<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:4-5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:4-5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="4"><head>4. Πῶς ἄν τις τοῖς πολεμίοις προσάγοιτο.</head><lb n="1"/><p>Ὅτι Πεισίστρατος μέρος πολεμίων ἀπαντήσας καὶ τρο- <note type="marginal">1, 21, 1</note>
πωσάμενος, ἐπειδὴ ἔμελλεν προσυπαντᾶν καὶ ἑτέρους πολε-
μίους, ἐσχηματίσατο σπονδὰς πεποιηκέναι πρὸς τοὺς προ- <lb n="15"/>
τέρους. τούτῳ τῷ σχήματι κατηγωνίσατο καὶ αὐτῶν.</p><lb n="2"/><p>Ὅτι καὶ Βρασίδας τὰς ἐξ ἀπονοίας μάχας φεύγων δι- <note type="marginal">1, 38, 3</note>
σταγμὸν ἐνεποίει οἷς ἔμελλε πολιορκεῖν. οἷον ἐποίησεν εἰς
Ἀμφίπολιν κηρύξας τοῖς μὲν Ἀθηναίοις ὑποσπόνδοις ἀπιοῦσιν
ἄδειαν καὶ τὸ ἔχειν τὰ ἴδια, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν <lb n="20"/>
πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο.</p><lb n="3"/><p>Ὅτι καὶ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώρισε <note type="marginal">3, 10, 5</note>
τόπον τοῖς στρατιώταις προνομεύειν, τὸ δὲ λοιπὸν παρα-
φυλάττειν μήτε οἰκίαν μήτε ἔπαυλιν καθαιροῦντας ἢ ἥμερον
δένδρον ἐκκόπτειν, εἰ μὴ μόνον τοὺς καρποὺς, ὅπως, εἰ μὲν <lb n="25"/>
περιγένηται, κέρδος ἐκεῖθεν συλλέγοι, εἰ δὲ ὁ πόλεμος ἐκταθῇ,
τροφὰς καὶ καταγωγὰς ἔχοι.</p><lb n="4"/><p>Ὅτι καὶ Φίλιππος οὐ τοσοῦτον ἐμεγαλαύχει τοῖς ὅπλοις <note type="marginal">4, 2, 9</note>
κρατῶν, ὅσον τῇ ὁμιλίᾳ καὶ φρονήσει. ἡγεῖτο γὰρ ἐκεῖ
<note type="footnote">1 σκηπίων H (et sic semper) || 9 ἐκκοπήσεις H || 20 τοῦ
ἔχειν H || 27 ἔχειν H.</note>

<pb n="435"/>
μὲν κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, ὧδε δὲ αὐτῷ μόνῳ
προσεῖναι τὸ κλέος.</p><note type="marginal">4, 3, 1</note><p>Ὅτι καὶ Ἀλέξανδρος πάντας ἀνθρώπους εἰς εὔνοιαν ἐφέλ- <lb n="5"/>
κεσθαι σπουδάζων ἀντὶ βροτῶν καὶ φωτῶν καὶ ἀνδρῶν καὶ ἀν-
<lb n="5"/> θρώπων καὶ λοιπῶν κλήσεων Ἀλεξάνδρους πάντας ἀπεκάλει.</p><note type="marginal">4, 11, 1</note><p>Ὅτι Κάσσανδρος ἐν τῷ αὐτῷ πολιορκῶν καὶ τὴν Σαλα- <lb n="6"/>
μῖνα, ναυμαχῶν δὲ καὶ τοῖς Ἀθηναίοις νικήσας τῇ ναυμαχίᾳ
ὅσους ἐζώγρησεν ἄνευ λύτρων ἀφῆκεν. ὅπερ μαθόντες οἱ
ἐκ τῆς Σαλαμῖνος προσεχώρησαν αὐτῷ πιστεύσαντες τῇ τού-
<lb n="10"/> του φιλανθρωπίᾳ.</p><note type="marginal">4, 16</note><p>Ὅτι καὶ Ἀντίοχος πολιορκῶν Κύψελα ἔχων σὺν αὑτῷ <lb n="7"/>
Θρᾷκας πολλοὺς τοὺς ἐπιφανεστέρους πολυτελῶς κατεκόσμει,
οὓς ἰδόντες οἱ ἀπὸ τῶν Κυψέλων ὁμοφύλους ὄντας τοσαῦτα
εὐεργετηθῆναι παρὰ Ἀντιόχου τὰ ὅπλα καταβαλόντες Ἀν-
<lb n="15"/> τιόχῳ προσέθεντο σύμμαχοι γεγονότες.</p><note type="marginal">5, 6</note><p>Ὅτι καὶ Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως <lb n="8"/>
σπουδάζων, ὅσους εἶχεν Ἐργετίνους μισθοφόρους, τούτοις
ἀπένεινμε τὸ πλέον μέρος τῆς λείας καὶ ἐπῄνει ὡς προ-
θυμοτάτους. ταῦτα τοῖς πολίταις ἀγγελθέντα ἔπεισεν ἔρηνμον
<lb n="20"/> καταλιπεῖν τὴν πόλιν καὶ αὐτῷ προσθέσθαι. αὐτὸς δὲ μετὰ
τὸ κρατῆσαι πάντας ἀπέκτεινεν.</p><note type="marginal">deest in polyaeni codicibus</note><p>Ὅτι Ἀννίβας ἐν πολένμῳ φονευθέντα Φλαῦον, ἐπειδὴ <lb n="9"/>
τὸ σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον
αἰκίζεσθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν
<lb n="25"/> στρατηγὸν ἐπήνεσεν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας
πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ
Ῥωμαίων ἐκτήσατο.</p><note type="marginal">6, 48</note><p>Ὅτι Μέντωρ κρατήσας Ἑρμείου πρὸς τὰς πόλεις τὰς <lb n="10"/>
ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε σφραγίσας τῇ σφραγίδι Ἑρ-
<lb n="30"/> μείου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι
τὰ γράμματα, ἐξ οὗ παρέδωκαν καὶ ἑαυτοὺς καὶ τὰς πόλεις.</p><note type="footnote">6 Κάσανδρος H || 11 αὐτῷ H || 16 Ἐργετήνων et 17 Ἐργε-
τήνους H || 17 τούτους H.</note><pb n="436"/><lb n="11"/><p>Ὅτι Ἀρταξέρξης ἀγωνοθετῶν τοῖς Ἕλλησι τὸν πόλεμον <note type="marginal">7, 16, 2</note>
ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις ἐπανίσου τὸ ἐλαττούμενον
καὶ ἐκ τούτου ἐκράτησεν.</p><lb n="12"/><p>Ὅτι Κάμιλλος πολεμῶν Φαληρεῖς ἐπειδὴ εἶδεν Φαλη- <note type="marginal">8, 7, 1</note>
ρέων παίδων διδάσκαλον τοὺς ὑπʼ αὐτὸν προδόντα παῖδας <lb n="5"/>
αὐτῷ, ἀντιπαραδοὺς αὐτὸν τοῖς παισὶ προσέταξεν ὀπίσω τὼ
χεῖρε δεδεμένον ἀποκομίσαι πρὸς τοὺς πατέρας ὡς προδότην.
οἱ δὲ τοῦτον καταφθείραντες, Καμίλλου δὲ τὴν ἀρετὴν θαυ-
μάσαντες ἑαυτοὺς ἄνευ μάχης παρέδωκαν.</p><lb n="13"/><p>Ὅτι καὶ Σκιπίων δορυάλωτον πόλιν λαβὼν, ἐπειδὴ οἱ <note type="marginal">8, 16, 6</note>
νυμφαγωγοὶ παρθένον αὐτῷ ἤγαγον κάλλος ὑπερφυὲς ἔχου- <lb n="11"/>
σαν, αὐτὸς τὸν πατέρα τῆς κόρης ἀναζητήσας ἐχαρίσατο τὴν
θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντος αὐτὸς καὶ ταῦτα
συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ
καὶ ἄλλαι τῶν εὐγενῶν θυγατέρες ἢ παῖδες ἑάλωσαν, τού- <lb n="15"/>
τοις ἐφίστα σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων εἰς θερα-
πείαν πᾶσαν καὶ χορηγίαν. ἡ τοιαύτη Σκιπίωνος σωφροσύνη
πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας ἀπειργάσατο.</p><lb n="14"/><p>Ὅτι Καῖσαρ Πομπήϊον νικήσας καὶ θεασάμενος τοὺς <note type="marginal">8, 23, 23</note>
στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραξε φείδεσθε <lb n="20"/>
τῶν πολιτῶνʼ.</p></div><div type="textpart" subtype="section" n="5"><head>5. Δειλῶν διάκρισις.</head><lb n="1"/><p>Ὅτι Ἐπαμινώνδας ὑποπτεύσας ἐθελοκακοῦντας ἀκο- <note type="marginal">2, 3, 3</note>
λουθεῖν τινας τῶν αὐτοῦ στρατιωτῶν ἐκήρυξεν ἀπιέναι τοὺς
βουλομένους καὶ μετὰ τῶν προθύμων ὁπλιτῶν παραταξά- <lb n="25"/>
μενος εὐκλεῶς ἐνίκησεν.</p><lb n="2"/><p>Ἀλλὰ καὶ Ἰφικράτης θεασάμενος ὀκνηροὺς καὶ δειλούς <note type="marginal">3, 9, 1</note>
τινας ἐπακολουθοῦντας αὐτῷ ἐκήρυξεν τῆς ἐξόδου γενομένης
ἄφνω· εἴ τις ἀπολέλοιπέν τι, ἀναστρεφέτω καὶ παρασκευασά-
μενος καλῶς ἐπανηκέτω.᾿ μὴ ἀναμείνας δὲ τούτους ἔφη πρὸς <lb n="30"/>
<note type="footnote">4 Φαλερίοις Polyaen || Φαλερίων Polvaen || 15 τούτους H
24 αὐτοῦ H.</note>

<pb n="437"/>
τοὺς ἀπομείναντας· ῾ νῦν, ὦ ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλ-
λαγμένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι
τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.᾿  καὶ ἐκ τούτου
κατὰ κράτος ἐνίκησεν.</p><note type="marginal">5,3,5</note><p>Ὅτι καὶ Ἀγαθοκλῆς βουλόμενος ἐπὶ Καρχηδόνα δια- <lb n="3"/>
<lb n="6"/> πλεῦσαι δοκιμάζων τὸ πρόθυμον τῶν στρατιωτῶν ἐκήρυξεν·
῾ ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν
μετὰ τῶν οἰκείων κτημάτωνʼ, καὶ ἐξελθόντας αὐτούς ἀπέ-
κτεινε πάντας· τοὺς δὲ μείναντας ἐπαινέσας ὡς ἀνδρείους
<lb n="10"/> καὶ πιστοὺς ἀπέπλευσεν εἰς Καρχηδόνα καὶ παραχρῆμα τὰς
ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζωνται γενναιότερον τὸ φυγεῖν
ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτῳ τῷ στρατηγήματι αὐτῶν
τε Καρχηδονίων καὶ πολλῶν ἄλλων ἐκράτησε πόλεων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>