<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:toc-1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:toc-1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="toc"><pb n="429"/><head>Πίναξ ὑποθέσεων τῶν ἐκ τῶν στρατηγικῶν πράξεων.</head><lg><l>1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.</l><l>2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας.</l><l>3. Περὶ τῆς τῶν πολεμίων ἀσκῄσεως καὶ σωφροσύνης.</l><l>4. Περὶ τοῦ πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο.</l><l>5. Δειλῶν διάκρισις.</l><l>6. Φίλων δοκιμασία.</l><l>7. Περὶ κατασκόπων.</l><l>8. Ὅτι δεῖ τοῖς πολεμίοις ἄλλους πολεμίους κατασκευάζειν.</l><l>9. Περὶ ἀπιστίας εὐκαίρου.</l><l>10. Περὶ χάρακος.</l><l>11. Περὶ μονομαχιῶν.</l><l>12. Κατάπληξις πολεμίων.</l><l>13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης.</l><l>14. Προτροπὴ εἰς ἀνδρείαν καὶ πειθανάγκην.</l><l>15. Φαντασία πλήθους.</l><l>16. Φαντασία ὀλιγότητος.</l><l>17. Τακτικά.</l><l>18. Περὶ τῆς παρατάξεως.</l><l>19. Πῶς δεῖ κυκλῶσαι πολεμίους.</l><l>20. Περὶ συνθημάτων.</l><l>21. Περὶ πυρσῶν.</l><l>22. Ἐκ πυρὸς βοήθεια.</l><l>23. Ἐξ ἀνέμων βοήθεια.</l><l>24. Δῄωσις καὶ φειδώ τῆς τῶν πολεμίων χώρας.</l><l>25. Πῶς ἄν τις ἀγρυπνίαν τοῖς πολεμίοις ποιήσειεν.</l><l>26. Κώλυσις ὁρμῆς ἀλογίστου.</l><l>27. Πανικοῦ φόβου λύσις.</l><l>28. Περὶ τῆς κατὰ τὴν ὁμοιότητα τῶν σχημάτων ἀπάτης.</l></lg><note type="footnote">In titulo ἐκ τῶν Πολυαίνου add. Hp rec. m. in marg.</note><pb n="430"/><p>Excerpta Polyaeni.</p><lg><l>29. Περὶ τῆς ἐκ τοῦ ἐναντίου ἀπάτης.</l><l>30. Περὶ τοῦ ψεύδους τοῦ πρὸς τοὺς οἰκείους ἐπὶ συμφέροντι.</l><l>31. Περὶ αἰφνιδίων ἐπιθέσεων.</l><l>32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.</l><l>33. Προσποίησις φυγῆς.</l><l>34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.</l><l>35. Προφυλακὴ ἐνέδρας.</l><l>36. Ἐνέδραι διάφοροι καὶ ποικίλαι.</l><l>37. Ὅσα κατὰ ἱππέων.</l><l>38. Περὶ τόπου.</l><l>39. Περὶ ὅρκων καὶ συνθηκῶν.</l><l>40. Περὶ προδοτῶν.</l><l>41. Περὶ ψευδοπροδοτῶν.</l><l>42. Περὶ αἰχμαλώτων.</l><l>43. Περὶ ὁμήρων.</l><l>44. Περὶ αὐτομόλων.</l><l>45. Περὶ διώξεων.</l><l>46. Περὶ τῆς ἐν τῇ ἀναχωρήσει ἀσφαλείας.</l><l>47. Φυγὴ ἐκ τόπων ἐπικινδύνων.</l><l>48. Ποταμῶν διαβάσεις.</l><l>49. Ὀρῶν ἀποτόμων ἀναβάσεις.</l><l>50. Περὶ ἀποσκευῆς.</l><l>51. Ἀλωσις ἑνὸς ἀνδρός.</l><l>52. Φυγὴ ἑνὸς καὶ μιᾶς.</l><l>53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.</l><l>54. Πόλεων ἁλώσεις.</l><l>55. Πέτρας ἀποτόμου ἅλωσις.</l><l>56. Ἀσφάλεια πόλεων.</l><l>57. Ναυμαχικά.</l><l>58. Κατάληψις παραλίων τόπων καὶ πόλεων.</l></lg><note type="footnote">58 πολεμίων H.</note></div><div type="textpart" subtype="section" n="1"><pb n="431"/><head>1. Περὶ τοῦ ποῖον δεῖ τὸν στρατηγὸν εἶναι.</head><p>Ὅτι φιλοπονώτατον καὶ ὀξύτατον καὶ τὴν γνώμην ἀν-
δρειότατον καὶ φιλοτιμότατον καὶ φιλοκινδυνότατον καὶ τοῦ
θείου ἐπιμελέστατον, ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματος ἐγκρα-
<lb n="5"/> τέστατον, τῶν δὲ τῆς γνώμης ἐπαινουμένων ἀπληστότατον
καὶ συνιδεῖν τὸ δέον ἑτοιμότατον, τάξαι τε στρατὸν καὶ ὁπλί-
σαι καὶ κοσμῆσαι ἐμπειρότατον καὶ τὰ τῶν πολεμίων ἀκριβῶς
<note type="marginal">8,24, 4</note> μανθάνειν σπουδαιότατον, καὶ τὸ ἀσφαλὴς εἶναι [μᾶλλον]
<note type="marginal">8,24, 6</note> ἤπερ θρασὺς, ἵνα μὴ ῥιψοκίνδυνος ὢν μηδὲν διαφέρῃ τῶν
<lb n="10"/> χρυσοῖς ἀγκίστροις ἁλιευομένων· ἔτι ἐμπειρότατον γνώσεως
καὶ παραινέσεως εἰς τὸ τὴν προθυμίαν τῶν στρατιωτῶν αὐξῆ-
σαι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι, τόν τε φόβον τὸν ὡς
εἰκὸς ἐκ τῶν πολέμων ἐπακολουθοῦντα τῷ αὑτοῦ ἀδεεῖ ἀφα-
νίσαι· χρημάτων τε εἰς μὲν ἡδονὰς τὰς αὐτοῦ φειδωλότατον,
<lb n="15"/> εἰς δὲ εὐποιίαν τῶν πλησίον ἀφθονώτατον, πρὸς τούτοις
ἀμνησίκακον καὶ μάλιστα ἐν καιρῷ πολέμου, μήτε μὴν προ-
<note type="marginal">2,2,3</note> κινδυνεύοντα ἐν ταῖς συμβολαῖς φαίνεσθαι, ἀλλʼ ἐφορᾶν τὴν
μάχην ἐκ τῶν ἐπιτηδείων τόπων πρὸς τὸ διορθοῦσθαι τὰ ὡς
εἰκὸς ἀνακύπτοντα σφάλματα διὰ τῶν ἐν ὑποβοηθείᾳ· βάλ-
<note type="marginal">3,9, 17</note> λοντα τε καὶ ἐν ἀδείᾳ τὸν χάρακα καὶ μέλλοντα πολειμεῖν
<lb n="21"/> προπαρασκευάζειν ὀχυρὸν τόπον διὰ τὰς ἀνελπίστους μετα-
βολάς· ἀπροθύμων δὲ πολλάκις ὄντων τῶν στρατιωτῶν διά
<note type="footnote">1 Ἐκ τῶν Πολυαίνου στρατηγημάτων Hp in marg. rec.
mau. || 4 τοῦ μὲν H || 8 [μᾶλλον| inserui || 9 διαφέρει H || 13
αὐτοῦ H || 14 αὐτοῦ H.</note>

<pb n="432"/>
τινων διεγείρειν ἐπιτηδευμάτων, οἷον ἐν καιρῷ χειμῶνος λέ- <note type="marginal">3, 9, 34</note>
γεται ποιῆσαι τὸν Ἰφικράτην ἀθλιωτέραν τῶν στρατιωτῶν
στολὴν ἐνδυσάμενον καὶ παρακαλοῦντα πάντας προθύμως
ἀπιέναι εἰς τὸν προκείμενον ἀγῶνα. ἀλλὰ καὶ Ἀλέξανδρον <note type="marginal">4, 3, 3</note>
ἐν τῇ πρὸς Τύρον πολιορκίᾳ κόφινον πληρώσαντα χοῦν <lb n="5"/>
ἀπάξαι πρότερον, καὶ ἀλλαχοῦ ἐν ἀνύδρῳ τὸ εὑρεθὲν ὑδά- <note type="marginal">4, 3, 25</note>
τιον μὴ θελήσαντα πιεῖν, ἀλλʼ ἐνώπιον πάντων ἐκχέαι. χρὴ
δὲ μετὰ πάντων ἀποσημειοῦσθαι μὴ μόνον τοὺς ἀποξενω-
μένους τόπους, ἀλλὰ καὶ τὰς μετὰ διαφόρων γενομένας ὁμι-
λίας, ἵνα χρείας καλούσης ἀναμνημονεύων ταῦτα πάντας <note type="marginal">4, 6, 2</note>
ἐκπλήσσῃ ὡς πολυμνήμων.</p><lb n="11"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>