<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:46-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:46-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="46"><lb n="25"/><p>Ἔστω τετράγωνον ἰσόπλευρον καὶ ὀρθογώνιον, οὗ ἑκάστη
πλευρὰ ἀνὰ πόδας ιβ´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως·
τὰ ιβ´ ἐφ᾿ ἑαυτὰ γίνονται ρμδ´ πόδες· τοσούτων ἔσται
τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="47"><p>Ἔστω τετράγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον καὶ ἐχέτω
<lb n="30"/> ἑκάστην πλευρὰν ποδῶν ν´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδὸν καὶ τὴν
διαγώνιον· ποιῶ οὕτως· τὰ ν´ ἐφ᾿ ἑαυτὰ γίνονται ,βφί·
<note type="footnote">26. πόδας sic G, quod propterea commemoro, quia plerumque π habet:
in sequentibus igitur, ubi nihil adnotabo, formam per compendium scriptam
esse scito 27. 31. γίνεται, nisi fallor, G (item p. 212, 4)</note>

<pb n="212"/>
ἔσται τὸ ἐμβαδὸν τοσούτων. τὴν δὲ διαγώνιον εὑρεῖν· δὶς
τὸ ἐμβαδὸν ε· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ο´ Ϲ
δ˝· τοσούτου ἐστὶν ἡ διαγώνιος. <del>καὶ ἄλλως· τὴν μίαν πλευράν,
τουτέστι τὰ ν´, ἐπὶ τὰ ο´ Ϲ δ˝ γίνονται πόδες ,Ϛφλζ´
Ϲ· ὧν ν˝ γίνεται ο´ Ϲ δ˝.</del></p><lb n="5"/></div><div type="textpart" subtype="chapter" n="48"><p>Ἔστω τετράγωνον ἑτερόμηκες ἤτοι παραλληλόγραμμον,
οὗ τὸ μῆκος ποδῶν ν´, τὸ δὲ πλάτος ποδῶν λ´· εὑρεῖν αὐτοῦ
τὸ ἐμβαδὸν καὶ τὴν διαγώνιον· ποιῶ οὕτως· τὸ μῆκος
ἐπὶ τὸ πλάτος γίνονται πόδες ,αφ´· ἔσται τὸ ἐμβαδὸν ,αφ´
ποδῶν. τὴν δὲ διαγώνιον εὑρεῖν· τὸ μῆκος ἐφ᾿ ἑαυτὸ γίνονται <lb n="10"/>
πόδες ,βφ´· καὶ τὸ πλάτος ἐφ᾿ ἑαυτὸ γίνονται πόδες
Ϡ´· ὁμοῦ γίνονται πόδες ,γυ´· ὧν πλευρὰ τετραγωνική πόδες
νη´ γ˝· τοσούτου ἐστὶν ἡ διαγώνιος <del>ποδῶν νη´ γ˝· τὸ
δὲ ἐμβαδόν ἐστι ποδῶν ,αφ´</del>.</p></div><div type="textpart" subtype="chapter" n="49"><p>Ἔστω τετράγωνον παραλληλόγραμμον μὴ ὂν ὀρθογώνιον, <lb n="15"/>
οὗ τὸ μεῖζον μῆκος ποδῶν λβ´, καὶ ἡ ἄλλη ποδῶν λ´· ὁμοῦ
γίνονται πόδες ξβ´· ὧν τὸ ἥμισυ γίνονται λα´. καὶ τὸ πλάτος
ποδῶν ιη´, καὶ τὸ ἄλλο ποδῶν ιϚ´· ὁμοῦ γίνονται λδ´· ὧν
τὸ Ϲ ιζ´· ταῦτα πολυπλασιάζω ἐπὶ τὰ λα´· γίνονται πόδες
φκζ´. <del>ἑξῆς καταγραφή.</del></p><lb n="20"/></div><div type="textpart" subtype="chapter" n="50"><p>Τρίγωνον ὀρθογώνιον, οὗ ἡ μὲν κάθετος ποδῶν λ´, ἡ
δὲ βάσις ποδῶν μ´ <del>ἡ δὲ ὑποτείνουσα ποδῶν ν´</del>· εὑρεῖν
αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως· τὴν βάσιν ἐπὶ τὴν κάθετον
γίνονται πόδες ,ασ´· ὧν Ϲ γίνονται πόδες χ´· ἔσται τὸ ἐμβαδὸν
ποδῶν χ´. εὑρεῖν αὐτοῦ καὶ τὴν ὑποτείνουσαν· τὰ λ´ <lb n="25"/>
τῆς καθέτου ἐφ᾿ ἑαυτὰ γίνονται Ϡ´· καὶ τὰ μ´ τῆς βάσεως
ἐφ᾿ ἑαυτὰ γίνονται αχ´· ὁμοῦ πόδες ,βφ´· ὧν πλευρά τετραγωνικὴ
γίνεται ν´. <del>ἄλλως εὑρεῖν τὴν ὑποτείνουσαν·
σύνθες τάς β´ πλευράς, τὰ λ´ καὶ τὰ μ´· γίνονται ο´· ταῦτα
ἐπὶ ε´ τν´· τούτων τὸ ξ˝ ν´.</del></p><lb n="30"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>