<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0638.tlg007.perseus-grc2"><div type="textpart" subtype="section" n="19"><p>Λακεδαιμόνιοι δὲ καὶ τακτικὴν ἐβούλοντο τοὺς γυμναστὰς εἰδέναι μελέτην τῶν πολεμικῶν <add>καὶ αὐτοὺς</add> τοὺς ἀγῶνας ἡγούμενοι, καὶ οὐ χρὴ θαυμάζειν, ὅπου καὶ τὴν ὄρχησιν, τὸ ῥᾳθυμότερον τῶν ἐν εἰρήνῃ, Λαικεδαιμόνιοι πάντως ἐς τὰ πολεμικὰ ἀνέφερον ὀρχούμενοι τρόπον, ὃν φυλάξεταί τις βέλος ἢ ἀφήσει ἢ ἀρθήσεται ἀπὸ τῆς γῆς καὶ τῇ ἀσπίδι εὐμεταχειρίστως χρήσεται.</p></div><div type="textpart" subtype="section" n="20"><p>ὁπόσα δὲ γυμνασταὶ ξυνεβάλοντο ἀθληταῖς ἢ παρακελευσάμενοί τι ἢ ἐπιπλήξαντες ἢ ἀπειλήσαντες <pb xml:id="p.272"/> ἢ σοφισάμενοι, πολλὰ μὲν ταῦτα καὶ πλείω λόγου, λεγέσθω δὲ τὰ ἐλλογιμώτερα. Γλαῦκον μὲν τοίνυν τὸν Καρύστιον πύκτην ἀπιστούμενον ἐν Ὀλυμπίᾳ τῷ ἀντιπάλῳ Τισίας ὁ γυμναστὴς ἐς νίκην ἤγαγε παρακελευσάμενος τὰν ἀπʼ ἀρότρου πλῆξαι· τουτὶ δὲ ἄρα ἦν ἡ τῆς δεξιᾶς ἐς τὸν ἀντίπαλον φορά· τὴν γὰρ χεῖρα ἐκείνην ὁ Γλαῦκος οὕτω τι ἔῤῥωτο, ὡς ὕνιν ἐν Εὐβοίᾳ ποτὲ καμφθεῖσαν ὀρθῶσαι σφυρηδὸν τῇ δεξιᾷ πλήξας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>