<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1:26-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1:26-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="26" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν δὲ Σούσοις τῆς Περσίδος, ὕδωρ εἶναι λέγουσιν· ὅ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας· κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε. <lb/>ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ <lb/>λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· <lb/>ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ <lb/>ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος, <lb/><pb facs="b29006284_0055"/><lb/>αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες <lb/>πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη: <lb/></p></div><div type="textpart" subtype="section" n="27" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν δὲ Ἀλιφάνωι τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθύ· οὐ τὸ μὲν ὕδωρ βλέπεται· ἡλίκον δὲ ἄν τις χαλάσηι σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος· ἀλλ᾽ ὑπὸ τινος θείου κωλύεται ὥς φησιν Ἰσίγονος· </p></div><div type="textpart" subtype="section" n="28" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>Ἄουερνός ἐστι λίμνη ἐν Ἰταλίαι περὶ Κούμας· εἰς ἥν τὰ ἐκ τῆς περικειμένης ὕλης ἐμπίπτοντα φύλλα ἢ κάρφη, ἀφανῇ γίνεται· βυθιζόμενα παραχρῆμα </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>