<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.13.3-5.15.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.13.3-5.15.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2" n="5"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5" n="13"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.13" n="3"><p>Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν· τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί· καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν· κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν προτέρων μνήμη, τὸ τῶν μελλόντων δέος· ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, <q>πάλιν</q> λέγοντες <q>ὁρῶμεν Ἁβροκόμην καὶ Ἄνθειαν τοὺς καλούς.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.13" n="4"><p>Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, ἐξαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον <q>σοὶ</q> λέγοντες, <q>ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν· διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν·</q> προυκυλίοντό τε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον.</p><p rend="indent">Καὶ τότε μὲν αὐτοὺς ἄγουσι παρὰ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο <pb xml:id="v1.p398"/> παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν· ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν, πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσα τε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόν τε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνῳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.13" n="5"><p>Ἐπεὶ δὲ νὺξ ἤδη ἐγεγόνει, ἀνεπαύοντο οἱ μὲν ἄλλοι πάντες ὅπως ἔτυχον, Λεύκων μὲν καὶ Ῥόδη, Ἱππόθοος δὲ καὶ τὸ μειράκιον τὸ ἐκ Σικελίας τὸ ἀκολουθῆσαν εἰς Ἰταλίαν ἰόντι αὐτῷ ὁ Κλεισθένης ὁ καλός· ἡ δὲ Ἄνθεια ἀνεπαύετο μετὰ Ἁβροκόμου.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5" n="14"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.14" n="1"><p rend="indent">Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἄνθεια τὸν Ἁβροκόμην ἔκλαεν <q>ἄνερ</q> λέγουσα <q>καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους·</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.14" n="2"><p><q rend="merge">ἀλλʼ ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου· ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίᾳ, οὐ Περίλαος ἐν Κιλικίᾳ, οὐκ ἐν Αἰγύπτῳ Ψάμμις καὶ Πολύιδος, οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίᾳ, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλʼ ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιημένη·</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.14" n="3"><p><q rend="merge">σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἢ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε ἐπιλαθέσθαι τῶν ὅρκων τε κἀμοῦ;</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.14" n="4"><p>Ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης <q>ἀλλʼ ὀμνύω σοι</q> φησὶ <q>τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτʼ ἄλλη τις ὀφθεῖσα ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας <pb xml:id="v1.p399"/> Ἁβροκόμην, οἷον ἐν Τύρῳ κατέλιπες ἐν δεσμωτηρίῳ.</q> </p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5" n="15"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:5.15" n="1"><p rend="indent">Ταῦτα δι’ ὅλης <add>τῆς</add> νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους· συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>