<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:52-53</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:52-53</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="52"><lb n="10"/><head>52. Φυγὴ ἑνὸς καὶ μιᾶς.</head><note type="marginal">2, 31, 3</note><p>Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν <lb n="1"/>
ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ
δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν-
εχώρησεν.</p><note type="marginal">3, 7, 1</note><p>Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- <lb n="2"/>
<lb n="16"/> τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό-
φινον ἤτοι τοιοῦτον λάβοι.</p><note type="marginal">3,7, 3</note><p>Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ <lb n="3"/>
μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού-
<lb n="20"/> σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν.</p><note type="marginal">3,15</note><p>Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας
ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν.</p><note type="marginal">6,54</note><p>Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, <lb n="5"/>
ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς
<lb n="25"/> ἐκφεύγει.</p><note type="marginal">8,19</note><p>Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν <lb n="6"/>
τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων.</p><note type="marginal">8,34</note><p>Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς <lb n="7"/>
γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ
<lb n="30"/> ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη
εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη
<note type="footnote">1 Μιθραδάτην H || 8 τό χωρίον H || 23 μίλτου ὕδασι H ||
28 Χίλωνις] Χειλωνίς Polvaen.</note>

<pb n="492"/>
καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη.
ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον
τῆς ἰδίας ἀπέδωκε γυναικός.</p><lb n="8"/><p>Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ <note type="marginal">8,57</note>
ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ <lb n="5"/>
ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα.</p><lb n="9"/><p>Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- <note type="marginal">8, 61</note>
σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ
ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.</p></div><div type="textpart" subtype="section" n="53"><head>53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.</head><lb n="10"/><lb n="1"/><p>Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα <note type="marginal">8, 23, 21</note>
παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο
τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι
τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει.</p><lb n="2"/><p>Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ <note type="marginal">8, 24, 1</note>
ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν.</p><lb n="3"/><p>Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- <note type="marginal">8, 24, 3</note>
λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν
διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου <note type="marginal">8,24,5</note>
φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς.</p><lb n="20"/><lb n="4"/><p>Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- <note type="marginal">8, 53, 2</note>
χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν
αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ
ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>