<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:71-75</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:71-75</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="71"><p>Πυραμίδα μετρήσομεν, ἧς τὸ μῆκος ποδῶν κ΄, καὶ τὸ
πλάτος ποδῶν κ΄, καὶ τὸ ὕψος ποδῶν ιϚ΄· εὑρεῖν αὐτῆς τὰς
ὑποτεινούσας πλευρὰς ἑκάστου τοίχου ἔχοντος πάχος ποδῶν
β΄· ποιῶ οὕτως· ἐπειδὴ ἡ πλευρὰ ἔχει ἔξωθεν πόδας κ΄,
τὸ ἀπὸ τοῦ ἔξωθεν ἀμφώτου ἕως τοῶ μέσου κέντρου <gap reason="omitted"/> ὡς <lb n="30"/>
προεῖπον, τὸ ὕψος ποδῶν ιϚ΄· ποίησον οὕτως· τὰ ιϚ΄ τοῦ
ὕψους ἐφʼ ἑαυτὰ γίνονται σνϚ΄· καὶ τὰ ι΄, τουτέστι τὸ Ϲ
τῆς πλευρᾶς, ἐφʼ ἑαυτὰ γίνονται ρ΄· ὁμοῦ γίνονται πόδες
<note type="footnote">πόδες 32. ὁμοῦ] χχ G 5. ἔστω G 10. 11. πηχῶν] π G
11. λαμβάνειν G 13. τὸ] τοῦ G 14. τοσούτους πέχεις στρωτήρων]
τοσούτων πηγῶν στερεὸν G 22. ἔσται G (v. ad p. 215, 7) 32. Ϲ] ∽ G
supra rasuram</note>

<pb n="217"/>
τνϚ΄· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ιη΄ Ϲ δ˝ η˝·
τοσούτων ποδῶν ἔσται ἡ ὑποτείνουσα πλευρὰ τοῦ ἑνὸς σκέλους
ἕως τοῦ μέσου κέντρου. εἰ δὲ θέλεις τὸ στερεὸν τῶν <lb n="2"/>
τοίχων εὑρεῖν, ποίει οὕτως· τὴν ὑποτείνουσαν ἐπὶ τὰ ι΄
<lb n="5"/> γίνονται πόδες ρπη΄ Ϲ δ˝· τούτων τὸ ἥμισυ γίνονται 𝒢δ΄
δ˝ η˝· ταῦτα ἐπὶ τὸ πάχος, ἐπὶ τοὺς δύο πόδας, γίνονται
ρπη΄ Ϲ δ˝· τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ τοίχου
τῆς πρώτης πλευρᾶς· ἀλλὰ ἐπειδὴ δ΄ πλευρὰς ἔχει ἡ πυραμίς,
γίνονται τῶν δ΄ πλευρῶν πόδες ψαε΄· τοσούτων ποδῶν
<lb n="10"/> ἔσται τὸ στερεὸν τῶν τοίχων τῆς πυραμίδος.</p></div><div type="textpart" subtype="chapter" n="72"><p>Εἰ δὲ θέλεις εὑρεῖν τῆς στέγης τὸν μόλυβδον ἢ τὸν
χαλκὸν ἢ τὸν κέραμον τῆς αὐτῆς πυραμίδος, ποίει οὕτως·
τὴν ὑποτείνουσαν, τουτέστι τὰ ιη΄ Ϲ δ˝ η˝, ἐπὶ τοὺς ι΄
πόδας γίνονται πόδες ρπη΄ Ϲ δ˝· τούτων ὑφαιρῶ τὸ Ϲ·
<lb n="15"/> λοιπὸν μένουσι πόδες 𝒢δ΄ δ˝ η˝· τοσούτων ποδῶν ἐστιν ἡ
ἐπιφάνεια τῆς στέγης τῆς πρώτης πλευρᾶς· ἀλλʼ ἐπειδὴ δ΄
πλευρὰς ἔχει ἡ πυραμίς, ὁμοῦ γίνονται τῶν δ΄ πλευρῶν
πόδες τοζ΄ Ϲ· τοσούτων ἔσται ἡ ἐπιφάνεια τῆς στέγης τοῦ
μολύβδου ἢ τοῦ χαλκοῦ ἢ τοῦ κεράμου τῆς πυραμίδος. <del>πόδες
<lb n="20"/> τοζ΄ Ϲ, ἐπειδὴ ἀπὸ γ΄ ἐστέγασται ἡ πυραμίς.</del></p></div><div type="textpart" subtype="chapter" n="73"><p>Ἔστω πυραμὶς βάσιν ἔχουσα τετράγωνον καὶ ἐχέτω
ἑκάστην πλευρὰν ἀνὰ πόδας ι΄· ἡ δὲ πυραμὶς ἐχέτω τὰς
πλευρὰς ἀνακεκλιμένας ἀπὸ ποδῶν ιγ΄ Ϲ· εὑρεῖν τῆς πυραμίδος
τὴν κάθετον καὶ τὸ στερεόν· ποιῶ οὕτως· πολυπλασιάζω
<lb n="25"/> τοῦ τετραγώνου τὴν πλευρὰν ἐφ᾿ ἑαυτήν· γίνονται ρ΄·
τούτων τὸ ἥμισυ γίνονται ν΄· καὶ τὰ ιγ΄ Ϲ ἐφ᾿ ἑαυτὰ γίνονται
πόδες ρπβ΄ δ˝· αἴρω ἀπὸ τούτων τὰ ν΄· λοιπὸν μένουσι
πόδες ρλβ΄ δ˝·  ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ια΄
Ϲ. τὸ δὲ στερεὸν εὑρίσκεται οὕτως· τοῦ τετραγώνου τὸ ἐμβαδὸν2
<lb n="30"/> γίνεται πόδες ρ΄· ταῦτα πολυπλασιάζω ἐπὶ τὸ γ˝
μέρος τῆς καθέτου· γίνονται πόδες τπγ΄ γ˝· τοσούτων ποδῶν
ἐστι τὸ στερεὸν τῆς πυραμίδος. <del>ποδῶν τπγ΄ γ˝.</del></p></div><div type="textpart" subtype="chapter" n="74"><p>Πυραμίδα ἐπὶ τετραγώνου βεβηκυῖαν μετρήσωμεν οὕτως·
<note type="footnote">1. γίνεται πόδες] utrumque per compend. scr. in G 2. τοῦ] τὸ G
12. ποιεῖς G 14. post δ˝ G add. ῆ 17. γίνεται G 29. post
Ϲ desunt: τοσούτων ἔσται ἡ κάθετος τοῦ τετραγώνου οὕτως G
30. γ˝ om. G</note>

<pb n="218"/>
ἧς ἑκάστη τῶν πλευρῶν τῆς βάσεως ἀπὸ ποδῶν κδ΄,
καὶ τὸ κλίμα τῆς πυραμίδος ποδῶν ιη΄· εὑρεῖν αὐτῆς τὴν
κάθετον καὶ τὸ στερεόν· ποιῶ οὕτως· τὰ κδ΄ τῆς βάσεως
ἐχʼ ἑαυτὰ γίνονται πόδες φοϚ΄· ὧν τὸ Ϲ γίνονται πόδες
σπη΄· καὶ τὰ ιη΄ τοῦ κλίματος ποιῶ ἐφʼ ἑαυτά· γίνονται <lb n="5"/>
πόδες τκδ΄· ἄρτι ὑφαιρῶ ἀπὸ τούτων τὰ σπη΄· λοιπὸν μένουσι
πόδες λϚ΄· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες Ϛ΄·
<lb n="2"/> τοσούτου ἔσται ἡ κάθετος τῆς πυραμίδος. ἐπειδὴ οὖν
κάθετος ποδῶν Ϛ΄, εὕρωμεν τὸ στερεόν· ποιῶ οὕτως· τὸ γ˝
τῆς καθέτου γίνονται πόδες β΄· ταῦτα ποιῶ ἐπὶ τὰ φοϚ΄· <lb n="10"/>
γίνονται αρνβ΄· τοσούτου ἐστὶ τὸ στερεὸν τῆς πυραμίδος.
<del>ποδῶν αρνβ΄.</del></p></div><div type="textpart" subtype="chapter" n="75"><p>Πεντάγωνον μετρήσομεν οὕτως, οὗ ἑκάστη πλευρὰ ποδῶν
ι΄· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως· τὰ ι΄ ἐφ᾿
ἑαυτὰ γίνονται ρ΄· ταῦτα ποιῶ πεντάκις· γίνονται φ΄· ὧν <lb n="15"/>
2γ˝ γίνονται ρξϚ΄ β˝· ἔσται τὸ ἐμβαδὸν ρξϚ΄ β˝. εὑρεῖν δὲ
καὶ τοῦ περιγραφομένου κύκλου τὴν διάμετρον· <del>ἔσται ποδῶν
ιζ΄·</del> τὰ ι΄ τῆς πλευρᾶς ἑπτακαιδεκάκις γίνονται ρο΄· ταῦτα
μερίζω ἐπὶ ι˝· γίνονται ιζ΄· ἔσται ἡ διάμετρος τοῦ περιγραφομένου
κύκλου ποδῶν ιζ΄. <del>καὶ ἑκάστη πλευρὰ ποδῶν ι΄.</del></p><lb n="20"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>