<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:2-3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:2-3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><head>2. Περὶ τῆς τῶν ὑπηκόων εὐνοίας.</head><p>Τοῦτο γίγνεται, ὅταν τις τοὺς εἰς αὐτὸν πταίοντας
συγχωρῇ ἢ καὶ μικρὰ ἐπιτιμᾷ, ὁποῖα λέγουσι τὸν Γέσκωνα <note type="marginal">5, 11</note>
ἐκεῖνον τοὺς τοῦ ἀδελφοῦ φονεῖς καὶ αὐτοῦ ἐκείνου ἐπι- <lb n="15"/>
βούλους ἐργάσασθαι, ἐλαφρῷ ποδὶ ἐπὶ τὸν τράχηλον τῶν
ἐχθρῶν ἐπιβάντα εἰπεῖν ἱκανὴν ἔχειν τιμωρίαν τῆς τοῦ
ἀδελφοῦ ἀναιρέσεως, ὅτι οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ
ἀγαθῷ κακόν. χρη δὲ καὶ τὰς πρὸς τοὺς ἐχθροὺς ἀπο-
κινήσεις σπουδῇ ποιεῖν εἰς τὸ μὴ, χυδαιοῦν τὸν ἴδιον στρατόν.</p><lb n="20"/></div><div type="textpart" subtype="section" n="3"><head>3. Περὶ τῆς τῶν πολεμίων ἀσκήσεως καὶ σωφροσύνης.</head><p>ὍΙτι Ἀρχίδαμος διὰ στενοχώρου καὶ ἀνύδρου ὁδοῦ δια- <note type="marginal">1, 41, 5</note>
βιβάζων τὸν λαὸν καὶ παραμυθούμενος τοῦ μὴ ἀγανακτεῖν
λάθρᾳ ἐπελθὼν τοῖς πολεμίοις λείαν πολλὴν ἐλάβετο. εἶτα
ἐπὶ τῇ νίκῃ γεγηθότας ὁρῶν τοὺς στρατιώτας ἠρώτησεν, <lb n="25"/>
ὁπότε λέγουσι καὶ διὰ ποίων ἔργων κατεπράχθη τὸ ἀνδρα-
γάθημα. ἀποκριναμένων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν,
τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν, οὐδα-
μῶς ἔφη αὐτὸς ἐκ τούτων δοκεῖν τὸ κατόρθωμα, ἀλλὰ τότε,
<note type="footnote">10 ἀναμνημονεύcντα H 14 ἐπιτιμᾶν H.</note>

<pb n="433"/>
ὁπότε τὴν στενόχωρον καὶ ἄνυδρον ἐπορευόμεθα· τὸ γὰρ
βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν.</p><note type="marginal">3, 9, 32</note><p>Ὅτι Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μη- <lb n="2"/>
χανώμενος ψευδοενέδρας, ψευδοπροδοσίας, ψευδαυτομολίας,
<lb n="5"/> ψευδοεφόδους, ἵνα, κἂν συμβῇ τι, ἐξ αὐτῶν μὴ ἐκπλήτ-
τοιντο.</p><note type="marginal">4, 2, 1</note><p>Ὅτι Φίλιππος τὸν ἴδιον στρατηγὸν ἀπεχειροτόνησε τῆς <lb n="3"/>
ἀρχῆς χρησάμενον λουτρῷ ἐπειπὼν αὐτῷ· ἀγνοεῖν μοι δοκεῖς
τὰ τῶν Μακεδόνων, παρʼ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ
<lb n="10"/> λούεται.</p><note type="marginal">4, 2, 3</note><p>Ὅτι ἑτέρους ἀπεχειροτόνησε ψάλτριαν εἰς τὸ στρατόπεδον <lb n="4"/>
καταδεξαμένους εἰσελθεῖν.</p><note type="marginal">4, 3, 32</note><p>Ὅτι καὶ Ἀλέξανδρος τὸ τοῦ Δαρείου δεῖπνον ἀναγιγνω- <lb n="5"/>
σκόντων τῶν Μακεδόνων καὶ θαυμαζόντων διὰ τὴν πολυ-
<lb n="15"/> τελείαν κατέγνω εἰπὼν, ὡς οὐδαμῶς συμφέρει τοῖς στρατη-
γοῖς οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι. ἀνάγκη γὰρ τῇ
πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν καὶ μαλακίαν
ἕπεσθαι.</p><note type="marginal">8, 8</note><p>Ὅτι Μούκιος ὁ Ῥωμαῖος ἀνὴρ βουλόμενος διʼ οἰκείας <lb n="6"/>
<lb n="20"/> αὐτομολήσεως τὸν Τυρρηνῶν βασιλέα ἀνελεῖν, ἀμφιασάμενος
Τυρρηνικὴν στολὴν καὶ τυρρηνίζων τῇ φωνῇ εἰσῆλθεν πρὸς
Τυρρηνούς. φωραθεὶς δὲ ἐπειδὴ ἔμελλε τῆς τόλμης ὑπέχειν
δίκην, τῆς παρακειμένης ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν
δεξιὰν καὶ φλεγομένης τῆς χειρὸς εἱστήκει διαλεγόμενος τῷ
<lb n="25"/> βασιλεῖ ἀτρέπτῳ τῷ προσώπῳ· ὡς δὲ ἐθαυμάζετο, ῾μηδαμῶς,
ἔφη, θαυμάσῃς· τριακόσιοι γὰρ Ῥωμαῖοι τὴν ὁμοίαν ἐμοὶ
ἀρετὴν ἔχοντες ἀνὰ τὸ σὸν περιπολοῦσι στρατόπεδον τὸν σὸν
ἐπιτηδευόμενοι θάνατον.᾿ ἐξ οὗ συνέβη φοβηθέντα τὸν βασι-
λέα πρὸς Ῥωμαίους σπείσασθαι.</p><note type="marginal">8,13</note><p>Ὅτι καὶ Γάϊος παράγγελμα δοὺς τοῦ ἐν καιρῷ θέρους <lb n="7"/>
<lb n="31"/> μένειν τὸ στρατόπεδον ἐπὶ τῶν ὅπλων, ἐπειδὴ ἐθεάσατο τὸν
ἵδιον υἱὸν διψῶντα τὸν ἵππον μέλλοντα ποτίζειν, κατεψηφί-
σατο αὐτῷ καρατομίαν, ὅπως μὴ παρορῶνται τὰ τούτου
παραγγέλματα παρὰ τῶν λοιπῶν στρατιωτῶν.</p><pb n="434"/><lb n="8"/><p>Ὅτι καὶ Σκιπίων οὐ παρεχώρει πλὴν τῶν ἀναγκαίων ἐπι- <note type="marginal">8, 16, 2</note>
σύρεσθαί τινα ἐν τῷ στρατοπέδῳ, παρεσκεύαζεν δὲ ἐθίζεσθαι
τὸν στρατὸν ἀριστᾶν μὲν ὀρθοὺς ἄπυρον ὄψον, ἐν δὲ τῷ
δείπνῳ προσφέρεσθαι καὶ κρέας ἑφθὸν ἢ ὀπτόν.</p><lb n="9"/><p>Ὅτι καὶ Καῖσαρ ἐν λιμῷ σκευάσας τοῖς στρατιώταις ἐκ <note type="marginal">8, 23, 24</note>
βοτάνης ἄρτους διέδωκεν, οὓς εὑρὼν Πομπήϊος ἀπέκρυψε <lb n="6"/>
τοῖς ἰδίοις στρατιώταις τοῦ μὴ ἐπιδεῖξαι τὴν τῶν πολειμίων
ἐγκράτειαν.</p><lb n="10"/><p>Ὅτι ὁ αὐτὸς ἐκκοπείσης αὐτοῦ στρατιᾶς ὤμοσε μὴ πρό- <note type="marginal">8, 23, 23</note>
τερον ἀποκείρασθαι, πρὶν τὴν ἐκδίκησιν τῶν ἀνῃρημένων <lb n="10"/>
ποιήσασθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>