<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:12-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1:12-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0616.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="12"><head>12. Κατάπληξις πολεμίων.</head><lb n="1"/><p>Ὅτι πολλάκις ἐν ἐπιτηδείῳ τόπῳ, ἤγουν ἐν νάπῃ καὶ <note type="marginal">1, 2</note>
ἐν καταπέτρῳ καὶ κοίλῳ, μέγα συμβάλλεται ὁ ἀλαλαγμὸς καὶ
ἦχος ὡς δυνάμενα καταπλήσσειν πολεμίους.</p><lb n="2"/><p>Ὅτι Θεσσαλὸς Βοιωτῶν Ἄρνην οἰκούντων καὶ Θεσσα- <note type="marginal">1, 12</note>
λοῖς πολεμούντων τέχνῃ ἐκράτησε χωρὶς μάχης. παραφυλάξας <lb n="21"/>
γὰρ νύκτα ἀσέληνον ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας
ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρέων δᾷας καὶ λύχνους
ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν καθελεῖν, ὅπερ μέγαν
φόβον τοῖς Βοιωτοῖς ἐμποιῆσαν πρὸς ἱκεσίαν τῶν Θεσσα- <lb n="25"/>
λῶν ἔτρεψε.</p><lb n="3"/><p>Ὅτι καὶ τὴν προθυμίαν τοῦ ἰδίου λαοῦ, ἄν τε ἐξ ἀπο-  <note type="marginal">1, 17</note>
νοίας, ἄν τε ἄλλως πως γένηται, χρὴ διʼ αὐτομόλων παρα-
<note type="footnote">15 τῇ σφενδόνῃ H || 20 τοῖς ἄλλοις πολεμούντων H || 24
καθέλκειν H.</note>

<pb n="443"/>
σκευάζειν γιγνώσκεσθαι τοῖς πολεμίοις, ἵνα καταπληττόμενοι
ἀσθενέστεροι γίγνωνται.</p><note type="marginal">1, 32, 3</note><p>Ὅτι Λεωνίδας ἐμβαλὼν εἰς χώραν πολεμίων ἀποπέμψας <lb n="4"/>
νύκτωρ ἄλλον ἀλλαχοῦ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον,
<lb n="5"/> δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπρᾶν· ταῦτα ὁρῶντες
οἱ πολέμιοι οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν συνεχώρησαν
προαγαγεῖν.</p><note type="marginal">2, 38, 1</note><p>Ὅτι Ὀνόμαρχος πολιορκουμένης τῆς αὐτοῦ πόλεως ἐξ- <lb n="5"/>
αγαγὼν τὴν δύναμιν πᾶσαν τέκνα μὲν καὶ γυναῖκας καὶ μή-
<lb n="10"/> τέρας ἔστησεν ἐφεξῆς, πρὸ δὲ τούτων τοὺς ὁπλίτας ἔταξεν.
ὁ δὲ τὴν ἐπίθεσιν ποιήσας Πελοπίδας συνεὶς τὴν παρα-
σκευὴν μετὰ ἀπονοίας μὴ συνάψας μάχην ἀπεχώρησεν.</p><note type="marginal">3, 9, 23</note><p>Ὅτι Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον ἔδωκεν· ἀσπίδας <lb n="6"/>
χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων
<lb n="15"/> οἰκέταις πέμψαι. Χῖοι δὲ τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετι-
κὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμ-
μαχίαν συνέθεντο.</p><note type="marginal">3, 9, 39</note><p>Ὅτι ὁ αὐτὸς ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρ- <lb n="7"/>
ετάσσετο, γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύσκιον ἀνε-
<lb n="20"/> βόησεν. οἱ πολέμιοι φοβηθέντες ἀνέστρεψαν.</p><note type="marginal">6, 4, 2</note><p>Ὅτι Φιλοποίμην ὑπὸ Λακεδαιμονίων διωκόμενος, ἐπειδὴ <lb n="8"/>
κατέλαβεν ποταμὸν, προσέταξε τοὺς ἱππεῖς ἀποχαλινώσαντας
τοὺς ἵππους ποτίζειν τοῦ παρακειμένου τόπου πολλὴν ὕλην
ἔχοντος. οἱ οὖν Λακεδαιμόνιοι ὑποπτεύσαντες ἐν τῇ ὕλῃ
<lb n="25"/> συμμάχους μὴ τολμήσαντες τὸν ποταμὸν διαβῆναι ἀνεχώρησαν.</p><note type="marginal">6, 18, 1</note><p>Ὅτι Φωκεῖς κατακλεισθέντες ὑπὸ Θετταλῶν γυψώσαντες <lb n="9"/>
ἑαυτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδε-
σθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς
πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον φοβηθέντες
<lb n="30"/> καὶ ὑπονοήσαντες ἑτέρους εἶναι τοὺς ἐπιτιθεμένους ἡττήθησαν
πεσόντες τετρακισχίλιοι.</p><note type="footnote">14 τοὺς τ. Χ. οἰκέτας H || 30 ἐπιθεμένους Hp.</note><pb n="444"/><lb n="10"/><p>Ὅτι Κῦρος ἡττώμενος Μήδων κατέφυγεν εἰς Πασαρ-  <note type="marginal">7, 6, 9</note>
γάδας. πολλῶν δὲ Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς
῾αὔριον ἀφίξονται ὑμῖν σύμμαχοι δέκα μυριάδες· ἀλλὰ πρὸς
τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φά-
κελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα <lb n="5"/>
Μήδοις ἀπήγγειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκα-
στον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πιστεύσαντες
ἥκειν τοὺς συμμάχους ἔφυγον.</p><lb n="11"/><p>Ὅτι Κροῖσος βραδυνόντων τῶν Ἑλλήνῶν συμμάχων τοὺς <note type="marginal">7, 8, 1</note>
ἰσχυροτέρους καὶ μεγίστους Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατ- <lb n="10"/>
εσκεύασεν. ὁ δὲ Κῦρος πιστεύσας συμμαχίαν αὐτῷ προσελ-
θεῖν τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο.</p><lb n="12"/><p>Ὅτι Αὐτοφραδάτης πάντας τοὺς συμμισθοφόρους ἐξ- <note type="marginal">7, 27, 3</note>
ἀγαγεῖν βουλόμενος ἐπὶ μάχην ἐκήρυττεν, ὡς ἕνεκα ἀριθμοῦ
ποιοῖτο τὴν ἔξοδον. ἐκ τούτου σπουδῇ πάντες προῆλθον. <lb n="15"/>
τῷ τοιούτῳ πλήθει τοὺς ἐναντίους ἐξέπληξεν.</p></div><div type="textpart" subtype="section" n="13"><head>13. Περὶ τοῦ καιροῦ καὶ τόπου τῆς μάχης.</head><lb n="1"/><p>Ὅτι Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς μὴ πολ- <note type="marginal">1, 16, 2</note>
λάκις στρατεύειν λέγων πρὸς τοὺς οἰκείους· ἵνα μὴ τοὺς
πολεμίους πολεμεῖν διδάξωμεν.᾿</p><lb n="20"/><lb n="2"/><p>Ὅτι Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε- <note type="marginal">1, 32, 1</note>
νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων.
<lb n="3"/> Ὅτι Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγεν <note type="marginal">2, 3, 7</note>
πείθων πάντας, ὡς οὐδέποτε κλέψαι βούλοιτο πόλεμον, ἐν
Πελοποννήσῳ δὲ νυκτὸς ἀναστὰς ἐπέθετο τοῖς πολεμίοις ἔτι <lb n="25"/>
καθεύδουσιν.</p><lb n="4"/><p>Ὅτι Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάττετο ἔχων <note type="marginal">3, 9, 13</note>
ἠσκημένους, οὐ παραχρῆμα συνῆπτε τὸν πόλεμον, εἰ δὲ προ-
γεγυμνασμένοις ἔμελλε μάχεσθαι αὐτὸς ἔχων στρατιώτας ἀγυ-
μνάστους, συνεπλέκετο παραχρῆμα εἰς μάχην.</p><lb n="30"/><note type="footnote">1 Περσαγάδας H.</note><pb n="445"/><note type="marginal">3, 10, 3</note><p>Ὅτι Τιμόθεος μετὰ σπουδῆς ἐποίει τὰς πρὸς τοὺς πο- <lb n="5"/>
λεμίους ἐκδρομὰς, ἵνα τῶν ἀπροθύμων ἀπομενόντων μετὰ
τῶν προθυμοτάτων μόνων μάχοιτο.</p><note type="marginal">3, 11, 6</note><p>Ὅτι Χαβρίας εἰς πολεμίαν χώραν ἐμβαλὼν καὶ λείαν <lb n="6"/>
<lb n="5"/> πολλὴν συναθροίσας, ἐπειδὴ ὑφεωρᾶτο καταδιωχθῆναι ὑπὸ
τῶν πολεμίων, τοὺς ἰδίους στρατιώτας δειπνοποιήσας καὶ
συντάξας ἐπορεύετο· τῶν ἐναντίων δὲ καταλαβόντων μετὰ
σπουδῆς καὶ διεσπαρμένων καὶ πρὸς μάχην ὄντων ἀχρήστων
συμβαλὼν πόλεμον τοὺς πλείστους αὐτῶν διέφθειρεν.</p><note type="marginal">4, 6, 5</note><p>Ὅτι Ἀντίγονος εἰ μὲν εἶχεν μείζονα δύναμιν, σχολαιό- <lb n="7"/>
<lb n="11"/> τερον τὸν πόλεμον ἐχρῆτο, εἰ δὲ ἀσθενεστέραν, νέους καὶ
φιλοκινδύνους τὰς ἐπιθέσεις ποιεῖν προετρέπετο.</p><note type="marginal">4, 6, 20</note><p>Ὅτι ὁ αὐτὸς βουλόμενος τὰς Ἀθήνας λαβεῖν τῷ τοῦ <lb n="8"/>
φθινοπώρου καιρῷ ἐσπείσατο πρὸς Ἀθηναίους. οἱ δὲ εἰρήνην
<lb n="15"/> προσδοκῶντες καὶ σπείραντες τὸν σῖτον ὀλίγον ἐφύλαξαν προσ-
δόκῶντες θερίσαι. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος
δῃώσας τὰς χώρας ἄνευ μάχης ἔλαβεν τὰς Ἀθήνας.</p><note type="marginal">8, 10, 3</note><p>Ὅτι Μάριος, ἡνίκα τοῖς ἀπὸ τῶν χειμερίων τόπων ὡρμη- <lb n="9"/>
μένοις ἔμελλεν συνάπτειν πόλεμον, ἐν μεσούσῃ ἡμέρᾳ καύ-
<lb n="20"/> ματος ἡλιακοῦ ὑπόντος συνῆπτε τὸν πόλεμον, ὡς ἂν τῷ
ἀήθει τῆς ἡλιακῆς θέρμης καταθαλπόμενοι, οἳ πολλάκις καὶ
τὰς ἀσπίδας ὑπὲρ κεφαλῆς ἐν τούτῳ προετίθουν, εὐαλω-
τότεροι γένοιντο.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>