<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:44-45</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:44-45</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="44"><head>44. Περὶ αὐτομόλων.</head><note type="marginal">3,9,57</note><p>[Ὅτι Ἰφικράτης] δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- <lb n="1"/>
κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψεν πρὸς
<lb n="10"/> τοὺς ἡγεμόνας τῶν ἀποστάντων, παρακαλῶν μεμνῆσθαι τοῦ
συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηναίων συμμα-
χίαν προσδέχοιντο, εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς
φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύλακες ἐκόμισαν τὰ γράμ-
ματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν
<lb n="15"/> τοὺς αὐτομόλους, οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν
ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.</p><note type="marginal">7,28,2</note><p>Ὅτι Ἀρσάμης συμβαλεῖν μάχην μέλλων τοῖς ἐκ βασι- <lb n="2"/>
λέως ἐπʼ αὐτὸν ἥκουσιν, ἐπειδὴ τὸν ἑαυτοῦ ἵππαρχον ἔγνω
συνθέμενον τοῖς πολεμίοις εἰς τὴν συμβολὴν τοῦ πολέμου
<lb n="20"/> μετὰ πεντακοσίων αὐτομολήσειν, τοῦτον ἀνακρίνας τῆς ἀρχῆς
διεδέξατο, μετὰ καὶ τοὺς ὑπʼ αὐτόν· ἄλλους δὲ πιστοὺς μετά
τινος οἰκείου τὴν τοῦ ἱππάρχου στολὴν ἐμβαλὼν ἀπέστειλεν
προστάξας συνθέσθαι τοῖς πολεμίοις καὶ κατὰ νώτου αὐτῶν
γενέσθαι. καὶ οὕτως αὐτοὺς κατὰ κράτος ἐνίκησεν.</p><note type="marginal">8,6</note><p>Ὅτι Ταρκύνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ καὶ <lb n="3"/>
<lb n="26"/> μὴ δυνάμενος ἑλεῖν τὸν ἑαυτοῦ παῖδα Σέξτον πληγαῖς αἰκι-
σάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκι-
σμένον ἰδόντες, ἐδέξαντο ἐν τῇ πόλει καὶ μεγάλα ἐπαγγειλά-
μενον κατὰ τοῦ πατρὸς, ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν.
<note type="footnote">8 [ὅτι Ἰφικράτης] inserui || 25 Γαβηνίους H || 27 αἰκισ-
μένον H.</note>

<pb n="484"/>
ἐληίζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμ-
βανεν, μάχας ἐνίκα πολλὰς, ὥστε οἱ Γάβιοι θαυμάσαντες
αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπέφηναν. ὁ δὲ ἄγγελον κρύφα
πέμψας τῷ πατρὶ ἤρετο, τί δρᾶν κελεύοι. Ταρκύνιος δὲ, καὶ
γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας <lb n="5"/>
ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον· φράζε μου τῷ παιδὶ τοῦτο
δράσαι.᾿  ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξτος τοὺς προὔχοντας τῶν
Γαβίων διαφθείρας οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθέ-
νειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκεν Ῥωμαίοις.</p></div><div type="textpart" subtype="section" n="45"><head>45. Περὶ διώξεων.</head><lb n="1"/><p>Ὅτι Λυκοῦργος προσέτασσε τοῖς Λάκωσι τοὺς πολε- <note type="marginal">1, 16, 3</note>
μίους φεύγοντας μὴ φονεύειν, ἵνα τὸ φεύγειν ἡγῶνται τοῦ
μένειν λυσιτελέστερον.</p><lb n="2"/><p>Ὅτι Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον δι- <note type="marginal">2,1,4</note>
δόναι παρήγγειλεν.</p><lb n="15"/><lb n="3"/><p>Ὅτι Ἰφικράτης τοὺς πολεμίους εἰς φυγὴν τρεψάμενος <note type="marginal">3,9,2</note>
παρήγγειλε [ἐν] ποταμῶν διαβάσεσι καὶ τόποις στενοῖς καὶ
τάφροις ταύτῃ μάλιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ,
ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι. καὶ ὅτι τῶν
τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες <lb n="20"/>
ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>