<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:32-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:32-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="32"><head>32. Ὅτι δεῖ τὰς ἐξ ἀπονοίας μάχας φυλάττεσθαι.</head><lb n="1"/><p>Ὅτι Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν <note type="marginal">1, 30, 4</note>
ἔφʼ Ἑλλήσποντον καὶ τὸ ζεῦγνμα λύειν, ἵνα βασιλεὺς μὴ
φύγοι. Θεμιστοκλῆς ἀντιβουλεύεται, ὅτι ὁ βασιλεὺς ἀπο- <lb n="30"/>
<note type="footnote">22 κατέλαβεν] κατέλαβεν τὸ Περσικὸν ex dittogr. H || 23
ἱερίων H || ἀναίδην Η || 30 ἀπολειφθεὶς H.</note>

<pb n="471"/>
ληφθεὶς ἀναμαχήσεται τάχα. πολλάκις δὲ ἀπόνοια δίδωσιν
ὅσα μὴ ἔδωκεν ἀνδρεία. καὶ διʼ αὐτομόλου ἤγγειλεν τῷ
βασιλεῖ, ὡς, εἰ μὴ ἀναζεύξοι, ἡ γέφυρα τοῦ Ἑλλησπόντου
διαλύεται. ὁ δὲ φυγὼν ᾤχετο, Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν
<lb n="5"/> ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.</p><note type="marginal">2, 1, 5</note><p>Ὅτι Ἀγησίλαος ἐν Κορωνείᾳ Ἀθηναίους ἐνίκησεν. ἤγ- <lb n="2"/>
γελλέ τις· οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών.᾿  ὁ δὲ
προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι ὅποι βούλοιντο, σφαλερὸν
ἡγούμενος συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας ἀναμαχομένοις.</p><note type="marginal">2, 1, 19</note><p>Ὅτι ὁ αὐτὸς Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λακω- <lb n="3"/>
<lb n="11"/> νικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς
ἠγωνίζοντο, καὶ φόνος ἦν ἀμφοτέρων πολύς. Ἀγησίλαος
παρήγγειλε· παυσάμενοι τῆς θυμομαχίας διαστῶμεν.᾿  οἱ μὲν
διέστησαν, Θηβαῖοι δὲ διαδραμόντες ἔφευγον. Ἀγησίλαος κατὰ
<lb n="15"/> τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο καὶ οὐκέτι φόνος ἦν ἀμφοτέ-
ρων, ἀλλὰ μόνον τῶν φευγόντων.</p><note type="marginal">2, 1, 28</note><p>Ὅτι ὁ αὐτὸς Μεσσηνίους ἰδὼν ἔξω τῆς πόλεως μετὰ <lb n="4"/>
γυναικῶν καὶ παίδων παραταξαμένους ἀνέζευξεν ὡς ἀπεγνω-
κότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειότερον μαχομένων.</p><note type="marginal">3, 9, 3</note><p>Ὅτι Ἰφικράτης νύκτωρ κατελάβετο πολειμίων πόλιν. οἱ <lb n="5"/>
<lb n="21"/> δὲ συνέφευγον εἰς τὴν ἀγορὰν καὶ πλῆθος ἡθροίζετο. Ἰφι-
κράτης ἀνοίγειν ἐκέλευσεν τὰς πύλας παρασχὼν αὐτοῖς ἀφορ-
μὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδύνως κρατήσῃ.</p><lb n="6"/><note type="marginal">7, 44, 2</note><p>Ὅτι Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά-
<lb n="25"/> μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι
τοὺς δεσπότας οὐκ ἐδέξαντο· πόλεμος ἦν. οἱ μὲν οἰκέται
φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι, Σκύθης δὲ ἀνὴρ δείσας
αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευεν, ὅπλα μὲν καὶ
τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέ-
<lb n="30"/> τας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμη-
σαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα
φεύγοντες ᾤχοντο.</p><note type="footnote">14 δραμόντες H || 24 Σκυθιάδες H.</note></div><div type="textpart" subtype="section" n="33"><pb n="472"/><head>33. Προσποίησις φυγῆς.</head><lb n="1"/><p>Ὅτι Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι <note type="marginal">5, 22, 1</note>
καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ τῶν Λακεδαιμονίων ἐχόν-
των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων
φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ <lb n="5"/>
τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχά-
των τὰς μὲν αὐτάνδρους ἔλαβε τῶν νεῶν, τὰς δὲ κατέδυσεν,
ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν
τοὺς διώκοντας.</p><lb n="2"/><p>Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] deset in Polyaeni codicibus
θεασαμένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν
κρουσόμενος, νύκτωρ δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας <lb n="12"/>
τετρακισχιλίους διεγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν. οἱ
δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων
κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>