<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="18"><note type="marginal">p. 248</note><p>ιη. Ἕδαφος κυρτῶσαι, ὥστε σφαιρικὴν ἔχειν ἐπιφάνειαν <lb n="10"/>
πρὸς τὸ δοθὲν τμῆμα. ἔστω ὁ δοθεὶς τόπος
ὁ ΑΒΓ∠ μέσον δὲ αὐτοῦ σημεῖον τὸ Ε. διὰ δὲ τοῦ
Ε σημείου διήχθωσαν εὐθεῖαι διὰ τῆς διόπτρας οὖσαι
ἐν τῷ ἐδάφει, ὁσαιδηποτοῦν, αἱ ΑΓ Β∠, ΖΗ, ΚΘ,
ἐφʼ ὧν πάσσαλοι ἐγκεκρούσθωσαν ὀρθοί. ὡς δʼ ἂν <lb n="15"/>
ἐπὶ μιᾶς ὑποδείξομεν, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν νοείσθω
εὐθειῶν. πεπασσαλοκοπήσθω οὖν ἡ Β∠ τοῖς ΛΜ,
<note type="footnote">5 ΚΜΛΝ 6 ἐστιν τῶ διατῶι διατων (sic) 9 τὸ ΚΛΜΝ</note>
<note type="footnote">14 ΖΗ, ΗΘ 15 δʼ ἂν corruptum videtur 16 ἐπι μιᾶς
επι|μιᾶς</note>

<pb n="250"/>
ΝΞ, ΟΠ, PΣ, ΤΥ πασσάλοις· τὸ δὲ τῆς διόπτρας
τύμπανον ἔστω τὸ ΦΧΨ, ὅμοιον τῷ τῆς κυρτώσεως
τμήματι· καὶ πάλιν καθεστάτω ὀρθῶς πρὸς τὸν ὁρίζοντα,
ὥστε κανόνος ὁμοίως παρατεθέντος τοῦ Ωϛ, τὰς
ἀπὸ τοῦ Ω ἐπὶ τὰ Φ, Ψ ἐπιζευγνυμένας ἀκτῖνας καὶ <lb n="5"/>
ἐκβαλλομένας νεύειν ἐπὶ Β, ∠ σημεῖα. εἶτα διὰ τοῦ
Ω πάλιν καὶ τῆς ΦΧΨ περιφερείας τεθεωρήσθω ἐπὶ
τῶν πασσάλων σημεῖα τὰ Μ, Ξ, Π, Σ, Υ· ταῦτα δὲ
ἔσται ἐπὶ τοῦ τμήματος τῆς κυρτώσεως. καὶ ἐπὶ τῶν
<note type="marginal">p. 250</note> λοιπῶν δὲ εὐθειῶν ἡ αὐτὴ πασσαλοκοπία καὶ διοπτρ<add cause="omitted">εί</add>α <lb n="10"/>
γεγενήσθω, καὶ ληφθέντων ἐν τοῖς πασσάλοις
σημείων ἐγχωννύσθω ὁ τόπος ἄχρι τῶν ληφθέντων
σημείων καὶ ἔσται ἡ κύρτωσις τοῦ τόπου σφαιρικὴ
ὁμοία τῷ εἰρημένῳ τμήματι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>