<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="161"><lb n="15"/><p>Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς
τοῦ αὐτοῦ δωδεκαγώνου, ποίει τὸ ἀνάπαλιν οὕτως· τὴν πλευρὰν
δωδεκάκις· γίνονται πόδες ξ΄· καὶ μερίζω καθολικῶς·
ὧν γ″ γίνονται πόδες κ΄· ἔσται ἡ διάμετρος τοῦ δωδεκαγώνου
ποδῶν κ΄.</p></div><div type="textpart" subtype="chapter" n="162"><lb n="20"/><p>Ὁμοίως καὶ οἱουδήποτε πολυγόνου ἐὰν δοθῇ σοι ἡ
διάμετρος, πάντοτε καθολικῶς τριπλασίαζε τὴν διάμετρον
<del>γίνονται πόδες</del>· καὶ συναχθέντα μέριζε παρὰ τὴν ὀνομασίαν
τῶν πολυγώνων, καὶ ἕξεις τὴν πλευρὰν τοσούτου
ἀποφήνασθαι.</p></div><div type="textpart" subtype="chapter" n="163"><lb n="25"/><p>Ἐὰν δὲ ἀπὸ τῆς πλευρᾶς εὑρεῖν τὴν διάμετρον, ποίει
τὸ ἀνάπαλιν οὕτως· πάντοτε τὴν πλευρὰν πολυπλασίαζε
ἐπὶ τὴν ὀνομασίαν τῶν πολυγόνων· οἷον ἐὰν ᾖ τρισκαιδεκάγωνος,
ποίει τρισκαιδεκάκις καὶ ἕξεις τὴν διάμετρον
<del>ποδῶν</del>.</p></div><div type="textpart" subtype="chapter" n="164"><lb n="30"/><p>Ἐὰν δὲ τεσσαρεσκαιδεκάγωνος ἢ πεντεκαιδεκάγωνος ἢ
ἑκκαιδεκάγωνος ἢ ὁσονδήποτε, ποίει καθὼς προγέγραπται·
ἀπὸ τῆς διαμέτρου τὴν πλευρὰν καὶ ἀπὸ τῆς πλευρᾶς τὴν
<note type="footnote">1. 6. 10. 14. 18. ἔστω G 8. ποιεῖς G 9. ἑνδεκάκις] ια G 10. κβ΄]
κη cum suprascr. -ὼ G 14. ποδῶν] πόδας G 17. δωδεκάκις] ιβ G
27. ᾖ] ἡ G τρισκαιδεκάκις] ι?? G 31. ἑξκαιδεκάγωνος G ὅσων δήποτε
G 32. διαμέτρου] δὲ G</note>

<pb n="228"/>
διάμετρον, καθολικῶς τῇ αὐτῇ μεθόδῳ χρῶ· καὶ τοσούτου
ἀποφαίνου, καὶ ἕξεις ἀδιασφάλτους τὰς μεθόδους.</p></div><div type="textpart" subtype="chapter" n="165"><p>Εὐκλείδου εὐθυμετρικά.</p><p>Τῶν εὐθυμετρικῶν διαστημάτων μέτρα ἐστὶ τάδε· δάκτυλος,
παλαιστής, σπιθαμή, πούς, πῆχυς, βῆμα, ὀργυιά, <lb n="5"/>
ἄκαινα, πλέθρον, στάδιον, μίλιον. τούτων δὲ ἐλάχιστόν ἐστι
δάκτυλος. ἔχει μὲν ὁ παλαιστὴς δακτύλους δ΄, οὐγγίας γ΄.
ἡ δὲ σπιθαμὴ ἔχει παλαιστὰς γ΄, δακτύλους ιβ΄, οὐγγίας
θ΄. ὁ δὲ ποὺς ἔχει παλαιστὰς δ΄, δακτύλους ιϚ΄, οὐγγίας
ιβ΄. ὁ πῆχυς ἔχει πόδα α΄ Ϲ. τὸ βῆμα ἔχει πήχεις β΄, <lb n="10"/>
πόδας γ΄. ἡ ὀργυιὰ ἔχει πήχεις δ΄, πόδας Ϛ΄. ἡ ἄκαινα
ἔχει πήχεις Ϛ΄ β″, πόδας ι΄. τὸ δὲ πλέθρον τὸ εὐθυμετρικὸν
ἔχει πήχεις ξϚ΄ β″, πόδας ρ΄. τὸ στάδιον ἔχει πλέθρα
Ϛ΄, ὀργυιὰς ρ΄. πήχεις υ΄. πόδας χ΄. τὸ μίλιον ἔχει
στάδια ζ΄ Ϲ, πόδας δφ΄· τὸ δὲ Ῥωμαϊκὸν μίλιον ἔχει πόδας <lb n="15"/>
ευ΄ <del>τὸ καλούμενον παῤ αὐτοῖς</del>.</p></div><div type="textpart" subtype="chapter" n="166"><p>Τοῦ δὲ ποδός ἐστιν εἴδη γ΄· εὐθυμετρικός, ἐπίπεδος,
στερεός. εὐθυμετρικὸς μέν ἐστιν ὁ ἔχων μῆκος <del>καὶ πλάτος</del>·
τούτῳ δὲ τὸ μῆκος καταμετρεῖται. ἐπίπεδός ἐστιν ὁ
ἔχων μῆκος ποδὸς α΄, πλάτος ποδὸς α΄· τούτῳ μὲν τὰ ἐπίπεδα <lb n="20"/>
σχήματα καταμετρεῖται. ὁ δὲ στερεὸς ποὺς ἔχει μῆκος
ποδὸς α΄, πλάτος ποδὸς α΄, βάθος ποδὸς α΄· τούτῳ
δὲ τὰ στερεὰ σχήματα καταμετρεῖται· χωρεῖ δὲ ὁ στερεὸς
ποὺς κεράμιον α΄, μοδίους γ΄· ἕκαστος μόδιος ἀπὸ ξεστῶν
Ἰταλικῶν ἀριθμῷ ιϚ΄.</p><lb n="25"/></div><div type="textpart" subtype="chapter" n="167"><p>Τριγώνου ἰσοπλεύρου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν
ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ιγ΄· ὧν λ″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="168"><p>Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφʼ ἑαυτήν, καὶ τῆς
βάσεως τὸ ἥμισυ ἐφʼ ἑαυτό· ὕφελε ἀπὸ τῶν συναχθέντων,
καὶ τῶν καταλειφθέντων ποίει πλευρὰν τετραγωνικήν· ἔσται <lb n="30"/>
ἡ κάθετος.</p></div><div type="textpart" subtype="chapter" n="169"><p>Ἐὰν δὲ ζητήσωμεν ἄλλου τριγώνου τὸ ἐμβαδὸν οἱουδηποτοῦν,
<note type="footnote">13. πλέθρα Ϛ΄] πο Ϛ cum suprascr. χ G 18. καὶ πλάτος] ποδὸς α΄
conieci in Metrol. scr. rel. p. 198 19. τούτῳ] τούτου G 20. τούτῳ]
ταῦτα G 22. βάθος ποδὸς α΄ om. G τούτῳ] τούτου G 26. Τριγώνιον
G 27. 30. ἔστω G 29. ὕφειλον G</note>

<pb n="229"/>
πάντοτε ποίει τὴν βάσιν ἐπὶ τὴν κάθετον· ὧν
μέριζε Ϲ· ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="170"><p>Τετραγώνου ἰσοπλεύρου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν
ἐφʼ ἑαυτήν, καὶ ἕξεις τὸ ἐμβαδόν. ἐὰν δὲ τὴν διαγώνιον
<lb n="5"/> τοῦ αὐτοῦ τετραγώνου, δὶς τὸ ἐμβαδόν· ὧν πλευρὰ
τετραγωνική.</p></div><div type="textpart" subtype="chapter" n="171"><p>Τετραγώνου ἑτερομήκους τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν
ἐπὶ τὴν πλευράν· ἔσται τὸ ἐμβαδόν. ἐὰν δὲ τὴν διαγώνιον
τοῦ αὐτοῦ ἑτερομήκους, ἑκάστην πλευρὰν ἐφʼ ἑαυτήν·
<lb n="10"/> μίξαι· ὧν πλευρὰ τετράγωνος ἔσται ἡ διαγώνιος.</p></div><div type="textpart" subtype="chapter" n="172"><p>Πενταγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ ε΄· ὧν τρίτον ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="173"><p>Ἑξαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ Ϛ΄· ὧν γ″ καὶ ι″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="174"><lb n="15"/><p>Ἑπταγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλειρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ μγ΄· ὧν ιβ″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="175"><p>Ὀκταγώνου εὑρεῖν τὸ ἐμβαδόν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ κθ΄· ὧν τὸ Ϛ″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="176"><p>Ἐνναγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
<lb n="20"/> ταῦτα ἐπὶ τὰ με΄· ὧν <sic>β”</sic> ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="177"><p>Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ
λη΄· ὧν τὸ Ϛ″ ἔσται τὸ ἐμβαδόν. αὕτη ἡ ἀκριβεστέρα ἐστίν.</p></div><div type="textpart" subtype="chapter" n="178"><p>Ἑνδεκαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ ξϚ΄· ὧν ζ″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="179"><lb n="25"/><p>Δωδεκαγώνου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν πλευρὰν ἐφʼ ἑαυτήν·
ταῦτα ἐπὶ τὰ με΄· ὧν δ″ ἔσται τὸ ἐμβαδόν.</p></div><div type="textpart" subtype="chapter" n="180"><p>Κύκλου ἀπὸ τῆς διαμέτρου τὸ ἐμβαδὸν εὑρεῖν· ποίει
τὴν διάμετρον ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ια΄· ὧν ιδ″ ἔσται
τὸ ἐμβαδόν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>