<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:66-70</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:66-70</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="66"><p>Ἀψίδα μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ιδ΄, ἡ δὲ κάθετος
ποδῶν ζ΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν· ποίει οὕτως· τὴν
διάμετρον ἐφ᾿ ἑαυτὴν γίνονται πόδες ρ𝒢Ϛ΄· τούτους ἑνδεκαπλασίασον·
γίνονται πόδες βρνϚ΄· ὧν τὸ κη˝ γίνονται πόδες
οζ΄· τοσούτων ποδῶν ἔσται τὸ ἐμβαδόν.</p><lb n="5"/></div><div type="textpart" subtype="chapter" n="67"><p>Εἰ δὲ καὶ ἀπὸ τῆς καθέτου θέλεις εὑρεῖν τὸ ἐμβαδόν,
ποίει οὕτως· τοὺς ζ΄ πόδας τῆς καθέτου πολυπλασίασον
ἐφ᾿ ἑαυτούς· γίνονται πόδες μθ΄· τούτους ἑνδεκάκις γίνονται
πόδες φλθ΄· ὧν τὸ ζ˝ γίνονται πόδες οζ΄.</p></div><div type="textpart" subtype="chapter" n="68"><p>Στοὰ ἔχουσα τὸ μὲν μῆκος πηχῶν ριδ΄, τὸ δὲ πλάτος <lb n="10"/>
πηχῶν ιβ΄ Ϲ· εὑρεῖν πόσους πήχεις στρωτήρων λαμβάνει·
ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνονται αυκε΄· πρόσθες
αὐτοῖς δι᾿ ὅλου τὸ ι˝ · γίνονται ρμβ΄ Ϲ· σύνθες ὁμοῦ·
γίνονται αφξζ΄ Ϲ· τοσούτους πήχεις στρωτήρων λήψεται.
προσετέθη τὸ ι˝ διὰ τὴν μέλλουσαν ἀπουσίαν γίνεσθαι τοῦ <lb n="15"/>
στρωτῆρος.</p></div><div type="textpart" subtype="chapter" n="69"><p>Ἀψίδα <del>ἤγουν ἡμικύκλιον</del> μετρῆσαι, ἧς ἡ διάμετρος
ποδῶν ζ΄, ἡ δὲ κάθετος κατὰ τὸ ἥμισυ τῆς διαμέτρου ποδῶν
γ΄ Ϲ, καὶ ἡ περίμετρος ποδῶν ια΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν·
ποίει οὕτως· τὰ ζ΄ τῆς διαμέτρου ἐπὶ τὰ ια΄ τῆς <lb n="20"/>
περιμέτρου γίνονται πόδες οζ΄· τούτων τὸ δ˝ γίνονται πόδες
ιθ΄ δ˝· τοσούτων ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="70"><p>Ἄλλη μέθοδος τοῦ ἐμβαδοῦ. τοὺς ζ΄ πόδας τῆς διαμέτρου
ἐφʼ ἑαυτοὺς γίνονται πόδες μθ΄· τούτους ἐπὶ ια΄
γίνονται πόδες φλθ΄· ὧν τὸ κη˝ γίνονται πόδες ιθ΄ δ˝.</p><lb n="25"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>