<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="61"><p>Ἔστω κύκλος οὗ ἡ διάμετρος ποδῶν ζ΄ ἡ δὲ αὐτοῦ
περίμετρος εὑρίσκεται κατὰ τὴν προγεγραμμένην ἔκθεσιν
<lb n="10"/> ποδῶν κβ΄· παντὸς γὰρ κύκλου περίμετρος τριπλάσιον καὶ
ἕβδομόν ἐστι τῆς διαμέτρου· ἐὰν οὖν θέλῃς εὑρεῖν τὴν περίμετρον
ἀπὸ τῆς διαμέτρου, τριπλασίασον τοὺς ζ΄ πόδας τῆς
διαμέτρου· γίνονται πόδες κα΄· καί πρόσθες τούτοις τὸ ζ″
τῆς αὐτῆς διαμέτρου· γίνεται ποὺς α΄· γίνονται πόδες κβ΄·
<lb n="15"/> τοσούτων ποδῶν ἔσται ἡ περίμετρος.</p></div><div type="textpart" subtype="chapter" n="62"><p>Ἐὰν θέλῃς εὑρεῖν ἀπὸ τῆς περιμέτρου τὴν διάμετρον,
τοὺς κβ΄ πόδας τῆς περιμέτρου μέρισον παρὰ τὸν κβ΄· γίνεται
ποὺς α΄· τοῦτον ἑπταπλασίασον· γίνονται πόδες ζ΄·
τοσούτων ἔσται ἡ διάμετρος.</p></div><div type="textpart" subtype="chapter" n="63"><lb n="20"/><p>Ἐὰν θέλῃς ἀπὸ τῆς διαμέτρου τὸ ἐμβαδὸν εὑρεῖν τοῦ
κύκλου, τοὺς ζ΄ πόδας τῆς διαμέτρου πολυπλασίασον ἐφ᾿
ἑαυτούς· γίνονται πόδες μθ΄· τούτους ἑνδεκαπλασίασον· γίνονται
πόδες φλθ΄· τούτων τὸ ιδ″ γίνονται πόδες λη΄ Ϲ·
τοσούτων ἔσται τὸ ἐμβαδὸν τοῦ κύκλου.</p></div><div type="textpart" subtype="chapter" n="64"><lb n="25"/><p>Ἐὰν θέλῃς ἀπὸ τῆς περιμέτρου τὸ ἐμβαδὸν εὑρεῖν, τοὺς
κβ΄ πόδας τῆς περιμέτρου πολυπλασίασον ἐφʼ ἑαυτούς· γίνονται
πόδες υπδ΄· τούτους ἑπταπλασίασον· γίνονται πόδες
γτπη΄ <gap reason="omitted"/>λη΄ Ϲ· τοσούτων ἔσται ποδῶν τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="65"><p>Ἄλλη· μέθοδος δηλοῦσα διὰ τῆς περιμέτρου τὸ ἐμβαδὸν
<lb n="30"/> τοῦ κύκλου.</p><p>Πρόσθες τοῖς κβ΄ ποσὶ τῆς περιμέτρου μέρος οὐτῶν Ϲ
δ″· γίνονται πόδες ιϚ΄ Ϲ· ὁμοῦ πόδες λη΄ Ϲ· τοσούτων ἔσπαι
τὸ ἐμβαδόν.</p><note type="footnote">1. τη΄] τν G 2. ᾧ G 7. ἔσται hoc loco primum recte habet G
14. ποὺς] hoc etiam loco π habet G (conf. ad cap. 46) γίνονται] γίνεται
G, sed ε tribus punctis notatum κβ΄] κδ G 15. 24. 28. 32. ἔστω G</note><note type="footnote">28. post γτπη΄ haec fere exciderunt: μερίζω· ὧν τὸ πη″· γίνονται</note></div><pb n="216"/><div type="textpart" subtype="chapter" n="66"><p>Ἀψίδα μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ιδ΄, ἡ δὲ κάθετος
ποδῶν ζ΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν· ποίει οὕτως· τὴν
διάμετρον ἐφ᾿ ἑαυτὴν γίνονται πόδες ρ𝒢Ϛ΄· τούτους ἑνδεκαπλασίασον·
γίνονται πόδες βρνϚ΄· ὧν τὸ κη˝ γίνονται πόδες
οζ΄· τοσούτων ποδῶν ἔσται τὸ ἐμβαδόν.</p><lb n="5"/></div><div type="textpart" subtype="chapter" n="67"><p>Εἰ δὲ καὶ ἀπὸ τῆς καθέτου θέλεις εὑρεῖν τὸ ἐμβαδόν,
ποίει οὕτως· τοὺς ζ΄ πόδας τῆς καθέτου πολυπλασίασον
ἐφ᾿ ἑαυτούς· γίνονται πόδες μθ΄· τούτους ἑνδεκάκις γίνονται
πόδες φλθ΄· ὧν τὸ ζ˝ γίνονται πόδες οζ΄.</p></div><div type="textpart" subtype="chapter" n="68"><p>Στοὰ ἔχουσα τὸ μὲν μῆκος πηχῶν ριδ΄, τὸ δὲ πλάτος <lb n="10"/>
πηχῶν ιβ΄ Ϲ· εὑρεῖν πόσους πήχεις στρωτήρων λαμβάνει·
ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνονται αυκε΄· πρόσθες
αὐτοῖς δι᾿ ὅλου τὸ ι˝ · γίνονται ρμβ΄ Ϲ· σύνθες ὁμοῦ·
γίνονται αφξζ΄ Ϲ· τοσούτους πήχεις στρωτήρων λήψεται.
προσετέθη τὸ ι˝ διὰ τὴν μέλλουσαν ἀπουσίαν γίνεσθαι τοῦ <lb n="15"/>
στρωτῆρος.</p></div><div type="textpart" subtype="chapter" n="69"><p>Ἀψίδα <del>ἤγουν ἡμικύκλιον</del> μετρῆσαι, ἧς ἡ διάμετρος
ποδῶν ζ΄, ἡ δὲ κάθετος κατὰ τὸ ἥμισυ τῆς διαμέτρου ποδῶν
γ΄ Ϲ, καὶ ἡ περίμετρος ποδῶν ια΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν·
ποίει οὕτως· τὰ ζ΄ τῆς διαμέτρου ἐπὶ τὰ ια΄ τῆς <lb n="20"/>
περιμέτρου γίνονται πόδες οζ΄· τούτων τὸ δ˝ γίνονται πόδες
ιθ΄ δ˝· τοσούτων ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="70"><p>Ἄλλη μέθοδος τοῦ ἐμβαδοῦ. τοὺς ζ΄ πόδας τῆς διαμέτρου
ἐφʼ ἑαυτοὺς γίνονται πόδες μθ΄· τούτους ἐπὶ ια΄
γίνονται πόδες φλθ΄· ὧν τὸ κη˝ γίνονται πόδες ιθ΄ δ˝.</p><lb n="25"/></div><div type="textpart" subtype="chapter" n="71"><p>Πυραμίδα μετρήσομεν, ἧς τὸ μῆκος ποδῶν κ΄, καὶ τὸ
πλάτος ποδῶν κ΄, καὶ τὸ ὕψος ποδῶν ιϚ΄· εὑρεῖν αὐτῆς τὰς
ὑποτεινούσας πλευρὰς ἑκάστου τοίχου ἔχοντος πάχος ποδῶν
β΄· ποιῶ οὕτως· ἐπειδὴ ἡ πλευρὰ ἔχει ἔξωθεν πόδας κ΄,
τὸ ἀπὸ τοῦ ἔξωθεν ἀμφώτου ἕως τοῶ μέσου κέντρου <gap reason="omitted"/> ὡς <lb n="30"/>
προεῖπον, τὸ ὕψος ποδῶν ιϚ΄· ποίησον οὕτως· τὰ ιϚ΄ τοῦ
ὕψους ἐφʼ ἑαυτὰ γίνονται σνϚ΄· καὶ τὰ ι΄, τουτέστι τὸ Ϲ
τῆς πλευρᾶς, ἐφʼ ἑαυτὰ γίνονται ρ΄· ὁμοῦ γίνονται πόδες
<note type="footnote">πόδες 32. ὁμοῦ] χχ G 5. ἔστω G 10. 11. πηχῶν] π G
11. λαμβάνειν G 13. τὸ] τοῦ G 14. τοσούτους πέχεις στρωτήρων]
τοσούτων πηγῶν στερεὸν G 22. ἔσται G (v. ad p. 215, 7) 32. Ϲ] ∽ G
supra rasuram</note>

<pb n="217"/>
τνϚ΄· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ιη΄ Ϲ δ˝ η˝·
τοσούτων ποδῶν ἔσται ἡ ὑποτείνουσα πλευρὰ τοῦ ἑνὸς σκέλους
ἕως τοῦ μέσου κέντρου. εἰ δὲ θέλεις τὸ στερεὸν τῶν <lb n="2"/>
τοίχων εὑρεῖν, ποίει οὕτως· τὴν ὑποτείνουσαν ἐπὶ τὰ ι΄
<lb n="5"/> γίνονται πόδες ρπη΄ Ϲ δ˝· τούτων τὸ ἥμισυ γίνονται 𝒢δ΄
δ˝ η˝· ταῦτα ἐπὶ τὸ πάχος, ἐπὶ τοὺς δύο πόδας, γίνονται
ρπη΄ Ϲ δ˝· τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ τοίχου
τῆς πρώτης πλευρᾶς· ἀλλὰ ἐπειδὴ δ΄ πλευρὰς ἔχει ἡ πυραμίς,
γίνονται τῶν δ΄ πλευρῶν πόδες ψαε΄· τοσούτων ποδῶν
<lb n="10"/> ἔσται τὸ στερεὸν τῶν τοίχων τῆς πυραμίδος.</p></div><div type="textpart" subtype="chapter" n="72"><p>Εἰ δὲ θέλεις εὑρεῖν τῆς στέγης τὸν μόλυβδον ἢ τὸν
χαλκὸν ἢ τὸν κέραμον τῆς αὐτῆς πυραμίδος, ποίει οὕτως·
τὴν ὑποτείνουσαν, τουτέστι τὰ ιη΄ Ϲ δ˝ η˝, ἐπὶ τοὺς ι΄
πόδας γίνονται πόδες ρπη΄ Ϲ δ˝· τούτων ὑφαιρῶ τὸ Ϲ·
<lb n="15"/> λοιπὸν μένουσι πόδες 𝒢δ΄ δ˝ η˝· τοσούτων ποδῶν ἐστιν ἡ
ἐπιφάνεια τῆς στέγης τῆς πρώτης πλευρᾶς· ἀλλʼ ἐπειδὴ δ΄
πλευρὰς ἔχει ἡ πυραμίς, ὁμοῦ γίνονται τῶν δ΄ πλευρῶν
πόδες τοζ΄ Ϲ· τοσούτων ἔσται ἡ ἐπιφάνεια τῆς στέγης τοῦ
μολύβδου ἢ τοῦ χαλκοῦ ἢ τοῦ κεράμου τῆς πυραμίδος. <del>πόδες
<lb n="20"/> τοζ΄ Ϲ, ἐπειδὴ ἀπὸ γ΄ ἐστέγασται ἡ πυραμίς.</del></p></div><div type="textpart" subtype="chapter" n="73"><p>Ἔστω πυραμὶς βάσιν ἔχουσα τετράγωνον καὶ ἐχέτω
ἑκάστην πλευρὰν ἀνὰ πόδας ι΄· ἡ δὲ πυραμὶς ἐχέτω τὰς
πλευρὰς ἀνακεκλιμένας ἀπὸ ποδῶν ιγ΄ Ϲ· εὑρεῖν τῆς πυραμίδος
τὴν κάθετον καὶ τὸ στερεόν· ποιῶ οὕτως· πολυπλασιάζω
<lb n="25"/> τοῦ τετραγώνου τὴν πλευρὰν ἐφ᾿ ἑαυτήν· γίνονται ρ΄·
τούτων τὸ ἥμισυ γίνονται ν΄· καὶ τὰ ιγ΄ Ϲ ἐφ᾿ ἑαυτὰ γίνονται
πόδες ρπβ΄ δ˝· αἴρω ἀπὸ τούτων τὰ ν΄· λοιπὸν μένουσι
πόδες ρλβ΄ δ˝·  ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ια΄
Ϲ. τὸ δὲ στερεὸν εὑρίσκεται οὕτως· τοῦ τετραγώνου τὸ ἐμβαδὸν2
<lb n="30"/> γίνεται πόδες ρ΄· ταῦτα πολυπλασιάζω ἐπὶ τὸ γ˝
μέρος τῆς καθέτου· γίνονται πόδες τπγ΄ γ˝· τοσούτων ποδῶν
ἐστι τὸ στερεὸν τῆς πυραμίδος. <del>ποδῶν τπγ΄ γ˝.</del></p></div><div type="textpart" subtype="chapter" n="74"><p>Πυραμίδα ἐπὶ τετραγώνου βεβηκυῖαν μετρήσωμεν οὕτως·
<note type="footnote">1. γίνεται πόδες] utrumque per compend. scr. in G 2. τοῦ] τὸ G
12. ποιεῖς G 14. post δ˝ G add. ῆ 17. γίνεται G 29. post
Ϲ desunt: τοσούτων ἔσται ἡ κάθετος τοῦ τετραγώνου οὕτως G
30. γ˝ om. G</note>

<pb n="218"/>
ἧς ἑκάστη τῶν πλευρῶν τῆς βάσεως ἀπὸ ποδῶν κδ΄,
καὶ τὸ κλίμα τῆς πυραμίδος ποδῶν ιη΄· εὑρεῖν αὐτῆς τὴν
κάθετον καὶ τὸ στερεόν· ποιῶ οὕτως· τὰ κδ΄ τῆς βάσεως
ἐχʼ ἑαυτὰ γίνονται πόδες φοϚ΄· ὧν τὸ Ϲ γίνονται πόδες
σπη΄· καὶ τὰ ιη΄ τοῦ κλίματος ποιῶ ἐφʼ ἑαυτά· γίνονται <lb n="5"/>
πόδες τκδ΄· ἄρτι ὑφαιρῶ ἀπὸ τούτων τὰ σπη΄· λοιπὸν μένουσι
πόδες λϚ΄· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες Ϛ΄·
<lb n="2"/> τοσούτου ἔσται ἡ κάθετος τῆς πυραμίδος. ἐπειδὴ οὖν
κάθετος ποδῶν Ϛ΄, εὕρωμεν τὸ στερεόν· ποιῶ οὕτως· τὸ γ˝
τῆς καθέτου γίνονται πόδες β΄· ταῦτα ποιῶ ἐπὶ τὰ φοϚ΄· <lb n="10"/>
γίνονται αρνβ΄· τοσούτου ἐστὶ τὸ στερεὸν τῆς πυραμίδος.
<del>ποδῶν αρνβ΄.</del></p></div><div type="textpart" subtype="chapter" n="75"><p>Πεντάγωνον μετρήσομεν οὕτως, οὗ ἑκάστη πλευρὰ ποδῶν
ι΄· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως· τὰ ι΄ ἐφ᾿
ἑαυτὰ γίνονται ρ΄· ταῦτα ποιῶ πεντάκις· γίνονται φ΄· ὧν <lb n="15"/>
2γ˝ γίνονται ρξϚ΄ β˝· ἔσται τὸ ἐμβαδὸν ρξϚ΄ β˝. εὑρεῖν δὲ
καὶ τοῦ περιγραφομένου κύκλου τὴν διάμετρον· <del>ἔσται ποδῶν
ιζ΄·</del> τὰ ι΄ τῆς πλευρᾶς ἑπτακαιδεκάκις γίνονται ρο΄· ταῦτα
μερίζω ἐπὶ ι˝· γίνονται ιζ΄· ἔσται ἡ διάμετρος τοῦ περιγραφομένου
κύκλου ποδῶν ιζ΄. <del>καὶ ἑκάστη πλευρὰ ποδῶν ι΄.</del></p><lb n="20"/></div><div type="textpart" subtype="chapter" n="76"><p>Ἑξάγωνον δὲ μετρήσωμεν οὕτως, ἐὰν ἔχῃ τὴν διάμετρον
ποδῶν ξ΄· ἡ δὲ πλευρά ἐστι ποδῶν λ΄· ποιῶ οὕτως· τὰ λ΄
ἐφʼ ἑαυτὰ γίνονται Ϡ΄· ταῦτα ποιῶ ἑξάκις· γίνονται ,ευ΄·
ὧν γ˝ καὶ ι˝ γίνονται βτμ΄· τοσούτων ποδῶν ὁ ἑξάγωνος.</p></div><div type="textpart" subtype="chapter" n="77"><p>Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφ᾿ ἑαυτὴν γίνονται <lb n="25"/>
Ϡ΄· ταῦτα πολυπλασίαζε ἐπὶ τὰ ιγ΄· γίνονται πόδες α ,αψ΄·
ἄρτι μερίζω τὸ ε˝· γίνονται πόδες βτμ΄· τοσούτων ποδῶν
ἔσεαι τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="78"><p>Εὑρεῖν δύο χωρία τετράγωνα, ὅπως τὸ τοῦ πρώτου ἐμβαδὸν
τοῦ δευτέρου ἐμβαδοῦ ἔσται τριπλάσιον· ποιῶ οὕτως· <lb n="30"/>
τὰ γ΄ κύβισον· γίνονται κζ΄· ταῦτα δὶς γίνονται νδ΄·
νῦν ἆρον μονάδα α΄· λοιπὸν νγ΄· ἔσται οὖν ἡ μὲν μία πλευρὰ
ποδῶν νϚ΄, ἡ δὲ ἑτέρα πλευρὰ ποδῶν νδ΄. καὶ τοῦ ἄλλου
<note type="footnote">1. τῶν] ἀπὸ G 2. εὑρεῖ G 9. εὕρομεν G 11. ἔστι G
16. β˝ i. e. διμοίρου, cuius nota in G ubique sic expressa 18. ἑπιτακαιδεκάκις]
ιζ G 26. α] ᾱ G 27. τὸ] τῶν G 28. ἔστω G
32. μονάδα] μ G ἔστω G</note>

<pb n="219"/>
χωρίου οὕτως· θὲς ὁμοῦ τὰ νγ΄ καὶ τὰ νδ΄· γίνονται πόδες
ρζ΄· ταῦτα ποίει ἐπὶ τὰ γ΄ <gap reason="omitted"/> λοιπὸν γίνονται πόδες τιη΄·
ἔσται οὖν ἡ τοῦ προτέρου πλευρὰ ποδῶν τιη΄· ἡ δὲ ἑτέρα
πλευρὰ ποδῶν γ΄· τὰ ἐμβαδὰ τοῦ ἑνὸς γίνονται τμδ΄, καὶ
<lb n="5"/> τοῦ ἄλλου πόδες βωξβ΄.</p></div><div type="textpart" subtype="chapter" n="79"><p>Εὑρεῖν χωρίον χωρίου τῇ περιμέτρῳ ἴσον, τὸ δὲ ἐμβαδὸν
τετραπλάσιον· τὰ δ΄ κύβισον ἐφ᾿ ἑαυτά· γίνονται πόδες
ξδ΄· ἆρον μονάδα α΄· λοιπὸν γίνονται πόδες ξγ΄· τοσούτου
ἑκάστη τῶν περιμέτρων τῶν δύο παραλλήλων πλευρῶν. διαστεῖλαι <lb n="2"/>
<lb n="10"/> οὖν τὰς πλευράς· ποιῶ οὕτως· θὲς τὰ δ΄· ἆρον μονάδα
μίαν· λοιπὸν γ΄· ἡ μία οὖν πλευρὰ ποδῶν γ΄· ἡ δὲ
ἑτέρα πλευρὰ οὕτως· τῶν ξγ΄ ἆρον τὰ γ΄· λοιπὸν μένουσι
πόδες ξ΄· τοῦ δὲ ἑτέρου χωρίου ποίει οὕτως· τὰ δ΄ ἐφ᾿
ἑαυτὰ γίνονται πόδες ιϚ΄· ἀπὸ τούτων ἆρον μονάδα μίαν·
<lb n="15"/> λοιπὸν γίνονται πόδες ιε΄· τοσούτων ἔσται ἡ πρώτη πλευρά
<del>ποδῶν ιε΄</del>. ἡ δὲ ἑτέρα πλευρὰ οὕτως· ἆρον τὰ ιε΄ τῶν ξγ΄· <lb n="3"/>
λοιπὸν γίνονται μη΄· ἔσται ἡ ἄλλη πλευρὰ ποδῶν μη΄· τὸ
δὲ ἐμβαδὸν τοῦ ἑνὸς ποδῶν ψκ΄, καὶ τοῦ ἄλλου ποδῶν ρπ΄·</p></div><div type="textpart" subtype="chapter" n="80"><p>Ἔστω κολυμβήθρα καὶ ἐχέτω τὸ μῆκος ποδῶν ι΄ κ. τ. λ.
<lb n="20"/> (V. Ster. II, 10).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>