<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:5-10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:5-10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="5"><p rend="indent"><label>5.</label><bibl xml:lang="lat">— — 364 E</bibl> βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ’ ἃς θυηπολοῦσι πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶ μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.</p></div><pb facs="diefragmentederv02dieluoft_0215"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="5a"><p rend="indent"><label>5ᵃ.</label><bibl xml:lang="lat">— Legg. II 669 D</bibl> ποιηταὶ δ’ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα <foreign xml:lang="deu">[unpassende Töne]</foreign> ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως γέλωτ’ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="6"><p rend="indent"><label>6.</label><bibl xml:lang="lat">— — IV 715 E</bibl> ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείαι περαίνει κατὰ φύσιν περιπορευόμενος. τῶι δ’ ἀεὶ ξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος . . . φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως . . . καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾶι ταράττων πάντᾳ ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῆι Δίκηι ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. <bibl xml:lang="mul">PSEUDARIST. de mundo 7 [Orph. fr. 46, 2 Abel]</bibl> Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="6a"><p rend="indent"><label>6ᵃ.</label><bibl xml:lang="lat">— — VIII 829 D E</bibl> μηδέ τινα τολμᾶν ἄιδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδ’ ἂν ἡδίων ἦι τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="7"><p rend="indent"><label>7.</label><bibl xml:lang="lat">— Symp. 218 B</bibl> πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου <foreign xml:lang="deu">[Sokrates]</foreign> μανίας τε καὶ βακχείας· διὸ πάντες ἀκούσεσθε . . . οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. <bibl xml:lang="lat">Vgl. IUST. coh. 15 [Orph. fr. 4, 1]</bibl> φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="8"><p rend="indent"><label>8.</label><bibl xml:lang="lat">— Tim. p. 40 D</bibl> περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν . . . οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ <pb facs="diefragmentederv02dieluoft_0216"/> Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="9"><p rend="indent"><label>9.</label><bibl xml:lang="mul">ARIST. Metaph. Λ 6. 1071ᵇ 26</bibl> καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ <q>ἧν ὁμοῦ πάντα χρήματα</q> <bibl xml:lang="lat">[46 B 1]</bibl> φασί, τὸ αὐτὸ ἀδύνατον. <bibl xml:lang="lat">N 4. 1091ᵇ 4</bibl> οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους οἷον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="10"><p rend="indent"><label>10.</label><bibl xml:lang="lat"> — — A 3. 983ᵇ 27</bibl> εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως [wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας <bibl xml:lang="lat">[66 B 2]</bibl> καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ τὴν καλουμένην ὑπ’ αὐτῶν Στύγα τῶν ποιητῶν· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον· ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ’ ἂν ἄδηλον εἴη <bibl xml:lang="lat">[s. n. 11]</bibl>.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>