<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.10.4-2.11.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.10.4-2.11.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2" n="2"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2" n="10"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.10" n="4"><p>Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὅπως καὶ ποῦ τὴν Ἄνθειαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων, καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἄνθεια καὶ Ἁβροκόμης οὐχ ὁρώμενοι.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2" n="11"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.11" n="1"><p rend="indent">Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.11" n="2"><p>Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη <q>πασῶν</q> ἔφη <q>δυστυχεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάγομαι, δι’ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην <add>τοῦ</add> ἐρωμένου, νυνὶ δὲ κινδυνεύω <add>περὶ</add> τοῦ ἀνδρός· ἀλλʼ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.11" n="3"><p rend="indent">Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.11" n="4"><p>Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατʼ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετο <q>φεῦ</q> λέγουσα, <q>τοῦτο τὸ κάλλος ἐπίβουλον <pb xml:id="v1.p356"/> ἀμφοτέροις πανταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:2.11" n="5"><p><q rend="merge">ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει· αὕτη γένοιτʼ ἂν εὐδαίμων ἐμοὶ μεθʼ Ἁβροκόμου ταφή.</q></p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>