<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="37"><note type="marginal">p. 330</note><p>λζ. Τῇ δοθείσῃ δυνάμει τὸ δοθὲν βάρος κινῆσαι
διὰ τυμπάνων ὀδοντωτῶν παραθέσεως. κατεσκευάσθω
πῆγμα καθάπερ γλωσσόκομον· εἰς τοὺς μακροὺς καὶ
παραλλήλους τοίχους διακείσθωσαν ἄξονες παράλληλοι <lb n="25"/>
ἑαυτοῖς, ἐν διαστήμασι κείμενοι ὥστε τὰ συμφυῆ αὐτοῖς
<note type="footnote">1—2 τὸ Ε πόλος τῶν 2 γεγράφθω δὴ τῶν Βϛ 3 κυκλος
ο ΥΕϛ 5 ΘΣ, ἀπο δὲ τοῦ Σ 5—6 κείσθω ἡ ΑΒ το</note>
<note type="footnote">8 τῶν ΒΖ 9 ἡ ΒΖ 11 ἔσται οὖν folio lacerato paene
evanida 12 οιωνες καὶ: correxi 14 add. Vi ΚΕ καὶ Β</note>

<pb n="308"/>
ὀδοντωτὰ τύμπανα παρακεῖσθαι καὶ συμπεπλέχθαι ἀλλήλοις,
καθὰ μέλλομεν δηλοῦν. ἔστω τὸ εἰρημένον γλωσσόκομον
τὸ ΑΒΓ∠, ἐν ᾧ ἄξων ἔστω διακείμενος, ὡς
εἴρηται, καὶ δυνάμενος εὐλύτως στρέφεσθαι, ὁ ΕΖ.
τούτῳ δὲ συμφυὲς ἔστω τύμπανον ὠδοντωμένον τὸ <lb n="5"/>
ΗΘ ἔχον τὴν διάμετρον, εἰ τύχοι, πενταπλασίονα
<add cause="omitted">τῆς</add> τοῦ ΕΖ ἄξονος διαμέτρου. καὶ ἵνα ἐπὶ παραδείγματος
τὴν κατασκευὴν ποιησώμεθα, ἔστω τὸ μὲν
ἀγόμενον βάρος ταλάντων χιλίων, ἡ δὲ κινοῦσα δύναμις
ἔστω ταλάντων ε, τουτέστιν ὁ κινῶν ἄνθρωπος ἢ <lb n="10"/>
παιδάριον, ὥστε δύνασθαι καθʼ ἑαυτὸν ἄνευ μηχανῆς
ἕλκειν τάλαντα ε. οὐκοῦν ἐὰν τὰ ἐκ τοῦ φορτίου ἐκδεδεμένα
ὅπλα διά τινος <add cause="omitted">ὀπῆς οὔσης</add> ἐν τῷ ΑΒ τοίχῳ
ἐπειληθῇ περὶ τὸν ΕΖ ἄξονα <add cause="omitted"><gap reason="omitted"/></add> κατειλούμενα τὰ
<note type="marginal">fol. 80v</note> ἐκ τοῦ φορτίου ὅπλα | κινήσει τὸ βάρος· ἵνα δὲ κινηθῇ <lb n="15"/>
τὸ ΗΘ τύμπανον, <add cause="omitted">δεῖ δυνά</add>μει ὑπάρχειν πλέον ταλάντων
<note type="marginal">p. 332</note> διακοσίων, διὰ τὸ τὴν διάμετρον τοῦ τυμπάνου
τῆς διαμέτρου τοῦ ἄξονος, ὡς ὑπεθέμεθα, πενταπλῆν
<add cause="omitted">εἶναι</add>· ταῦτα γὰρ ἀπεδείχθη ἐν ταῖς τῶν ε δυνάμεων
ἀποδείξεσιν. ἀλλʼ <add cause="omitted"><gap reason="omitted"/></add> ἔχομεν τί τὴν δύναμιν ταλάντων <lb n="20"/>
διακοσίων, ἀλλὰ πέντε. γεγονέτω οὖν ἕτερος ἄξων
<add cause="omitted">παβάλληλος</add> διακείμενος τῷ ΕΖ, ὁ ΚΛ, ἔχων συμφυὲς
τύμπανον ὠδοντωμένον τὸ ΜΝ. ὀδοντῶδες δὲ καὶ τὸ
<note type="footnote">5 τοῦτο ὀδοντωμένον 7 suppl. Vi 8 ποιησομεθα</note>
<note type="footnote">11 ὥστε δύνασθαι: δυνάσθω Pappus 12 εικειν corr. Vi</note>
<note type="footnote">13 ἐνδεδεμένα: correxi 〈ὀπῆς〉 add. Hultsch ad Pappum
p. 1062,13 14 ἐπιληθη τὸ ΕΖ ἄξωνα hiatu haec fere hausta:
〈ἐπιστρεφομένου τοῦ ΗΘ τυμπάνου〉 14—15 τὰ ἐκ τοῦ φορτίου
επλακων |εν τισι το βάρος; correxi; ἐφεῖλκεν ἄν τι Vi 16 τὸ
ΠΘ τυμπανον 〈. . . . . . .〉 | μει ὑπάρχειν septem litteris madore
absumptis;  supplevi dubitanter 18 ἀξωνος 20 post
ἀλλ hoc signum ÷ et spatium 22 litterarum; f. ἀλλʼ 〈οὐκ〉
ἔχομεν [τι] τὴν 21 γεγονέτω ὁ ἕτερος; correx (ο ═ οὖν)</note>
<note type="footnote">22 supplevi ἔχον συμφυῆ 23 ὀδοντωμενον</note>

<pb n="310"/>
ΗΘ τύμπανον, ὥστε ἐναρμόζειν ταῖς ὀδοντώσεσι τοῦ
ΜΝ τυμπάνου. τῷ δὲ αὐτῷ ἄξονι τῷ ΚΛ συμφυὲς
τύμπανον τὸ Ξ<add cause="omitted">Ο</add>, ἔχον ὁμοίως τὴν διάμετρον πενταπλασίονα
τῆς τοῦ ΜΝ τυμπάνου διαμέτρου. διὰ δὴ
τοῦτο δεήσει τὸν βουλόμενον κινεῖν διὰ τοῦ ΞΟ τυμπάνου <lb n="5"/>
τὸ βάρος ἔχειν δύναμιν ταλάντων μ, ἐπειδήπερ
τῶν σ ταλάντων τὸ πέμπτον ἐστὶ τάλαντα μ. πάλιν
οὖν παρακείσθω <add cause="omitted">τῷ ΞΟ τυμπάνῳ ὠδοντωμένῳ</add> τύμπανον
ὀδοντωθὲν ἕτερον <add cause="omitted">τὸ ΠΡ, καὶ ἔστω τῷ</add> τυμπάνῳ
ὠδοντωμένῳ τῷ ΠΡ συμφυὲς ἕτερον συμφυὲς <lb n="10"/>
ἔχον ὁμοίως πενταπλῆν τὴν διάμετρον τῆς ΠΡ τυμπάνου
διαμέτρου· ἡ δὲ ἀ<add cause="omitted">νάλογος ἔσται δύναμις</add> τοῦ
ΣΤ τυμπάνου ἡ ἔχουσα τὸ βάρος ταλάντων η· ἄλλʼ
ἡ ὑπάρχουσα ἡμῖν δύναμις δέδοται ταλάντων ε. ὁμοίως
ἕτερον παρακείσθω τύμπανον ὠδοντωμένον τὸ ΥΦ τῷ <lb n="15"/>
ΣΤ ὀδοντωθέντι· τοῦδε τοῦ ΥΦ τυμπάνου <add cause="omitted">τῷ</add> ἄξονι
συμφυὲς ἔστω τύμπανον τὸ ΧΨ ὠδοντωμένον, οὗ ἡ
διάμετρος πρὸς τὴν τοῦ ΥΦ τυμπάνου διάμετρον
λόγον ἐχέτω, ὃν τὰ ὀκτὼ τάλαντα πρὸς τὰ τῆς δοθείσης
δυνάμεως τάλαντα ε. καὶ τούτων κατασκευασθέντων, <lb n="20"/>
ἐὰν ἐπινοήσωμεν τὸ ΑΒΓ∠ <add cause="omitted">γλωσσόκομον</add> μετέωρον
κείμενον, καὶ ἐκ μὲν τοῦ ΕΖ ἄξονος τὸ βάρος ἐξάψωμεν.
ἐκ δὲ τοῦ ΧΨ τυμπάνου τὴν ἕλκουσαν δύναμιν, οὐδοπότερον
<note type="marginal">p. 334</note> πότερον αὐτῶν κατενεχθήσεται, εὐλύτως στρεφομένων
τῶν ἀξόνων, καὶ τῆς τῶν τυμπάνων παραθέσεως καλῶς <lb n="25"/>
ἁρμο<add cause="omitted">ζού</add>σης, ἀλλʼ ὥσπερ ζυγοῦ τινὸς ἰσορροπήσει ἡ
δύναμις τῷ βάρει. ἐὰν δὲ ἑνὶ αὐτῶν προσθῶμεν
ὀλίγον ἕτερον βάρος, καταρρέψει καὶ ἐνεχθήσεται ἐφʼ
ὃ προσετέθη βάρος, ὥστε ἐὰν ἓν τῶν ε ταλάντων
<note type="footnote">7—8 πάλιοῦν 10—11 ὀδοντωμένον τὸ ΠΡ συμφυη ἕτερον
υμφυὲς ἔχον 12 ἡ δε α÷ in fine versus; in versu sequenti</note>

<pb n="312"/>
δυνάμει <add cause="omitted"><gap reason="omitted"/></add> εἰ τύχοι μ<add cause="omitted">ν</add>αϊαῖον προστεθῇ βάρος,
κατακρατήσει καὶ ἐπισπάσεται τὸ βάρος. ἀντὶ τῆς
<note type="marginal">fol. 82r</note> προσθέσεως τούτῳ δὲ παρακείσθω | κοχλίας ἔχων τὴν
ἕλικα ἁρμοστὴν τοῖς ὀδοῦσι τοῦ τυμπάνου, στρεφόμενος
εὐλύτως περὶ τόρμους ἐνόντας ἐν τρήμασι στρογγύλοις, <lb n="5"/>
ὧν ὁ μὲν ἕτερος ὑπερεχέτω εἰς τὸ ἐκτὸς μέρος τοῦ
γλωσσοκόμου κατὰ τὸν Γ∠ <add cause="omitted">τοῖχον τὸν παρακείμενον</add>
τῷ κοχλίᾳ· ἡ ἄρα ὑπεροχὴ τετραγωνισθεῖσα λαβέτω
χειρολάβην τὴν Ϟϛ, διʼ ἧς ἐπιλαμβανόμενός τις
καὶ ἐπιστρέφων ἐπιστρέψει τὸν κοχλίαν καὶ τὸ ΧΨ <lb n="10"/>
τύμπανον, ὥστε καὶ τὸ ΥΦ συμφυὲς αὐτῷ. διὰ δὲ
τοῦτο καὶ τὸ παρακείμενον τὸ ΣΤ ἐπιστραφήσεται,
καὶ τὸ συμφυὲς αὐτῷ τὸ ΠΡ, καὶ τὸ τούτῳ παρακείμενον
τὸ ΞΘ, καὶ τὸ τούτῳ συμφυὲς τὸ ΜΝ, καὶ
τὸ τούτῳ παρακείμενον τὸ ΗΘ, ὥστε καὶ ὁ τούτῳ <lb n="15"/>
συμφυὴς ἄξων ὁ ΕΖ, περὶ ὃν ἐπειλούμενα τὰ ἐκ τοῦ
φορτίου ὅπλα κινήσει τὸ βάρος. ὅτι γὰρ κινήσει, πρόδηλον
ἐκ τοῦ προστεθῆναι ἑτέρᾳ δυνάμει <add cause="omitted">τὴν</add> τῆς
χειρολάβης, ἥτις περιγράφει κύκλον τῆς τοῦ κοχλίου
περιμέτρου μείζονα· ἀπεδείχθη γὰρ ὅτι οἱ μείζονες <lb n="20"/>
κύκλοι τῶν ἐλασσόνων κατακρατοῦσιν, ὅταν περὶ τὸ
αὐτὸ κέντρον κυλίωνται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>