<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:31-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:31-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="31"><note type="marginal">p. 294</note><p>λα. Πηγῆς ὑπαρχούσης ἐπισκέψασθαι τὴν ἀπόρρυσιν
αὐτῆς, τουτέστι τὴν ἀνάβλυσιν, ὅση ἐστίν. εἰδέναι
μέντοι χρὴ ὅτι οὐκ ἀεὶ ἡ ἀνάβλυσις ἡ αὐτὴ διαμένει.
ὄμβρων. μὲν γὰρ ὄντων ἐπιτείνεται διὰ τὸ ἐπὶ τῶν
ὁρῶν τὸ ὕδωρ πλεονάζον βιαιότερον ἐκθλίβεσθαι, <lb n="15"/>
αὐχμῶν δὲ ὄντων ἀπολήγει ἡ ῥύσις διὰ τὸ μὴ ἐπιφέρεσθαι
πλέον ὕδωρ. αἱ μέντοι γενναῖαι πηγαὶ οὐ
παρὰ πολὺ τὴν ἀνάβλυσιν ἴσχουσιν. δεῖ οὖν περιλαβόντα
τὸ πᾶν τῆς πηγῆς ὕδωρ, ὥστε μηδαμόθεν ἀπορρεῖν,
σωλῆνα τετράγωνον μολιβοῦν ποιῆσαι, στοχασάμενον <lb n="20"/>
μενον μᾶλλον μείζονα πολλῷ τῆς ἀποθύσεως· εἶτα διʼ
ἑνὸς τόπου ἐναρμόσαι αὐτὸν ὥστε διʼ αὐτοῦ τὸ ἐν τῇ
πηγῇ ὕδωρ ἀπορρεῖν. δεῖ δὲ αὐτὸν κεῖσθαι εἰς τὸν
ταπεινότερον τῆς πηγῆς τόπον, ὥστε ἔχειν αὐτὴν ἀπόρρυσιν·
τὸν δὲ ταπεινότερον ἐπιγνωσόμεθα τῆς πηγῆς <lb n="25"/>
<note type="footnote">6 συνθέντας τὰς: correxi 9 ΖΗϛ 10 Η ∠ το 14—15
ἐπιτίθεται διατίθεται δια τὸ επὶ τῶν ὡρῶν: correri coll. Anonymo
Byz. p. 390, 1 Vi 15 πλεονάζειν βιαιότερον ἐκθλιβόμενον
correxi coll. anonymo Byz. p. 390, 2 Vinc. Similes corruptelae
apud Philonem. Mech. Synt. I. V p. 80, 14 a C. Graux et apud
Dionysium de imitatione p. 20, 21 ab H. Usenero sublatae sunt</note>
<note type="footnote">17 γένναι αἱ 20 μολιβον 24 αὐτὸν: correxi</note>

<pb n="286"/>
τόπον διὰ τῆς διόπτρας. ἀπολήψεται οὖν τὸ ἀπορέον
διὰ τοῦ σωλῆνος ὕδωρ ἐν τῷ περιστομίῳ τοῦ
σωλῆνος· οἷον ἀπολαμβάνει<del>ν</del> δακτύλους β· ἐχέτω δὲ
καὶ τὸ πλάτος τοῦ περιστομίου τοῦ σωλῆνος δακτύλους
ϛ· ἑξάκις δύο γίνονται ιβ· <add cause="omitted">ἀποφανούμεθα δὴ τὴν <lb n="5"/>
ἀνάβλυσιν τῆς πηγῆς δακτύλων ιβ</add>. εἰδέναι δὲ χρὴ
<note type="marginal">fol. 76v</note> ὅτι οὐκ ἔστιν αὔ|ταρκες πρὸς τὸ ἐπιγνῶναι, πόσον
χορηγεῖ ὕδωρ ἡ πηγή, <del>ἢ</del> τὸ εὑρεῖν τὸν ὄγκον τοῦ
ῥεύματος, ὃν λέγομεν εἶναι δακτύλων ιβ, ἀλλὰ καὶ τὸ
<note type="marginal">p. 296</note> τάχος αὐτοῦ· ταχυτέρας μὲν γὰρ οὔσης τῆς ῥύσεως <lb n="10"/>
πλέον ἐπιχορηγεῖ τὸ ὕδωρ, βραδυτέρας δὲ μεῖον. διὸ
δεῖ ὑπὸ τὴν τῆς πηγῆς ῥύσιν ὀρύξαντα τάφρον τηρῆσαι
ἐξ ἡλιακοῦ ὡροσκοπίου, ἐν τινὶ ὥρᾳ πόσον ἀπορρεῖ
ὕδωρ ἐν τῇ τάφρῳ, καὶ οὕτως στοχάσασθαι τὸ ἐπιχορηγούμενον
ὕδωρ ἐν τῇ ἡμέρᾳ πόσον ἐστὶν, ὥστʼ οὐδὲ <lb n="15"/>
ἀναγκαῖόν ἐστι τὸν ὄγκον τῆς ῥύσεως τηρεῖν· διὰ γὰρ
τοῦ χρόνου δήλη ἐστὶν ἡ χορηγία. <del>ἀποφανούμεθα δὴ
τὴν ἀνάβλυσιν τῆς πηγῆς δακτύλων ιβ</del>.</p></div><div type="textpart" subtype="chapter" n="32"><p>λβ. Ἐπεὶ οὖν διὰ τῆς κατασκευασθείσης ἡμῖν διόπτρας
τὰς ἐπὶ γῆς χρείας πρὸς τὰς διοπτρικὰς ἐπαγγελίας <lb n="20"/>
ἀπεδείξαμεν, εὔχρηστον δέ ἐστιν εἰς πολλὰ καὶ
πρὸς τὰ οὐράνια πρὸς τὸ τὰς τῶν ἀπλανῶν ἀστέρων
ἢ παὶ τῶν πλανητῶν ἀποστάσεις εἰδέναι, ἀποδείξομεν
διὰ τῆς διόπτρας ὡς δεῖ καὶ τὰ <add cause="omitted">τούτων</add> ἀποστήματα
λαμβάνειν. ἐν γὰρ τῷ ὑπὸ γαστέρα τοῦ τυμπάνου τοῦ <lb n="25"/>
ἐν τῇ διόπτρᾳ κύκλον γράψομεν περὶ τὸ αὐτὸ κέντρον
<note type="footnote">3 ἀπολαμβάνειν: correxi 4 τὸ περιστόμιον 8 πηγὴ ἢ τὸ
εὑρεῖν 9—10 τὸ πάχος 11 f. ἐπιχορηγεῖται ὕδωρ 11—12 διο δη</note>
<note type="footnote">17—18 δὲ τὴν 18 δακτύλων δεδεκα (sic); haec transposui
in vs. 5. 19 διὰ deleverim 24 〈τούτων〉 addidi 26 τω αυτω
κεντρω, sed ex τῶ αὐτω fec. τὸ αὐτὸ man.1</note>

<pb n="288"/>
τῷ τυμπάνῳ, ὃν γράψει τὸ τοῦ μοιρογνωμονίου ἄκρον
τοῦ ἐν τῷ κανόνι· καὶ τοῦτον διελοῦμεν εἰς μοίρας
τξ. ὅταν οὖν βουλώμεθα δύο ἀστέρων τὸ μεταξὺ διάστημα
ἐπισκέψασθαι, ὅσων μοιρῶν ὑπάρχει, ἐάν τε τῶν
πλανητῶν εἴησάν τινες ἢ καὶ τῶν ἀπλανῶν ἢ καὶ ὁ <lb n="5"/>
μὲν ἕτερος αὐτῶν εἴη τῶν ἀπλανῶν, ὁ δὲ ἕτερος τῶν
πλανητῶν, ἀφελόντες τὸν κανόνα, διʼ οὗ διοπτεύομεν,
<note type="marginal">p. 298</note> ἀπὸ τοῦ τυμπάνου ἐγκλίνομεν αὐτὸ τὸ τύμπανον,
ἄχρις ἂν διὰ τοῦ ἐπιπέδου αὐτοῦ φανῶσιν οἱ εἰρημένοι
ἀστέρες ἅμα ἀμφότεροι. εἶτʼ ἐντιθεὶς τὸν κανόνα ὡς <lb n="10"/>
εἴθισται, τῶν ἄλλων ἀκινήτων, ἐπιστρέψω αὐτὸν, ἄχρις
ἂν εἷς τῶν ἀστέρων φανῇ· καὶ παρασημηνάμενος τὴν
μοῖραν, καθʼ ἣν ἓν τῶν μοιρογνωμονίων ὑπάρχει <del>τὸ
μέρος αὐτῆς</del>, ἐπιστρέφω τὸν κανόνα, ἄχρις οὗ καὶ ὁ
ἕτερος ἀστὴρ διʼ αὐτοῦ φανῇ. εἶτα ὁμοίως παρασημηνάμενος <lb n="15"/>
τὴν μοῖραν, καθʼ ἣν τὸ αὐτὸ μοιρογνωμόνιον
ὑπάρχει, ἐπιγνώσομαι τὸ πλῆθος τῶν μοιρῶν τὸ μεταξὺ
τῶν ληφθέντων δύο σημείων· καὶ τοσαύτας ἀποφανοῦμαι
τοὺς ἀστέρας ἀπέχειν ἀπʼ ἀλλήλων μοίρας.</p></div><div type="textpart" subtype="chapter" n="33"><p>λγ. Ἐπεὶ οὖν τινὲς χρῶνται τῷ καλουμένῳ ἀστερίσκῳ <lb n="20"/>
<note type="marginal">fol. 77r</note> πρὸς ὀλίγας | παντελῶς διοπτρικὰς χρείας, εὔλογον
ἡγούμεθα τὰ περὶ αὐτὸν συμβαίνοντα μηνῦσαι
τοῖς πειρωμένοις χρήσασθαι αὐτῷ, ὅπως μὴ παρὰ τὴν
ἄγνοιαν ἁμαρτάνοντες λανθάνωσιν. τοὺς μὲν οὖν
κεχρημένους οἶμαι <add cause="omitted">πε</add>πειρᾶσθαι τῆς δυσχρηστίας <lb n="25"/>
αὐτοῦ, ὅτι αἱ σπάρται, ἐξ ὧν τὰ βάρη κρέμανται, οὐ
<note type="footnote">1 μυρογνωμονίου 5 πλανήτων εἰ τινες 5—6 ὁ μὲν
ἀστέρος 11 f. ἀκινήτων 〈μενόντων〉 13—14 τὸ μέρος αὐ-
τῆς] delevi 18—19 ἀποφαινουμαι 20— 21 ἀστερίσκος est
stella gromaticorum, de qua dixit Rudorffius Gromatische ln-
stitutionen p. 337 22 περὶ αὐτῶν: correxi 25 πειρᾶσθαι:
correxi 26 αὐτῶν: correxi βέρη: corr. Vi</note>

<pb n="290"/>
<note type="marginal">p. 300</note> ταχέως ἠρεμοῦσιν, ἀλλὰ χρόνον τινὰ διαμένουσι κινούμεναι,
καὶ μάλιστα ὅταν σφοδρὸς ἄνεμος πνέῃ. διὸ
πειρῶνταί τινες, παραβοηθεῖν βουλόμενοι ταύτῃ τῇ
δυσχρηστίᾳ, ξυλίνας σύριγγας κοίλας ποιοῦντες, ἐμβαλεῖν
τὰ βάρη εἰς ταύτας, ὥστε μὴ ὑπὸ τοῦ ἀνέμου <lb n="5"/>
τύπτεσθαι. παρατρίψεως οὖν γινομένης τῶν βαρῶν
πρὸς τὰς σύριγγας οὐκ ἀκριβῶς αἱ σπάρτοι ὀρθαὶ
διαμένουσιν πρὸς τὸν ὁρίζοντα· ἔτι δὲ καὶ ἐὰν ἐπιτύχωσιν,
ὥστε τὰς σπάρτας ἠρεμεῖν καὶ ὀρθὰς διαμένειν
πρὸς τὸν ὁρίζοντα, οὐ πάντως τὰ διὰ τῶν σπάρτων <lb n="10"/>
ἐπίπεδα πρὸς ὀρθὰς γίνεται ἀλλήλοις· τούτου δὲ μὴ
γινομένου, οὐδʼ αὐτοῖς κατὰ τρόπον ἀκολουθεῖ τι
τῶν εν ω ερουμενων· τοῦτο γὰρ δείξομεν. ἔστω<add cause="omitted">σαν</add>
γὰρ ἐν ἐπιπέδῳ δύο εὐθεῖαι αἱ ΑΒ, Γ∠, μὴ πρὸς
ὀρθὰς ἀλλήλας τέμνουσαι· ἀμβλεῖα δὲ ἔστω ἡ ὑπὸ ΑΕ∠ <lb n="15"/>
γωνία· καὶ ἀπὸ τοῦ Ε τῷ διὰ τῶν ΑΒ, Γ∠ ἐπιπέδῳ
πρὸς ὀρθὰς ἀνεστάτω ἡ ΕΖ· καὶ πρὸς ἑκατέραν ἄρα
τῶν ΑΕ, ΕΓ, ὀρθή ἐστιν. ἡ δὲ ὑπὸ τῶν ΑΕ, <add cause="omitted">Ε</add>Γ,
γωνία ἡ κλίσις ἐστίν, ἐν κέκλιται τὸ διὰ τῶν ΕΑΖ
πρὸς τὸ διὰ τῶν ΓΕΖ, καὶ ἔστιν ὀξεῖα· τὰ <add cause="omitted">οὖν</add> <lb n="20"/>
εἰρημένα ἐπίπεδα οὔκ ἐστιν ὀρθὰ πρὸς ἄλληλα. ἀπειλήφθωσαν
οὖν δύο ἴσαι εὐθεῖαι αἱ ΑΕ, Ε∠, καὶ ἐπεζεύχθω
ἡ Α∠· καὶ ἐπʼ αὐτὴν κάθετος ἤχθω ἡ <add cause="omitted">Ε</add>Η·
ἴση ἄρα καὶ ἡ ΑΗ τῇ Η∠· καὶ ἑκατέρα αὐτῶν
μείζων ἐστὶ τῆς ΗΕ· δυνατὸν ἄρα ἐστὶ προσβαλεῖν <lb n="25"/>
ἀπὸ τοῦ Η ἴσην τῇ ΑΗ τὴν ΗΖ. προσεκβεβλήσθωσαν
καὶ ἐπεζεύχθωσαν ἐπὶ τὰ Κ, Λ, καὶ τῇ ΑΖ
<note type="footnote">1 χρονον ην ἀναμένουσαι; correxi; χρ. ἀναμένουσι Vi</note>
<note type="footnote">4 δυσχριστία 13 ἐν ῶ ερουμένων: non extricavi; ἐρευνωμέ-
νων Vi 20 πρὸς τῶ 24 μείζων ex μείζον fec. m. 1 25 προσλα-</note>

<pb n="292"/>
ἴση ἐκατέρα τῶν ΚΖ, ΖΛ. διὰ δὲ τῶν Α, ∠, Κ, Λ
τῇ ΕΖ παράλληλοι ἤχθωσαν αἱ ΑΜ, ∠Ν, ΚΞ ΛΟ·
ἡ δὲ ΕΖ ὀρθή ἐστι πρὸς τὸ διὰ τῶν ΑΒ, Γ∠ ἐπίπεδον·
καὶ ἑκάστη ἄρα τῶν ΑΜ, ∠Ν, ΚΞ, ΛΟ ὀρθή
ἐστι πρὸς τὸ διὰ τῶν ΑΒΓ∠ ἐπίπεδον. καὶ ἐπεὶ αἱ <lb n="5"/>
τρεῖς αἱ ΑΗ, Η∠, ΗΖ ἴσαι εἰσί, πρὸς ὀρθὰς ἄρα
<note type="marginal">p. 302</note> ἐστὶν ἡ ΑΛ τῇ ∠Κ. ἐὰν ἄρα ὑποστησώμεθα τὰς τοῦ
ἀστερίσκου ῥάβδους εἶναι τὰς ΑΛ, ∠Κ, τὸ δὲ διὰ
τῶν ΑΒ, Γ∠ ἐπίπεδον τὸ παρὰ τὸν ὁρίζοντα, τὰς δὲ
κρεμαμένας σπάρτους εἶναι ἐκ τῶν Α, Λ, ∠, Κ, ἔσονται <lb n="10"/>
αἱ σπάρτοι αἱ ΑΜ, ∠Ν, ΚΞ, ΛΟ. καὶ οὐκ εἰσὶ
τὰ διὰ τῶν σπάρτων ἐπίπεδα ὀρθὰ καὶ πρὸς ἄλληλα,
λέγω δὴ <add cause="omitted">τὸ</add> διὰ τῶν ΑΜ, ΛΟ πρὸς τὸ διὰ τῶν
<note type="marginal">fol. 77v</note> ∠Ν, ΚΞ· δέδεικται γὰρ | κεκλιμένα πρὸς ἄλληλα ἐν
τῇ ὑπὸ ΑΕΓ γωνίᾳ ὀξείᾳ οὔσῃ.</p><lb n="15"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>