<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3.1-3.4.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3.1-3.4.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2" n="3"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="1"><p rend="indent">Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="2"><p>Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων <q>ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ <pb xml:id="v1.p363"/> ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψει χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι.</q>  </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="3"><p>Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος <q>ἄλλο</q> ἔφη <q>σοὶ διήγημα παρῆλθον οὐκ εἰπών·</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="4"><p><q rend="merge">πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="5"><p><q rend="merge">Ἦν δὲ καλὴ πάνυ, Ἁβροκόμη, καὶ ἐσταλμένη λιτῶς· κόμη ξανθή, χαρίεντες ὀφθαλμοί.</q> Ἔτι λέγοντος αὐτοῦ ἀνεβόησεν Ἁβροκόμης <q>τὴν ἐμὴν Ἄνθειαν ἑώρακας, Ἱππόθοε· ποῖ δὲ ἄρα καὶ πέφευγε; τίς δὲ αὐτὴν ἔχει γῆ; Ἐπὶ Κιλικίαν τραπώμεθα, ἐκείνην ζητήσωμεν, οὐκ ἔστι πόρρω τοῦ λῃστηρίου.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="6"><p><q rend="merge">Ναί, πρὸς αὐτῆς σε ψυχῆς Ὑπεράνθους, μή με ἑκὼν ἀδικήσῃς, ἀλλʼ ἴωμεν ὅπου δυνησόμεθα Ἄνθειαν εὑρεῖν.</q> Ὑπισχνεῖται ὁ Ἱππόθοος πάντα ποιήσειν, ἔλεγε δὲ ἀνθρώπους δεῖν ὀλίγους συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.3" n="7"><p rend="indent">Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῇ δὲ Ἀνθείᾳ αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῷ Περιλάῳ τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων, πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῷ οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρταζον τὸν Ἀνθείας γάμον. <pb xml:id="v1.p364"/> </p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3" n="4"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.4" n="1"><p rend="indent">Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίᾳ περιπεσὼν εἰς Αἴγυπτον πλέων.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.4" n="2"><p>Οὗτος ὁ Εὔδοξος περιῄει μὲν καὶ τοὺς ἄλλους ἄνδρας, ὅσοι Ταρσέων εὐδοκιμώτατοι, οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν, διηγούμενος ἑκάστῳ τὴν συμφοράν, προσῆλθε δὲ καὶ τῷ Περιλάῳ καὶ εἶπεν ὅτι Ἐφέσιος καὶ ἰατρὸς τὴν τέχνην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.4" n="3"><p>Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἄνθειαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίῳ. Ἡδὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι· ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο μακρᾶς αὐτῷ τῆς ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης· ἀλλʼ οὐδὲν ἧττον ἔχαιρεν αὐτῷ ἡ Ἄνθεια, ἀναμιμνησκομένη τῶν οἴκοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:3.4" n="4"><p>Καὶ δὴ συνήθης τε ἐγεγόνει τοῖς κατὰ τὴν οἰκίαν καὶ εἰσῄει παρʼ ἕκαστα πρὸς τὴν Ἄνθειαν, πάντων ἀπολαύων τῶν ἐπιτηδείων, ἀεὶ δεόμενος αὐτῆς εἰς Ἔφεσον παραπεμφθῆναι· καὶ γὰρ καὶ παῖδες ἦσαν αὐτῷ καὶ γυνή.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>