<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:19-21</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:19-21</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="19"><p>ιθ. Ἔδαφος ἐγκλῖναι ἐν δοθείσῃ γωνίᾳ, ὥστε τὸ <lb n="15"/>
κλίμα αὐτοῦ ἐφʼ ἓν νεύειν σημεῖον δοθέντος ἀκλινοῦς
τόπου ἐν παραλληλογράμμῳ ἰσοπλεύρῳ.</p><p>Ἔστω παραλληλόγραμμον ἰσόπλευρον τὸ ΑΒΓ∠,
ἡ δὲ γωνία, ἐν ᾗ βουλόμεθα ἐγκλῖναι τὸ ἔδαφος, ἡ
ὑπὸ ΕΖΗ. ἀπὸ <lb n="20"/>
δὲ τῶν Α, Β, ∠
<add cause="omitted">σημείων</add> τῷ
ὑποκειμένῳ ἐπιπέδῳ
πρὸς ὀρθὰς
ἀνεστάτωσαν <lb n="25"/>
αἱ ΑΘ, ΒΚ,
∠Λ· τὸ δὲ Γ σημεῖον ἔστω, ὅπου βουλόμεθα τὴν
κλίσιν νεύειν. καὶ τῇ ΑΓ ἴση κείσθω ἡ ΖΗ, τῇ δὲ
<note type="footnote">3 ὀρθῶ 4 ΩΤ 5 ἀπὸ τοῦ β (ω sic, non ∞) ἐπὶ τὰ φχψ,
sed χ del. m. 1 7 τεθεωρείσθω 10 δὲ 10—11 καὶ διόπτρα:
correxi 12 εγχωνύσθω 19 βουλωμεθα 27 ΑΛ f. ὅποι</note>

<pb n="252"/>
ΖΗ πρὸς ὀρθὰς ἤχθω ἡ ΕΗ· τῇ δὲ ΕΗ ἴση κείσθω
ἡ ΑΘ· καὶ τῇ ΑΓ προσευρήσθω ἡ ΑΘ, ἐν τῷ τῆς
ΖΗ πρὸς ΗΕ λόγῳ καθέτου οὔσης τῆς ΕΗ. ἐὰν δὴ
<note type="marginal">fol. 71v</note> νοήσωμεν ἐπιζευγνυμένην | τὴν ΘΓ, ἔσται ἡ ὑπὸ ΘΓΑ
γωνία κλίσις. ἔστω δὲ ἡ ἀπὸ τοῦ Β ἐπὶ τὴν ΑΓ <lb n="5"/>
κάθετος ἡ ΒΜ· καὶ τῇ ΓΜ ἴση κείσθω ἡ ΖΝ, τῇ δὲ ΗΕ
παράλληλος ἤχθω ἡ ΝΞ, τῇ δὲ ΝΞ ἴση κείσθω ἑκατέρα
<note type="marginal">p. 252</note> τῶν ΒΚ, ∠Λ· καὶ ἐπεζεύχθωσαν αἱ ΘΚ, ΚΓ,
ΓΑ, ΛΘ. ἔσται δὴ τὸ ΘΚΓ<add cause="omitted">Λ</add> ἐπίπεδον κεκλιμένον
πρὸς τὸ Α<add cause="omitted">Β</add>Γ∠ ἐν τῇ ὑπὸ ΘΓΑ γωνίᾳ, τουτέστι <lb n="10"/>
τῇ ὑπὸ ΕΖΗ. ἐὰν γὰρ νοήσωμεν τῇ ΑΘ παράλληλον
γινομένην τὴν ΜΟ, καὶ ἐπιζεύξωμεν τὴν ΟΚ
πίπτουσαν ἐπὶ τὸ Λ, ἡ μὲν ΜΟ ἴση <add cause="omitted">ἔσται</add> τῇ ΝΞ.
ἡ δὲ ΚΟ ἴση <add cause="omitted">καὶ</add> παράλληλος τῇ ΒΜ, πρὸς ὀρθὰς
δὲ τῇ ΘΓ· ὥστε κέκλιται, ὡς εἴρηται, τὸ ἐπίπεδον. <lb n="15"/>
ἐὰν δὲ ὁ τόπος ὁ δοθεὶς ἐν τυχόντι ᾖ τετραπλεύρῳ,
ὥστε τὰς διαγωνίους αὐτοῦ μὴ πρὸς ὀρθὰς ἀλλήλαις
<add cause="omitted">εἶναι</add>, τῆς ΒΜ πρὸς ὀρθὰς οὔσης τῇ ΑΓ, ἴσην θήσομεν
τὴν ΞΝ, τῇ δὲ ΞΝ τὴν ΒΚ, ὡς εἴρηται, ἀπὸ
τοῦ Β κάθετον ἀγαγόντες ἐπὶ τὴν ΑΓ. καὶ ταὐτὰ <lb n="20"/>
ποιήσαντες τοῖς ἐπὶ τῆς ΒΜ, ποριούμεθα τὸ μέγεθος
τῆς ∠Λ. ἐγχωσθήσεται οὖν ὁ τόπος ἄχρι τῶν ΘΚ,
ΚΓ, ΓΛ, ΛΘ εὐθειῶν· καὶ τὸ ἐπίπεδον ἀπεργασθὲν
ἕξει τὴν εἰρημένην ἔγκλισιν.</p></div><div type="textpart" subtype="chapter" n="20"><note type="marginal">fol. 71v</note><p>| κ. Ὑπονόμου ὄντος, εὑρεῖν ἐν τῷ ὑπερκειμένῳ <lb n="25"/>
ἐδάφει τόπον, τουτέστι σημεῖον, ἀφʼ οὗ φρεατίας
γενηθείσης ἐπὶ τὸν δοθέντα ὑπόνομον καταντήσομεν
<note type="footnote">4 ΟΓ 8 επεξέυθωσαν (sic) 9 Γ∠ 12 ϊσον γινομένην
ἐ|πιζευξομεν 13 ΜΟ ιση ιση τῆ 18 〈εἶναι〉
addidi τῆ ΒΜ οὔση 20 ταῦτα: correxi 25 ὑποένω:
correxi</note>

<pb n="254"/>
τόπον, ὥστε εἰ τύχοι πτώματος ἐν τῷ ὑπονόμῳ γενηθέντος
<note type="marginal">p. 240</note> διὰ τῆς φρεατίας ἀναφέρεσθαι τὴν ὕλην τὴν
πρὸς τὴν κάθαρσιν τοῦ ὑπονόμου καὶ τὴν πρὸς τὴν
ἐπισκευήν. ἔστω ὁ δοθεὶς ὑπόνομος ὁ ΑΒΓ∠Ε· φρεατίαι
δὲ φέρουσαι εἰς αὐτὸν αἱ ΗΘ, ΚΛ· τὸ δὲ <lb n="5"/>
σημεῖον τὸ δοθὲν ἐν τῷ ὑπονόμῳ, ἐφʼ ὃ δεῖ τὴν
φρεατίαν ἐλθεῖν, τὸ Μ. κεχαλάσθωσαν σπάρτοι διὰ
τῶν ΗΘ, ΚΛ φρεατιῶν βάρη ἔχουσαι, αἱ ΝΞ, ΟΠ·
καὶ κατασταθεισῶν αὐτῶν ἀκινήτων διὰ μὲν τῶν Ο,
Ν σημείων εὐθεῖά τις εἰλήφθω ἐν τῷ ἐπάνω ἐδάφει <lb n="10"/>
ἡ ΟΝΡ· διὰ δὲ τῶν Π, Ξ, ἐν τῷ ὑπονόμω, ἡ ΠΞΣ,
προσπίπτουσα ἑνὶ τῶν τοῦ ὑπονόμου τοίχων κατὰ τὸ
Σ· καὶ τῇ ΠΣ ἴση <add cause="omitted">κείσθω</add> ἡ ΟΡ. καὶ λαβὼν σχοινίον
εὖ ἐκτεταμένον καὶ προβεβασανισμένον, ὥστε μηκέτι
ἐπεκτείνεσθαι ἢ συστέλλεσθαι, τὴν μὲν ἀρχὴν αὐτοῦ | <lb n="15"/>
<note type="marginal">fol. 72r</note> τίθημι πρὸς τῷ Σ. λαβὼν δέ τι σημεῖον ἐπὶ τοῦ
ΑΒΓ τοίχου τὸ Τ, ἐπεκτείνω τί σχοινίον ἐπὶ τὸ Τ,
καὶ ὁμοίως ἐπὶ τὸ Π, καὶ σημειωσάμενος τὰ μήκη τῶν
ΤΣ, ΤΠ ἐφαρμόζω αὐτὰ ἐν τῷ ἐπάνω ἐδάφει, ὥστε
γενέσθαι τρίγωνον τὸ ΡΥΟ, τὴν μὲν ΡΥ ἴσην ἔχον <lb n="20"/>
τῇ ΤΣ, τὴν δὲ ΥΟ τῇ ΤΠ. εἶτα πάλιν λαβὼν ἕτερον
σημεῖον τὸ ἐπεξέτεινα τὸ σχοινίον, ὥστε ποιῆσαι
τὸ ΤΣΧ τρίγωνον· καὶ πάλιν τοῦτο ἐν τῷ ἐπάνω
ἐδάφει ἐφαρμόζω, ὥστε γενέσθαι τὸ ΡΥΦ, τὴν μὲν
ΡΦ ἴσην ἔχον τῇ ΧΣ, τὴν δὲ ΥΦ τῇ ΤΧ. εἶτα πάλιν <lb n="25"/>
ἐπὶ τῆς ΣΧ ἔτερον τρίγωνον συστησάμενος τὸ αὐτὸ
συνίσταμαι καὶ ἐπὶ τῆς ΦΡ, ἄχρις ἂν συνεγγίσω τῷ
Μ σημείῳ. καὶ ἵνα μὴ ποικιλογραφῶμεν, ἐπιχθεῖσα τῷ
<note type="footnote">4 ὑπο νόμον 4—5 φρεατία δε φέρουσα εἰς αὐτὸν ἡ 8 φρεατίας
13 supplevi 16 τῶ Ο 17 τί: f. τὸ 18—19 τῶν ΠΣ
21 τῆ ΠΣ 23 τὸ ΤΡΧ 28 ἐπιχθεισα: f. ἐπιδειχθεῖσα</note>

<pb n="256"/>
σχοινίῳ ἡ ΣΜ ἐπὶ τὸ ϛ ἐκβεβλήσθω, καὶ ἐπεζεύχθω
ἡ ϛΧ· καὶ ἐπὶ τῆς ΦΡ τρίγωνον ἔστω ΦΨΡ, ἴσην
ἔχον τὴν μὲν ΡΨ τῇ Σϛ, τὴν δὲ ΦΨ τῇ ϛΧ· καὶ τῇ
ΜΣ ἴση κείσθω ἡ ΡΩ· ἔσται δὴ τὸ Ω σημεῖον κατὰ
κάθετον κείμενον τῷ Μ σημείῳ. φρεατίας ἄρα ὀρυχθείσης <lb n="5"/>
<note type="marginal">242</note> ἀπὸ τοῦ Ω, ὀρθὴ ἔσται ἡ ὀρυγὴ πίπτουσα ἐπὶ
τὸ Μ· τοῦτο δὴ φανερὸν διὰ τὸ τὰ τρίγωνα τὰ ἐν τῷ
ὑπονόμῳ καὶ τὰ ἐν τῷ ἐδάφει ἴσα τε καὶ ὅμοια εἶναι,
καὶ ὁμοίως κείμενα. πειρᾶσθαι δὲ δεῖ τὰ τρίγωνα
ἀκλινῆ καθιστᾶν, ὅπως αἱ ἀπὸ τῶν γωνιῶν ἐπὶ τὰς <lb n="10"/>
γωνίας ἐπιζευγνύμεναι κάθετοι ὦσιν ἐπὶ τὸν ὁρίζοντα.</p></div><div type="textpart" subtype="chapter" n="21"><note type="marginal">fol. 72r p. 254</note><p>κα. | Διὰ διόπτρας ἀπολαβεῖν ἀπὸ ἡμῶν διάστημα
ἐπὶ τῆς δοθείσης εὐθείας, ἴσον τῷ δοθέντι διαστήματι.
ἔστω ἡ δοθεῖσα εὐθεῖα ἐφʼ ἧς δεῖ ἀπολαβεῖν <add cause="omitted">ἡ ΑΒ·
τὸ δὲ δοθὲν διάστημα ὃ δεῖ ἀπολαβεῖν</add> ἔστω τὸ ΑΒ· <lb n="15"/>
ἀφʼ οὗ δὲ δεῖ σημείου ἀπολαβεῖν, ἔστω τοῦ Α. ἐλθὼν
ἐπί τινος ἀκλινοῦς ἐπιπέδου τόπου οἷον τοῦ Γ∠, τίθημι
τὴν διόπτραν τὴν ΕΖ· καὶ ταύτης ἔμπροσθεν κανόνα
ὀρθὸν, μήκους ὡς πηχῶν ι, τὸν ΗΘ, ἀπέχοντα ἀπὸ τῆς
διόπτρας, τουτέστιν ἀπὸ τοῦ Ε σημείου, ὃ βούλομαι <lb n="20"/>
διάστημα, ἔστω δὴ πηχῶν γ. ἀπέλαβον οὖν ἀπὸ τοῦ
Ε ἐν ἐπιπέδῳ εὐθεῖαν τὴν Ε∠ πηχῶν ὅσων ἐὰν
βούλωμαι, ἔστω δὴ πηχῶν φ, καὶ καταλείψας σημεῖον
πρὸς τῷ ∠, ἐγκλίνω τὸν ἐν τῇ διόπτρᾳ κανόνα, ἄχρις
ἂν φανῇ διʼ αὐτοῦ τὸ ∠ σημεῖον. καὶ μένοντος αὐτοῦ <lb n="25"/>
<note type="marginal">fol. 72v</note> ἀκινήτου, ἀντιπεριστὰς ἔλαβον | διʼ αὐτοῦ σημεῖον ἐπὶ
τοῦ ΗΘ κανόνος τὸ Μ, καὶ ἐπέγραψα πηχῶν φ. εἶτα
πάλιν ἀπολαβὼν ἑτέρους πήχεις ὅσους ἂν βούλωμαι
ἐπὶ τῆς Ε∠, οἷον εἰ τύχοι πήχεις ῡ ἐπὶ τῆς ΕΝ, καὶ
<note type="footnote">2 τρίγωνον ἐν τῶ ΦΨΡ 3 τῆ δὲ ΦΨ τὴν ϛΧ 4 ἡ
ΡΒ τὸ Β 6 τοῦ Β 10 γονιῶν 14 supplevi 23 κατα-</note>

<pb n="258"/>
καταλείψας πρὸς τῷ Ν σημεῖον, ὡσαύτως ἔλαβον ἀντιπεριστὰς
ἐπὶ τοῦ ΗΘ κανόνος ἕτερον σημεῖον τὸ Ε,
<note type="marginal">p. 256</note> πρὸς ὃ ἐπέγραψα πήχεις υ. καὶ οὕτως λαμβάνων ἃ
βούλομαι μέτρα ἕξω ἐν τῷ ΗΘ κανόνι τὰς ἐπιγραφάς.
στήσας οὖν καὶ τὴν διόπτραν ἐπὶ τοῦ Α καὶ ἀποστήσας <lb n="5"/>
τὸν τὰς ἐπιγραφὰς ἔχοντα κανόνα ἀπὸ τοῦ Α πήχεις
γ, ὅσους καὶ ὅτε τὰς ἐπιγραφὰς λαμβάνων ἀπέστησα,
ἐνέκλινα τὸν ἐπὶ τῇ διόπτρᾳ κανόνα, ἄχρις ἂν δι᾿
αὐτοῦ φανῇ ἡ ἐπιγραφὴ τοῦ μέλλοντος ἀπολαμβάνεσθαι
μέτρου· εἶτα ἀντιπεριστὰς ἔλαβον ἐπὶ τῆς ΑΒ <lb n="10"/>
εὐθείας διὰ τοῦ κανόνος σημεῖον τὸ Β· καὶ ἔσται
ἀπειλημμένον τὸ ΑΒ διάστημα τοῦ δοθέντος τόπου.
ἔστω οὖν διόπτρα μὲν ἡ ΑΟ, ὁ δὲ ἐν αὐτῇ κανών,
διʼ οὗ διοπτεύομεν, ὁ ΠΡ, ὁ δὲ τὰς ἐπιγραφὰς ἔχων
κανὼν ὁ ΣΤ.</p><lb n="15"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>