<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><p>γ. Ἡ τοίνυν τῆς εἰρημένης διόπτρας κατασκευή
<note type="marginal">p. 178</note> ἐστιν τοιαύτη. παγεὺς γίνεται καθάπερ στυλίσκος, <lb n="25"/>
ἔχων ἐκ τοῦ ἄνω μέρους τόρμον στρογγύλον· περὶ δὲ
τὸν τόρμον τυμπάνιον περιτίθεται χάλκεον περὶ τὸ
αὐτὸ κέντρον τῷ τόρμῳ. περιτίθεται δὲ καὶ χοινικὶς
χαλκῆ περὶ τὸν τόρμον εὐλύτως δυναμένη περὶ αὐτὸ<add cause="omitted">ν</add>
π<add cause="omitted">ο</add>λεῖσθαι, ἔχουσα ἐκ μὲν τοῦ κάτω μέρους τυμπάνιον <lb n="30"/>
ὠδοντωμένον συμφυὲς αὐτῇ, ἔλασσον τοῦ προει-


<pb n="192"/>


<pb n="194"/>
ρημένου τυμπανίου καὶ ἐπικαθήμενον αὐτῷ, ἐκ δὲ τοῦ
ἄνω μέρους πλίνθον καθάπερ Δωρικοῦ κιονίου κεφάλιον
εὐπρεπείας ἕνεκα. τῷ δʼ εἰρημένῳ ὀδοντωτῷ
τυμπανίῳ παρατίθεται κοχλίδιον ἔχον τὴν ἕλικα ἁρμοστὴν
τοῖς ὀδοῦσι τοῦ τυμπανίου. τὰ δὲ στημάτια τοῦ <lb n="5"/>
κοχλιδίου συμφυῆ γίνεται τῷ μείζονι τυμπανίῳ. ἐὰν
ἄρα ἐπιστρέφωμεν τὸ εἰρημένον κοχλίδιον, ἐπιστρέψομεν
καὶ τὸ ὠδοντωμένον τυμπάνιον καὶ τὴν συμφυῆ
αὐτῷ χοινικίδα. γίνεται δὲ συμφυὴς αὐτῷ τόρμων
τριῶν ἀφιεμένων ἐκ τῆς ἕδρας τῆς χοινικίδος καὶ <lb n="10"/>
συγκοινουμένων αὐτῷ τῷ τυμπανίῳ. λαμβάνει δὲ ὁ
κοχλίας κατὰ μῆκος σωλῆνα πάχος ἔχοντα ὅσον ἐστὶν
τὸ τῆς ἕλικος αὐτοῦ βάθος· οὐκοῦν ἐὰν ἐπιστρέψωμεν
τὸν κοχλίαν, ἄχρις ὁ εἰρημένος ἐν αὐτῷ σωλὴν κατὰ
τοὺς ὀδόντας τοῦ τυ<add cause="omitted">μ</add>πανίου γένηται, ἰδίᾳ στραφήσεται <lb n="15"/>
τὸ τυμπάνιον. καταστήσαντες οὖν αὐτὸ ὡς ἂν ἡ χρεία
ἀπαιτῇ, ἐπιστρέψομεν τὸν κοχλίαν βραχύ, ὥστε ἐμπλακῆναι
τὴν ἕλικα τοῖς ὀδοῦσιν, καὶ οὕτως μενεῖ ἀκίνητον
τὸ τυμπάνιον.</p><note type="marginal">p. 180</note><p>Ἔστω οὖν τὸ μὲν περὶ τὸν τόρμον τυμπάνιον καὶ <lb n="20"/>
συμφυὲς τῷ παγεῖ τὸ ΑΒ, τὸ δὲ συμφυὲς τῇ χοινικίδι
τὸ Γ∠, ὁ δὲ παρακείμενος τούτῳ κοχλίας ὁ ΕΖ, ἡ
δὲ συμφυὴς χοινικὶς τῷ Γ∠  τυμπανίῳ ἡ ΗΘ, ἔχουσα
ἐπικείμενον, ὡς εἴρηται, Δωρικὸν κεφάλιον τὸ ΚΛ.
ἐπὶ δὲ τῆς πλίνθου ἐφεστάτω δύο χαλκᾶ στημάτια <lb n="25"/>
καθάπερ κανόνια, ἀπέχοντα ἀπʼ ἀλλήλων τοσοῦτον,
ὥστε εἰς τὸν μεταξὺ τόπον αὐτῶν πάχος τυμπανίου
δύνασθαι ἐναρμοσθῆναι. ἐπὶ δὲ τῆς πλίνθου μεταξὺ
<note type="footnote">2 κιωνίου 4—5 ἁρμοστὴν: η ex ει fecit. m. 1 7—8 επιστρεψωμεν
15 τυπανιου γένηται ἣ διαστραφήσεται: correxi
17 επιστρεψωμεν</note>

<pb n="196"/>
<note type="marginal">p. 182</note> τῶν κανονίων κοχλίας ἔστω στρεφόμενος, οὗ τὰ
<note type="marginal">fol. 63r</note> στη<add cause="omitted">μάτια <gap reason="omitted"/></add> | ἁρμοστὰ τῷ εἰρημένῳ τόρμῳ· οἱ
δὲ μακροὶ καὶ οἱ ὄντες τῷ τόρμῳ παρυπεραίρουσιν εἰς
τὸ ἄνω μέρος ὅσον δακτύλους δ. ἐν δὲ τῇ μεταξὺ τῶν
ὑπεροχῶν χώρᾳ ἐναρμόζεται κανὼν πλάγιος, μῆκος μὲν <lb n="5"/>
ἔχων ὡς πήχεις τέσσαρας, πλάτος δὲ καὶ πάχος ὥστε
ἁρμόζειν εἰς τὴν εἰρημένην χώραν· καὶ διατεμνέσθω
ὑπʼ αὐτῆς κατὰ μῆκος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>