<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1:23-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1:23-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="23" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Μακροβίοις Αἰθίοψι κρήνην ἱστορεῖ ἀφʼ ἧς τοὺς λουἘ 145· σαμένους λιπαίνεσθαι: </p></div><div type="textpart" subtype="section" n="24" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>ἐν Κλειτορίοις δὲ τῆς Ἀρκαδίας κρήνην φασὶν εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας μισεῖν τὸν οἶνον· ἐπικεχάρακται δὲ ἐπʼ αὐτῆς ἐπίγραμμα τοιόνδε: <lb/>ἀγρότα σὺν ποίμναις τὸ μεσημβρινὸν ἢν σε βαρύνηι, <lb/>δίψος ἀνʼ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, <lb/>τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα· καὶ παρὰ νύμφαις, <lb/>ὑδριάσι στῆσον πάν τὸ σὸν αἰπόλιον. <lb/>ἀλλὰ σὺ μήτʼ ἐπὶ λουτρὰ βάληις χροὶ· μή σε καὶ αὔρη <lb/>πημήνηι τερπνῆς, ἐντὸς ἐόντα μέθης· <lb/>φεῦγε ὅ ἐμὴν πηγὴν μισάμπελον ἔνθα Μελάμπους <lb/>λουσάμενος λύσσης, Προιτίδος ἀργαλέης <lb/>πάντα καθαρμὸν ἔκοψεν ἀπόκρυφον· α γὰρ ἀπʼ Ἄργους <lb/>οὔρεα τρηχείης ἤλυθον Ἀρκαδίης: <lb/></p></div><div type="textpart" subtype="section" n="25" xml:base="urn:cts:greekLit:tlg0580.tlg001.1st1K-grc1"><p>Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῆι Κίωι πηγὴν <lb/>φησὶν ὕδατος εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε.<lb/>ῆδεῖα ψυχροῖς ποτοῦ λιβὰς ἢν ἀναβάλλει <lb/>πηγή· ἀλλὰ νόωι, πέτρος ὁ τῆσδε πιών: <lb/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>