<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7.2-1.9.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7.2-1.9.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="7"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7" n="2"><p>Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, <pb xml:id="v1.p336"/> ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7" n="3"><p rend="indent">Μεστὴ μὲν ἤδη ἡ πόλις ἦν τῶν εὐωχουμένων, πάντα δʼ ἦν ἐστεφανωμένα καὶ διαβόητος ὁ μέλλων γάμος· ἐμακαρίζετο δὲ ὑπὸ πάντων ὁ μὲν οἷαν ἄξεται γυναῖκα, ἡ δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7" n="4"><p>Ὁ δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἄνθειαν ἕξειν μεγάλως ἔχαιρεν· ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ’ ἐδόκει παντὸς εἶναι δεινοῦ τὰ παρόντα ἡδίονα. Κατὰ ταυτὰ δὲ καὶ ἡ Ἄνθεια ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει· τίς δὲ ἡ φυγὴ καὶ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβροκόμην ἔχουσα παραμυθίαν.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="8"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.8" n="1"><p rend="indent">Ὡς οὖν ἐφέστηκεν ὁ τῶν γάμων καιρός, καὶ παννυχίδες ἤγοντο καὶ ἱερεῖα πολλὰ ἐθύετο τῇ θεῷ. Καὶ ἐπειδὴ ταῦτα ἐξετετέλεστο, ἡκούσης τῆς νυκτὸς (βραδύνειν δὲ πάντα ἐδόκει Ἁβροκόμῃ καὶ Ἀνθείᾳ) ἦγον τὴν κόρην εἰς τὸν θάλαμον μετὰ λαμπάδων, τὸν ὑμέναιον ᾄδοντες, ἐπευφημοῦντες, καὶ εἰσαγαγόντες κατέκλιναν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.8" n="2"><p>Ἦν δʼ αὐτοῖς ὁ θάλαμος <add>οὕτως</add> πεποιημένος· κλίνη χρυσῆ στρώμασιν ἔστρωτο πορφυροῖς καὶ ἐπὶ τῆς κλίνης Βαβυλωνία ἐπεποίκιλτο σκηνή· παίζοντες Ἔρωτες, οἱ μὲν Ἀφροδίτην θεραπεύοντες (ἦν δὲ καὶ Ἀφροδίτης εἰκών), οἱ δὲ ἱππεύοντες ἀναβάται στρουθοῖς, οἱ δὲ στεφάνους πλέκοντες, οἱ δὲ ἄνθη φέροντες· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.8" n="3"><p>ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς· ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλʼ ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, <pb xml:id="v1.p337"/> χλανίδα ἔχων· Ἔρως αὐτὸν ὡδήγει, λαμπάδα ἔχων ἡμμένην. Ὑπʼ αὐτῇ τῇ σκηνῇ κατέκλιναν τὴν Ἄνθειαν, ἀγαγόντες πρὸς τὸν Ἁβροκόμην, ἐπέκλεισάν τε τὰς θύρας.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="9"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.9" n="1"><p rend="indent">Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφʼ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες· ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.9" n="2"><p>Ὀψὲ δὲ ὁ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἄνθειαν· ἡ δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. Καὶ ὁ Ἁβροκόμης <q>ὢ τῆς ἐμοὶ</q> φησὶ <q>ποθεινοτάτης νυκτός, ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.</q> </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>