<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.5.8-1.7.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.5.8-1.7.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="5"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.5" n="8"><p>Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ εὔχοντο· λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ὁ ἔρως ἀνεκάετο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.5" n="9"><p>Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος <add>δὲ</add> πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ μαντευσόμενοι τήν τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.</p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="6"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.6" n="1"><p rend="indent">Ὀλίγον δὲ ἀπέχει τὸ ἱερὸν τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνος· διάπλους ἀπʼ Ἐφέσου σταδίων ὀγδοήκοντα. Ἐνταῦθα οἱ παρʼ ἑκατέρων ἀφικόμενοι δέονται τοῦ θεοῦ ἀληθῆ μαντεύεσθαι· ἐληλύθεσαν δὴ κατὰ ταὐτά.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.6" n="2"><p>Χρᾷ δὲ ὁ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. Τὰ <add>δ’</add> ἔπη τάδε· <quote rend="blockquote"><l>Τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν;</l><l>Ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη.</l><l>Δεινὰ δʼ ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα·</l><l>ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λυσσοδίωκτοι,</l><l>δεσμὰ δὲ μοχθήσουσι παρʼ ἀνδράσι μιξοθαλάσσοις</l> κ<l>αὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον,</l> <l>καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ</l> <l>σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα.</l> <l>Ἀλλʼ ἔτι που μετὰ πήματʼ ἀρείονα πότμον ἔχουσι.</l></quote> </p></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1" n="7"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7" n="1"><p rend="indent">Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τοῦ θεοῦ βοήθεια.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0641.tlg001.perseus-grc2:1.7" n="2"><p>Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, <pb xml:id="v1.p336"/> ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>