<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1:1-19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1:1-19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0609.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><head rend="center">α'. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ.</head><p rend="indent">Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου <pb facs="219219004_0232" n="192"/>ἐπὶ τὸ μὴ κύριον ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα,
                        ἐμφάσεως μέν, οἷον <lb/><quote rend="blockquote">αἰχμὴ δὲ διέσσυτο
                            μαιμώωσα.</quote>
                        <lb/>ἡ γὰρ <quote rend="expand">μαιμώωσα</quote> λέξις, ὅπερ ἐστὶ προθυμουμένη, ἰδίως ἐπὶ ἐμψύχου
                        τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρατος τέτακται· ὁμοιώσεως δὲ <lb/><quote rend="blockquote">πάντες δ᾽ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">οὔρεος ἐν κορυφῇσι.</quote>
                        <lb/>πόδες γὰρ καὶ κορυφαὶ ἐπ᾽ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ
                        ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν,
                        ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα,
                        οἷον <lb/><quote rend="blockquote">ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">κυλίνδετο λᾶας ἀναιδής·</quote>
                        <lb/>ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον <lb/><quote rend="blockquote">ἄσβεστος δ᾽
                            ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="2"><head rend="center">β'. ΠΕΡΙ ΚΑΤΑΧΡΗΣΕΩΣ.</head><p rend="indent">Κατάχρησίς ἐστι λέξις μετενηνεγμένη ἀπὸ τοῦ πρώτου κατονομασθέντος
                        κυρίως τε καὶ ἐτύμως ἐφ᾽ ἕτερον ἀκατονόμαστον κατὰ τὸ οἰκεῖον, οἷον γόνυ καλάμου, καὶ
                        ὀφθαλμὸς ἀμπέλου, καὶ χεῖλος κεραμίου καὶ τράχηλος ὄρους· κυρίως γὰρ ταῦτα ἐπὶ
                        ἀνθρώπου λέγονται, καὶ πάλιν πυξὶς μὲν λέγεται ἡ ἐκ πύξου κατεσκευασμένη,
                        καταχρηστικῶς δὲ καὶ ἡ χαλκῆ καὶ ἡ ἐξ οἵας δήποτε πεποιημένη ὕλης. τῷ αὐτῷ σχήματι
                        ἀνδριὰς κυρίως μὲν τὸ τοῦ ἀνδρὸς ἀπεικόνισμα, καταχρηστικῶς δὲ καὶ γυναικός, καὶ
                        ἀνδροφόνος κυρίως ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ὁ γυναῖκα. ἔτι τριήραρχος
                        κυρίως <pb facs="219219004_0233" n="193"/>ὁ τριήρους ἄρχων, καταχρηστικῶς δὲ καὶ ὁ
                        πεντήρους καὶ ἑξήρους, καὶ τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν,
                        καταχρηστικῶς δὲ καὶ δακτύλοις ἀριθμεῖν. διαφέρει δὲ μεταφορὰ καὶ κατάχρησις, ὅτι ἡ
                        μὲν μεταφορὰ ἀπὸ κατονομαζομένου ἐπὶ κατονομαζόμενον λέγεται, ἡ δὲ κατάχρησις ἀπὸ,
                        κατονομαζομένου ἐπὶ ἀκατονόμαστον, ὅθεν καὶ κατάχρησις λέγεται. </p></div><div type="textpart" subtype="section" n="3"><head rend="center">γ'. ΠΕΡΙ ΑΛΛΗΓΟΡΙΑΣ.</head><p rend="indent">Ἀλληγορία ἐστὶ λόγος ἕτερον μέν τι κυρίως δηλῶν, ἑτέρου δὲ ἔννοιαν
                        παριστάνων καθ᾽ ὁμοίωσιν ἐπὶ τὸ πλεῖστον, οἷον <lb/><quote rend="blockquote">ἧς τε
                            πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="4"><head rend="center">δ'. ΠΕΡΙ ΑΙΝΙΓΜΑΤΟΣ.</head><p rend="indent">Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως εἰς ἀσάφειαν
                        ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ
                        ἀλληγορίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ᾽ ἑκάτερον, οἷον Ἥσσων
                        ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονήσας· ἐστὶ δὲ
                        ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν, <lb/><quote rend="blockquote">γῆς ἔθανε καταδέσμου ὅτ᾽ ἀγγείων ἀφάμαρτεν·</quote>
                        <lb/>ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας
                        γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ <lb/><quote rend="blockquote">εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει <lb/>τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦσ᾽
                            ὑπὸ τῆσδε τεκνοῦται.</quote>
                        <lb/>ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ᾽
                        ὅμοιον, κατ᾽ ἐναντίον, κατὰ συμβεβηκός, καθ᾽ ἱστορίαν, καθ᾽ ὁμωνυμίαν, κατὰ γλῶτταν.
                        κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς <pb facs="219219004_0234" n="194"/>
                        ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δίκαιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν
                        ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ
                        γὰρ ψεῦδος ἐν τοῖς ἐσχάτοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. ἐπὶ χοίνικος μὴ
                        καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ
                        μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον
                            <lb/><quote rend="blockquote">μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα
                            <lb/>ἔσθειν·</quote>
                        <lb/>τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς
                        γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν
                        οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ᾽ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ
                        ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ
                        καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου
                        κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ
                        οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ
                        ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ
                        τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ
                        κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς
                        τὸ <lb/><quote rend="blockquote">εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι·
                            <lb/>ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, <lb/>αὐτὰρ ἐπεί κε θάνωσι
                            καὶ ἀνδρῶν χεῖρας ἵκωνται, <lb/>ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι
                            μάχονται.</quote>
                        <lb/>περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν, <pb facs="219219004_0235" n="195"/>οἷον Τριτογένεια. κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ
                        δεδομένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν <quote rend="expand">ΚΗΡΟΕΝΤΑ.</quote> ὁ μὲν γὰρ ᾤετο
                        τὸν ἐν Ἰταλίᾳ ποταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακιδίου κεκηρωμένου,
                        τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ,
                        τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δολιχοῦρον. </p></div><div type="textpart" subtype="section" n="5"><head rend="center">ε'. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ.</head><p rend="indent">Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον
                            <lb/><quote rend="blockquote">ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι.</quote>
                        <lb/>τὸ γὰρ θοὸν καὶ ὀξύ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους
                        διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ <quote rend="expand">ἔρρε κακὴ γλήνη,</quote> καὶ
                            <lb/><quote rend="blockquote">Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ,
                            <lb/>ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας.</quote>
                        <lb/>εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ. </p></div><div type="textpart" subtype="section" n="6"><head rend="center">Ϛ'. ΠΕΡΙ ΜΕΤΩΝΥΜΙΑΣ.</head><p rend="indent">Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον
                            <lb/><quote rend="blockquote">σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον
                            Ἡφαίστοιο·</quote>
                        <lb/>Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν
                        εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον <lb/><quote rend="blockquote">οἶνός μ᾽ ἔπεισε, δαιμόνων ὑπέρτατος.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="7"><head rend="center">ζ'. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ.</head><p rend="indent">Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ
                        τινος ἔξωθεν ἀκολουθίας. <pb facs="219219004_0236" n="196"/>τῶν δὲ συνεκδοχῶν εἰσι
                        διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ
                        λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλκεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος·
                        καὶ βόας αὔας τὰς βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον <lb/><quote rend="blockquote">χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ,</quote>
                        <lb/>ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον
                            <lb/><quote rend="blockquote">πολλὰς δ᾽ ἰφθίμους ψυχάς·</quote>
                        <lb/>ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον <lb/><quote rend="blockquote">ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="8"><head rend="center">η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ.</head><p rend="indent">Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου
                        ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ
                        παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ
                        μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ
                            <lb/><quote rend="blockquote">γερονταγωγῶ κἀναπαιδεύω πάλιν·</quote>
                        <lb/>ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ
                        παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ·
                            <lb/><quote rend="blockquote">χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν.</quote>
                        <lb/>κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽
                        ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ
                        Σοφοκλεῖ, <lb/><quote rend="blockquote">οἱ γὰρ γύνανδροι, καὶ λέγειν
                            ἠσκηκότες,</quote>
                        <lb/>ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι,
                        ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν <pb facs="219219004_0237" n="197"/>πόλιν ἄκρην.
                        πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι. </p></div><div type="textpart" subtype="section" n="9"><head rend="center">θ'. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.</head><p rend="indent">Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ᾽ αὐξήσεως τὸ
                        ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡdρακληείη,
                        καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ.
                    </p></div><div type="textpart" subtype="section" n="10"><head rend="center">ι'. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ.</head><p rend="indent">Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν·
                        γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον
                            <lb/><quote rend="blockquote">οὕνεκα τὸν Χρύσην ἠτίμησ’ ἀρητῆρα
                            <lb/>Ἀτρείδης.</quote>
                        <lb/>τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον <lb/><quote rend="blockquote">ᾧ ἔπι πόλλ᾽ ἐμόγησα.</quote>
                        <lb/>ἀντὶ τοῦ ἐφ᾽ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον
                        ὄρνιθες ὥς, βόες ὥς. </p></div><div type="textpart" subtype="section" n="11"><head rend="center">ια'. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.</head><p rend="indent">Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ
                        ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον
                        ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον <lb/><quote rend="blockquote">ὣς
                            ἔφατ᾽. Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον, ἀμφὶ δὲ νῆες <lb/>σμερδαλέον κονάβησαν ἀϋσάντων
                            ὑπ᾽ Ἀχαιῶν <lb/>μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο.</quote>
                        <lb/>διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ
                        δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει. <pb facs="219219004_0238" n="198"/>
                    </p></div><div type="textpart" subtype="section" n="12"><head rend="center">ιβ'. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.</head><p rend="indent">Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ
                        εἰσι τοῦ πλεονασμοῦ τρία, παράγωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν ἐστι
                        λέξις ἐν αὐτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος.
                        ὁμοίως καὶ τὸ χθονὸς εὐρυοδειης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτασις δέ ἐστι
                        λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον καλῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι
                        λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον <lb/><quote rend="blockquote">Πάνδαρος, ᾧ
                            καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν·</quote>
                        <lb/>ὁ γὰρ <quote rend="expand">καὶ</quote> σύνδεσμος ἐνθάδε πλεονάζει· καὶ <lb/><quote rend="blockquote">ἀρχούς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας,</quote>
                        <lb/>πλεονάζει ἡ <quote rend="expand">πρό.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="13"><head rend="center">ιγ'. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.</head><p rend="indent">Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ᾽
                        ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ᾽ ἀρχὴν μέν,
                        οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, κατὰ δὲ τὸ τέλος, δῶμα δῶ.
                    </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">Τρόποι μὲν οὖν οὗτοι τῆς γραμματικῆς τὴν κοινὴν συνήθειαν
                        παραβαίνοντες, λοιποὶ δὲ τῆς φράσεώς εἰσιν κζ´, ὑπερβολή, ἔμφασις, ἐνέργεια,
                        παρασιώπησις, ὁμοίωσις, εἰκών, παράδειγμα, παραβολή, χαρακτηρισμός, εἰκασμός,
                        συντομία, βραχύτης, σύλληψις, ἐπανάληψις, προαναφώνησις, παρέκβασις, ἀμφιβολία,
                        ἀντίφρασις, μετατύπωσις, ἀντονομασία, εἰρωνεία, σαρκασμός, ἀστεϊσμός, μυκτηρισμός,
                        χαριεντισμός, ἐπικερτόμησις, παροιμία. </p></div><div type="textpart" subtype="section" n="15"><head rend="center">α'. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ.</head><p rend="indent">Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως
                        χάριν· αὐξήσεως μέν, οἷον <pb facs="219219004_0239" n="199"/>
                        <lb/><quote rend="blockquote">ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς
                            αὐγάς·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν
                            ὁμοῖοι·</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">μελάντερον ἠΰτε πίσσα.</quote>
                        <lb/>καὶ <lb/><quote rend="blockquote">κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος
                            Ἀτρείδαο, <lb/>οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι·</quote>
                        <lb/>καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν
                            <lb/><quote rend="blockquote">ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· <lb/>παρ᾽ ἧς
                            τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, <lb/>μέλαινα δ᾽ οὕτως, ὥστε καὶ ποιεῖν
                            σκότος.</quote>
                    </p></div><div type="textpart" subtype="section" n="16"><head rend="center">β'. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ.</head><p rend="indent">Ἔμφασίς ἐστι λέξις δι᾽ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον
                            <lb/><quote rend="blockquote">αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν·</quote>
                        <lb/>ἐν γὰρ τῷ <quote rend="expand">κατεβαίνομεν</quote> δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν
                            <quote rend="expand">ἱππόθεν ἐκχυμένοι.</quote> τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε
                        λέξεως. </p></div><div type="textpart" subtype="section" n="17"><head rend="center">γ'. ΠΕΡΙ ΕΝΕΡΓΕΙΑΣ.</head><p rend="indent">Ἐνέργειά ἐστι φράσις ὑπ᾽ ὄψιν ἄγουσα τὸ νοούμενον, οἷον
                            <lb/><quote rend="blockquote">μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ
                            Γίγασιν·</quote>
                        <lb/>ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί. </p></div><div type="textpart" subtype="section" n="18"><head rend="center">δ'. ΠΕΡΙ ΠΑΡΑΣΙΩΠΗΣΕΩΣ.</head><p rend="indent">Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες
                        λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἐπαγγελία, τοῦ δ᾽ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνάλογον
                        νοουμένη, οἷον <pb facs="219219004_0240" n="200"/>
                        <lb/><quote rend="blockquote">αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν.</quote>
                        <lb/>ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ. </p></div><div type="textpart" subtype="section" n="19"><head rend="center">ε'. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ.</head><p rend="indent">Ὁμοίωσίς ἐστι ῥῆσις, καθ᾽ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς
                        εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος
                        διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον <lb/><quote rend="blockquote">ἠΰτε βοῦς ἀγέλῃφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων.</quote>
                        <lb/>παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς
                        ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον <lb/><quote rend="blockquote">Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι·</quote>
                        <lb/>σχῆμα δὲ πρὸς σχῆμα, οἷον <lb/><quote rend="blockquote">ἠΰτε ἔθνεα εἶσι
                            μελισσάων ἀδινάων·</quote>
                        <lb/>χρῶμα δὲ πρὸς χρῶμα, οἷον <lb/><quote rend="blockquote">ὥς δ᾽ ὅτε τίς τ᾽
                            ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ.</quote>
                        <lb/>μέγεθος δὲ πρὸς μέγεθος, οἷον <lb/><quote rend="blockquote">Κύκλωπος γὰρ
                            ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ <lb/>ὡς ἱστὸς νηὸς ἐεικοσόροιο·</quote>
                        <lb/>παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν
                        ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον
                            <lb/><quote rend="blockquote">οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης,
                            <lb/>πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, <lb/>Αἴγισθον
                            δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα;</quote>
                        <lb/>ἀποτροπῆς δέ, <lb/><quote rend="blockquote">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς
                            κρατερὸς Λυκόεργος <lb/>δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε·</quote>
                        <lb/>διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα <pb facs="219219004_0241" n="201"/>ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ
                        παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι.</p><p rend="indent"><del>Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον <quote rend="expand">δεῖ δὲ
                            χρημάτων·</quote> κῶλον δὲ μέρος νοήματος, οἷον ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν.</del></p><p rend="indent"><del>Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φράσεων· αὐστηρόν, μέσον,
                        ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου
                        διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Τπεράδης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν
                        Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.&gt;</del></p><p rend="indent">Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον
                        μετ᾽ ἐνεργείας παριστάνων, οἷον <lb/><quote rend="blockquote">κινήθη δ᾽ ἀγορή, ὡς
                            κύματα μακρὰ θαλάσσης <lb/>πόντου Ἰκαρίοιο·</quote>
                        <lb/>γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ
                        φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει, <lb/><quote rend="blockquote">ὡς δ᾽ ὅταν ἀσπασίως·</quote>
                        <lb/>διαθέσεως δὲ διαθέσει, <lb/><quote rend="blockquote">ὡς δ᾽ ὅτε τίς τε
                            δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, <lb/>ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων
                            ἀγερώχων.</quote>
                        <lb/>φύσεως δὲ φύσει, οἷον <lb/><quote rend="blockquote">οἵη περ φύλλων γενεή,
                            τοιήδε καὶ ἀνδρῶν.</quote>
                        <lb/>πράξεως δὲ πράξει, <lb/><quote rend="blockquote">οἱ δ᾽ ὡς ἀμητῆρες
                            ἐναντίοι ἀλλήλοισι.</quote>
                    </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>