<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:151-155</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1:151-155</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="151"><p>Ἐὰν δὲ θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς
τοῦ αὐτοῦ ἑπταγώνου, ποίει τὸ ἀνάπαλιν οὕτως· πάντοτε <lb n="5"/>
τὴν πλευρὰν ἑπτάκις, ἐπειδὴ ἑπτάγωνός ἐστι· γίνονται πόδες
ξ΄· ἄρτι μέριζε καθολικῶς· ὧν γ″ γίνονται κ΄· τοσούτων
ποδῶν ἔσται ἡ διάμετρος τοῦ ἑπταγώνου.</p></div><div type="textpart" subtype="chapter" n="152"><p>Ἔστω ὀκτάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄·
εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποιῶ οὕτως· πάντοτε τὴν διάμετρον <lb n="10"/>
πεντάκις· γίνονται πόδες ρ΄· ἄρτι μερίζω· ὧν ιβ″
γίνονται πόδες η΄ Ϲ.</p></div><div type="textpart" subtype="chapter1" n="153"><p>Ἐὰν θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς, ποίει
τὸ ἀνάπαλιν· πάντοτε τὴν πλευρὰν δωδεκάκις· γίνονται
πόδες ρ΄· καὶ μερίζω καθολικῶς, ὡς προεῖπον: ὧν ε″ γίνονται <lb n="15"/>
πόδες κ΄. ἔσται ἡ διάμετρος τοῦ ὀκταγώνου ποδῶν κ΄.</p></div><div type="textpart" subtype="chapter" n="154"><p>Ἔστω ἐννάγωνος καὶ ἐχέτω τὴν διάμετρον ποδῶν κ΄·
εὑρεῖν αὐτοῦ τὴν πλευράν· ποίει οὕτως· πάντοτε τὴν διάμετρον
τριπλασιάζω· γίνονται πόδες ξ΄· ἄρτι μερίζω· ὧν
θ″ γίνονται πόδες Ϛ΄ β″· τοσούτων ποδῶν ἔσται ἡ πλευρὰ <lb n="20"/>
τοῦ ἐνναγώνου.</p></div><div type="textpart" subtype="chapter" n="155"><p>Ἐὰν θέλῃς τὴν διάμετρον εὑρεῖν ἀπὸ τῆς πλευρᾶς τοῦ
αὐτοῦ ἐνναγώνου, ποίει τὸ ἀνάπαλιν· τὴν πλευρὰν ἐννάκις·
γίνονται πόδες ξ΄· ἄρτι μερίζω καθολικῶς· ὧν γ″ γίνονται
κ΄· τοσούτων ποδῶν ἔσται ἡ διάμετρος τοῦ ἐνναγώνου.</p><lb n="25"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>