθύρματα, παῖδεϲ καλοὶ καὶ γυναῖκεϲ καί γυμνάϲια
            καὶ κυνηγέϲια. ὧν ὑμεῖϲ <add>ὑπὸ</add> τῇ μεγάλῃ ἐλευθερίᾳ πλεῖϲτά τε καὶ κάλλιϲτα
            ἀπολαύετε, περὶ ὧν μαχεῖϲθε νυνὶ ὑμετέρων ὄντων περιττῶν ἀνδράϲιν, οἷϲ ταῦτα ϲπάνια.
          </p></div><div type="textpart" subtype="section" n="14"><p>παρακελευϲάμενοι οὖν <pb facs="lesbonactissophi00lesbuoft_0047"/>ὑμῖν αὐτοῖϲ ἀνὴρ ἀνδρὶ
            καὶ δημότηϲ δημότῃ καὶ φυλέτηϲ φυλέτῃ ἴτε τύχῃ ἀγαθῇ, ἐπειδὰν ἡγῆταί τιϲ ἐπὶ τοὺϲ
            πολεμίουϲ. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>