<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:10a-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1:10a-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="10a"><p rend="indent"><label>10ᵃ.</label><bibl xml:lang="lat">— de gen. anim. B 1. 734ᵃ 16</bibl> ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἷον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῶιον τῆι τοῦ δικτύου πλοκῆι <bibl xml:lang="lat">[vgl. ob. II 164, 1. 10]</bibl>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="11"><p rend="indent"><label>11.</label><bibl xml:lang="lat">— de anima A 5. 410ᵇ 22</bibl> φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. <bibl xml:lang="deu">Dazu Philop. p. 186, 24</bibl> λεγομένοις εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει <bibl xml:lang="mul">[fr. 7 Rose]</bibl>· αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. <bibl xml:lang="lat">Vgl. I 35, 7.</bibl> <bibl xml:lang="lat">AELIAN. V. H. VIII 6</bibl> τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα . . . ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι <pb facs="diefragmentederv02dieluoft_0217"/> Θρᾶικα ὄντα, ἀλλ’ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι· ταῦτα Ἀνδροτίων λέγει <bibl xml:lang="lat">[fr. 36 FHG I 375]</bibl>. <bibl xml:lang="lat">TATIAN 41 p. 42, 4</bibl> Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα <bibl>[580-577]</bibl>. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="12"><p rend="indent"><label>12.</label><bibl xml:lang="mul">DAMASC. d. princ. 124 [I 319, 8 Ruelle]</bibl> ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι <bibl xml:lang="mul">[fr, 117 Speng.]</bibl> ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν . . . ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῇ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται [<bibl xml:lang="mul">Homer Ξ 302</bibl> Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· <q>ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ῥέζοι</q> <bibl>[Ξ 261]</bibl>. ἀλλ’ Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν πρώτην ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρουμένην. τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥαψωιδίαις . . . [<bibl xml:lang="lat">Vgl. 123 (316, 18 R.)</bibl> ἐν μὲν τοίνυν ταῖς φερομέναις ταύταις Ῥαψωιδίαις Ὀρφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς τῶν ὅλων ἀρχῆς τὸν Χρόνον τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν Αἰθέρα καὶ Χάος, ἀντὶ δὲ τοὺ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες· εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον ὠιὸν τὸν θεὸν ἢ τὸν ἀργῆτα χιτῶνα ἢ τὴν νεφέλην, ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης· ἄλλοτε γὰρ ἄλλα περὶ τοῦ μέσου φιλοσοφοῦσιν . . . τὴν δὲ τρίτην τὸν Μῆτιν ὡς νοῦν, τὸν Ἠρικεπαῖον ὡς δύναμιν, <pb facs="diefragmentederv02dieluoft_0218"/> τὸν Φάνητα αὐτὸν ὡς πατέρα . . . τοιαύτη μὲν ἡ συνήθης Ὀρφικὴ θεολογία. <bibl xml:lang="mul">ACHILL. isag. 4 p. 33, 17 Maass.</bibl> τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς· ὃν γὰρ ἔχει λόγον τὸ λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτως τοῦ λεπύρου ὁ ὑμήν.]</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="13"><p rend="indent"><label>13.</label><bibl xml:lang="mul">DAMASC. 123 bis [I 317, 15 R.]</bibl> ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον, εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει· ‛ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν . . . τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσωι δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρακλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῶ τὴν Ἀνάγκην φύσιν οὖσαν τὴν αὐτὴν καὶ Ἀδράστειαν ἀσώματον διωργυιωμένην ἐν παντὶ τῶι κόσμωι τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας . . . ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν· Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις Ἕρεβος ὁμιχλῶδες . . . ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ὠιὸν ἐγέννησεν . . . καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς μορφαῖς θηρίων ἰνδαλλόμενον . . . καὶ ἥδ’ ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου· διὸ καὶ Πᾶνα καλεῖσθαι. <bibl xml:lang="lat">ATHENAG. leg. 18</bibl> Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν <foreign xml:lang="deu">[der Götter]</foreign> πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρ’ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ <pb facs="diefragmentederv02dieluoft_0219"/> τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος <q>Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται</q> <bibl>[Ξ 201]</bibl>. ἦν γὰρ ὕδωρ ἀρχὴ κατ’ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζώιον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος 〈καὶ ἄλλην ταύρου〉, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ηρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῇ· προῆλθε δὲ καὶ θεός τις δισώματος. Οὐρανὸς δὲ Γῆι μιχθεὶς γεννᾶι θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν· κούρους δ’ Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="14"><p rend="indent"><label>14.</label><bibl xml:lang="lat">[DEMOSTH.] c. Aristog. I 11</bibl> καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην ἣν ὁ τὰς ἁγιωτάτας τελετὰς ἡμῖν καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="15"><p rend="indent"><label>15.</label><bibl xml:lang="mul">MARM. PAR. A 25 ep. 14 S. 7 Jacoby</bibl> 〈ἀφ’ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης〉 υἱὸς τὴν ἑαυτοῦ ποίησιν ἐξέθηκε, Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου〈ργηθέντα αὐτῆι σπόρον, ὃν ἐδίδαξε τὸ πλῆ〉θος(?) τῶν ὑποδεξαμένων τὸν καρπόν. <bibl xml:lang="mul">Vgl. Themist. or. 30 p. 422 Dind.</bibl> <bibl xml:lang="lat">ORPH. ARGON. 26</bibl> Δήμητρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θ’ ὡς ἦν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="15a"><p rend="indent"><label>15ᵃ.</label><bibl xml:lang="mul">PAPYR. BEROL. 44 s. II v. Chr. [Berl. Klassikertexte v S. 8] (Paraphrase einer Orphischen Version des Demeterhymnus). col. 1, 1 ff.</bibl><pb facs="diefragmentederv02dieluoft_0220"/> [Ὀρφεὺς υἱὸς ἦν Οἰάγ]ρου καὶ Καλλιόπης τῆς [Μούσης, ὁ δὲ Μουσ]ῶν βασιλεὺς Ἀπόλλων τού[τωι ἐπέπνευσεν, ὅθεν] ἔνθεος γενόμενος [ἐποίησεν τοὺς ὕμνους,] οὓς ὀλίγα Μουσαῖος ἐπα[νορθώσας κατέγρ]αψεν· παρέδωκεν δὲ [θεοὺς πλείστους] σέβεσθαι Ἕλλησίν τε καὶ [βαρβάροις, καὶ κ]α[θ’] ἕκαστον σέβημα ἦν ἐ[πιμελέστατος περὶ] τελετὰς καὶ μυστήρια καὶ [καθαρμοὺς καὶ] μαντεῖα. τ[ὴ]ν Δ[ή]μητρα θε[ὰν] . . . <bibl xml:lang="lat">col. 2, 1 ff.</bibl> [ἣν Ὀ]ρφεὺς [μὲ]ν Διὸς ἀδελφὴν παραδέδωκεν, οἱ δὲ μητέρα· ὧν οὐδὲν τῶν εὐσεβούντων εἰς ἐπίμνησιν ποιητέον. ἔχει γὰρ ἐκ Διὸς καὶ Δήμητρος θυγατρὸς ἀρχήν, Φερσεφόνης 〈νάρκισσον εὑ〉ρισκούσης συμπαρουσῶν τῶν Ὠκεανοῦ θυγατέρων, ὧν ὀνόματα ταῦτα ἐκ τῶν Ὀρφέως ἐπῶν. <foreign xml:lang="deu">(Folgen aus Homers Demeterhymn. 418. 420-423.) col. 3: Beim Pflücken des Nar. kissos wird Persephone von Aidoneus geraubt. Zeus hilft dem Bruder, indem er unter Donner und Blitz schwarze Schweine (?) mit auflädt, mit denen Artemis und Athena in Verbindung gesetzt werden. Demeter eilt aus Sicilien herbei. col. 4</foreign> τὴν συμφοράζουσαν στενάχειν ὑπὲρ τῆς θυγατρός· Καλλιόπης δὲ καὶ Κλεισιδίκης καὶ Δημωνάσσης<foreign xml:lang="lat">[?]</foreign> μετὰ τῆς βασιλίσσης ἐφ’ ὑδρείαν ἐλθουσῶν πυνθάνεσθαι τῆς Δήμητρος ὡς θνητῆς τινος, χρείας δ’ ἕνεκά τινος αὐτὴν παραγεγονέναι ὁ Μουσαῖος διὰ τῶν ἐπῶν αὐτοῦ λέγων ἐστίν. <foreign xml:lang="deu">Sinn des Kultgebrauches von Krokos und Hyakinthos (?). Folgen die Verse des Demeterh. 8 ff. (Narkissos). col. 5: Flucht des Aidoneus = Demeterh. 17. 32-36. Hekate. col. 6: Baubo (Königin) übergibt Demeter ihren Sohn Demophon. Er gedeiht wunderbar, gesalbt mit Ambrosia, nachts durch das Feuer geweiht. Baubo merkt den Zauber und schreit (= D.-h. 249. 250). Darauf Demeter:</foreign> ἄφρονες ἄνθρωποι δυστλήμονες [οὔτε κακοῖο αἶσαν ἐπ]ερ[χομένου πρ]ογνώμονες οὔτ’ ἀγαθοῖο. <foreign xml:lang="deu">Das Folgende weicht ab. Dann V. 263. Der Knabe wird verbrannt. col. 7: Die Göttin entdeckt sich:</foreign> εἰμὶ δὲ Δημήτηρ ὡρηφόρος ἀγλαόδωρος. τίς θεὸς οὐράνιος ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Φερσεφόνην καὶ [ἑὸν φίλον ἤπα]φε θυμόν; <foreign xml:lang="deu">Folgt Keleos’ Heimkehr und weiteres im Pap. Zerestörtes bis Triptolemos (7, 19). Schluf 7, 20:</foreign> ὅθεν Κάθοδος λέγεται.<lb/></p></div><pb facs="diefragmentederv02dieluoft_0221"/><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0579.tlg010.1st1K-grc1" n="16"><p rend="indent"><label>16.</label><bibl xml:lang="lat">APOLLON. RHOD. I 494</bibl> ἀν δὲ καὶ Ὀρφεύς
              <quote rend="blockquote"><lb n="495"/><label>495</label> λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.
              <lb/>ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
              <lb/>τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι
              <lb/>νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·
              <lb/>ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
              <lb n="500"/><label>500</label> ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·
              <lb/>οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
              <lb/>αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο.
              <lb/>ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
              <lb/>Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
              <lb n="505"/><label>505</label> ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς,
              <lb/>ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο·
              <lb/>οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
              <lb/>ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς
              <lb/>Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω
              <lb n="510"/><label>510</label> γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι
              <lb/>βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.</quote></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>