<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:26-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:26-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="26"><head>26. Κώλυσις ὁρμῆς ἀλογίστου.</head><note type="marginal">3, 9, 28</note><p>Ὅτι Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει <lb n="1"/>
πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπείγοντο
<lb n="15"/> ἐξελθεῖν ἐν τῇ μάχῃ. Ἰφικράτης δὲ ὀρῶν τοὺς πολενμίους
πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μέγα
φρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ῾ ἐγὼ
μὲν [ ὑμᾶς] εἰς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρο-
νεῖν Βοιωτῶν δύνασθαι, τῶν δὲ ἐμοῦ κρειττόνων στρατη-
<lb n="20"/> γῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως ἔπεισε τοὺς
Ἀθηναίους τῆς παραλόγου παύσασθαι ὁρμῆς.</p><note type="marginal">deest in Polyaeni codicibus</note><p>Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν <lb n="2"/>
Ἀθηναίοις, εἶπεν· ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βου-
λομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῇ πόλει,
<lb n="25"/> τοὺς δὲ ῥήτορας μὴ κλέπτειν τὰ δημόσια.᾿</p></div><div type="textpart" subtype="section" n="27"><head>27. Πανικοῦ φόβου λύσις.</head><note type="marginal">2,2.10</note><p>Ὅτι Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά-
τευμα κατελάμβανον· ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο θόρυβος,
<note type="marginal">13 Ἀθηναίοις H || 17 φρονοῦντες H || προσῆγεν H || 18 [ὑμᾶς]
inserui.</note>

<pb n="462"/>
μηδένα ὀρθὸν ἀνίστασθαι, ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναι-
ρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας κατα-
φρονεῖν νυκτερινοῦ φόβου. καὶ οὕτως ἐπαύσαντο ἀναπη-
δῶντες καὶ ταραττόμενοι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>