<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:10-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:10-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><note type="marginal">p. 214</note><p>ι. Δύο δοθέντων σημείων πόρρω ὁρωμένων εὑρεῖν
τὸ μεταξὺ διάστημα αὐτῶν τὸ πρὸς διαβήτην καὶ ἔτι <lb n="20"/>
τὴν θέσιν. ἔστω τὰ δοθέντα δύο σημεῖα τὰ Α, Β· καὶ
καθεστάσθω ἡ διόπτρα ἐν τοῖς πρὸς ἡμᾶς μέρεσιν
<note type="marginal">p. 216</note> πρὸς τῷ Γ καὶ ἐπεστράφθω ὁ κανὼν, ἄχρις ἂν δι᾿
αὐτοῦ φανῇ τὸ Α σημεῖον· εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τοῦ
κανόνος ἡ ΑΓ. ταύτῃ πρὸς ὀρθὰς ἤγαγον διὰ τῆς <lb n="25"/>
διόπτρας τὴν Γ∠, καὶ παράγω ἐπ᾿ αὐτῆς τὴν διόπτραν,
ἄχρις ἂν διὰ <add cause="omitted">τῆς πρὸς ὀρθὰς θέσεως</add> τοῦ κανόνος
φανῇ τὸ Β σημεῖον. τετυχέτω οὖν ἡ διόπτρα πρὸς
<note type="footnote">2 ἐπὶ τὸ: f. ἐπὶ τοῦ 4 τῆς Ε∠: corr. Vi 8 τὸ σημεῖον:
correxi 15 f. ἐννοούμεθα 17 ἐλάχιστον: ζητούμενον Vi</note>
<note type="footnote">23 τὸ Γ: correxi 27 hiatum explevi</note>

<pb n="224"/>
τὸ Ε ἡ ἄρα ΒΚ τῇ Γ∠ πρὸς ὀρθάς ἐστιν· παράλληλος
ἄρα ἐστὶν ἡ ΑΓ τῇ ΒΕ. μετρῶ οὖν τὸ ἀπὸ
τοῦ Γ διάστημα ἐπὶ τὸ Α, ὡς ἐμάθομεν ἐπάνω, καὶ
πάλιν τὸ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Β. καὶ εἰ μὲν ἴσον ἐστὶν
τὸ ΓΑ διάστημα τῷ ΒΕ, ἀποφανοῦμαι καὶ τὸ ΓΕ <lb n="5"/>
διάστημα ἴσον τῷ ΑΒ· δυνάμεθα δὲ τὸ ΓΕ μετρῆσαι,
ἐν γὰρ τοῖς πρὸς ἡμᾶς ἐστι μέρεσι. μὴ ἔστω δὲ ἴσον,
ἀλλ᾿ ἔστω ἔλασσον τὸ ΒΕ διάστημα τοῦ ΓΑ, εἰ τύχοι,
πήχεσι κ· ἀπέλαβον οὖν ἀπὸ τοῦ Ε ἐπὶ τῆς ΒΕ ἐν
τοῖς πρὸς ἡμᾶς πήχεις κ τὴν ΕΖ. ἔσται δὴ ἴση ἡ ΑΓ <lb n="10"/>
τῇ ΒΖ τῷ μεγέθει· ἔστιν δὲ καὶ πάραλληλος αὐτῇ·
ὥστε καὶ ἡ ΑΒ τῇ ΓΖ ἴση τέ ἐστι καὶ παράλληλος.
δυνάμεθα δὲ μετρῆσαι τὴν ΓΖ, ὥστε καὶ τὴν ΑΒ· καὶ
φανερόν, ὅτι καὶ τὴν θέσιν, τὴν γὰρ παράλληλον αὐτῆς,
εὕραμεν.</p><lb n="15"/><p>Δυνατὸν δέ ἐστι καὶ ἄλλως λαβεῖν τὸ μεταξὺ τῶν
Α, Β διάστημα. ἔστησα τὴν διόπτραν ἐφ᾿ οὗ βούλομαι
σημείου· ἔστω δὴ τοῦ Γ. καὶ ἔλαβον διὰ τῆς διόπτρας
τὴν ΓΑ, καὶ ὁμοίως ἑτέραν τὴν ΓΒ, καὶ ἐμέτρησα
ἑκατέραν τῶν ΓΑ, ΓΒ καὶ ἔλαβον ἀπὸ τοῦ Γ μέρος <lb n="20"/>
<note type="marginal">fol. 67v</note> τι τῆς ΓΑ, οἱονεὶ | δέκατον, τὴν ∠Γ, καὶ τὸ αὐτὸ
μέρος τῆς ΓΒ, τὴν ΓΕ ἔσται δὴ καὶ· ἡ <add cause="omitted">τὰ</add> ∠, Ε
ἐπιζευγνύουσα μέρος <add cause="omitted">δέκατον</add> τῆς ΑΒ καὶ παράλληλος
αὐτῇ. δύναμαι <add cause="omitted">δὲ</add> μετρῆσαι τὴν ∠Ε ἐν τοῖς πρὸς
ἡμᾶς μέρεσιν οὖσαν· ἔχω ἄρα καὶ τῆς ΑΒ καὶ τὴν <lb n="25"/>
θέσιν καὶ τὸ μέγεθος.</p><p>Δυνατὸν δέ ἐστιν καὶ ἄλλως τὸ ΑΒ διάστημα λαβεῖν.
<note type="footnote">9 τοῖς ΒΕ: corr. Vi 10 f. ἡμᾶς 〈μέρεσι〉 13 τη Γ∠:
corr. Vi 14 f. θέσιν 〈ἔχομεν〉 14 f. αὐτῇ 15 εὕραμεν:
εὕρομεν Vi 18 δι᾿ ἀν: sed ν del. m. 1 22 τῆς ΓΕ την ΓΕ:
corr. Vi suppl. Vi 23 supplevi 24 supplevi</note>

<pb n="226"/>
<note type="marginal">p. 218</note> ἔστησα τὴν διόπτραν πρὸς τῷ Γ καὶ ἔλαβον τῆς ΑΓ
μέρος <add cause="omitted">τι</add>, τὴν δὴ Γ∠, ἐπʼ εὐθείας τῇ ΑΓ καὶ ὁμοίως
τῆς ΒΓ τὸ αὐτὸ μέρος τὴν ΓΕ, ἐπʼ εὐθείας τῇ ΒΓ.
ἔσται δὴ καὶ ἡ Ε∠ τὸ αὐτὸ μέρος τῆς Α Β καὶ παράλληλος
αὐτῇ. δυνατὸν δὲ μετρῆσαι τὴν ∠Ε ὥστε <lb n="5"/>
εὕρηται τῆς ΑΒ ἡ θέσις καὶ τὸ μέγεθος.</p></div><div type="textpart" subtype="chapter" n="11"><p>ια. Τῇ δοθείσῃ εὐθείᾳ πρὸς ὀρθὰς ἀγαγεῖν ἀπὸ τοῦ
πέρατος αὐτῆς, μὴ προσεγγίσαντα μήτε τῇ εὐθείᾳ μήτε
τῷ πέρατι. ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ἐπὶ τὰ Α,
Β σημεῖα ἐπιζευγνυμένη· ἀφʼ οὗ δὲ δεῖ τὴν πρὸς ὀρθὰς <lb n="10"/>
<note type="marginal">p. 220</note> ἀγομένην εὑρεῖν, ἔστω τὸ Α. εὑρήσθω ἡ θέσις τῆς
ΑΒ ἐν τοῖς πρὸς ἡμᾶς τόποις, ὡς ἐμάθομεν· καὶ ἔστω
ἡ Γ∠ εὐθεῖα. παράγω οὖν τὴν διόπτραν ἐπὶ τῆς Γ∠
εὐθείας διατηρῶν τὸν κανόνα ἀεὶ ἀποβλέποντα σημείῳ
τινὶ τῶν ἐπὶ τῆς Γ∠, ἄχρις ἂν ἐπιστραφεὶς ἐπὶ τὴν <lb n="15"/>
πρὸς ὀρθὰς θέσιν ἴδῃ τὸ Α σημεῖον. τετυχέτω οὖν ἡ
διόπτρα πρὸς τὸ Ε σημεῖον· ἔσται δὴ πρὸς ὀρθὰς
εἶναι τὴν ΑΕ.</p></div><div type="textpart" subtype="chapter" n="12"><p>ιβ. Σημείου ὁρωμένου εὑρεῖν τὴν ἀπʼ αὐτοῦ κάθετον
ἀγομένην ἐπὶ τὸ διʼ ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον <lb n="20"/>
<note type="footnote">1 post μέρος spatium 2 litterarum 1—2 τὴν δὲ Γ∠ ἐπʼ
εὐθείας: correxi 7 f. 〈ἄλλην〉 πρὸς 13 ἡ ΓΑ: corr Vi</note>
<note type="footnote">13—14 τὴν Γ∠ εὐθεῖαν; correxi 16 ειδη: corr. Vi 17 προς
τω: corr. Vi</note>

<pb n="228"/>
παράλληλον τῷ ὁρίζοντι, μὴ προσεγγίσαντα τῷ ὁρωμένῳ
σημείῳ. ἔστω τὸ δοθὲν σημεῖον μετέωρον τὸ A,
τὸ δὲ διʼ ἡμῶν ἐπίπεδον διὰ τοῦ Β. κείσθω οὖν ἡ
διόπτρα πρὸς τῷ Β· καὶ στυλίσκος μὲν νοείσθω ὁ
ΒΓ, ὁ δὲ κινούμενος κανὼν διʼ οὗ διοπτεύομεν ὁ <lb n="5"/>
∠ΓΕ. καὶ κινείσθω, ἄχρις ἂν φανῇ διʼ αὐτοῦ τὸ Α·
καὶ μένοντος αὐτοῦ ἀκινήτου, μεταξὺ τῆς διόπτρας
καὶ τοῦ Α σημείου ἕτεροι δύο κανόνες ἐγκείσθωσαν
οἱ ΖΗ, ΘΚ ὀρθοὶ, ἀνισοϋψεῖς, ὧν ὁ μὲν μείζων ἔστω
ἐπὶ τὰ πρὸς τὸ Α μέρη. τὸ δὲ ἔδαφος νοείσθω κατὰ <lb n="10"/>
τῆς ΒΖΘΛ γραμμῆς ὡς ἔτυχεν ὑπάρχον· τὸ δὲ διʼ
ἡμῶν ἐκβαλλόμενον ἐπίπεδον παράλληλον τῷ ὁρίζοντι
νοείσθω τὸ κατὰ τῆς ΒΛ εὐθείας. παραγέσθωσαν οὖν
<note type="marginal">fol. 68r</note> οἱ ΖΗ, ΘΚ κανόνες, ἄχρις ἂν ἐ|πʼ εὐθείας φανῶσι
<note type="marginal">p. 222</note> τῷ Α σημείφ, μένοντος ἀκινήτου τοῦ ∠ΓΕ κανόνος. <lb n="15"/>
τεθεωρήσθω οὖν ἐπὶ μὲν τοῦ ΖΗ κανόνος τὸ σημεῖον,
ἐπὶ δὲ τοῦ ΘΚ τὸ Κ. καὶ νενοήσθωσαν ἐκβεβλημέναι
αἱ ΖΗ, ΘΚ ἐπὶ τὰ Μ, Ν· καὶ τῷ ΒΛ
παράλληλοι ἠγμέναι αἱ ΗΞ, ΚΟ. δυνατὸν δέ ἐστιν
ἐπισκέψασθαι τίνι ἐστὶ μετεωρ<add cause="omitted">ότερ</add>ον τὸ Ζ τοῦ Β <lb n="20"/>
χωροβατήσαν<add cause="omitted">τα</add>· ἑκάτερον γὰρ τῶν Β, Ζ σημείων
πρὸς ἡμᾶς· ὥστε δυνατὸν εὑρεῖν τὴν ΖΜ· ὁμοίως καὶ
τὴν ΝΘ. ἔχω δὲ καὶ ἑκατέραν τῶν ΗΖ, ΚΘ, ὥστε
φανερόν ἐστιν τῶν ΗΜ, ΚΝ, ἡλίκη ἐστὶν <add cause="omitted">ἑκατέρα</add>,
ὥστε καὶ ἡ ὑπεροχὴ αὐτῶν ἡ ΚΞ ἡλίκη ἐστίν. ἐπιστάμεθα <lb n="25"/>
δὲ καὶ ἡλίκη ἐστὶν ἡ ΗΞ τὸ γάρ μεταξὺ τῶν
<note type="footnote">8 f. ἐκκείσθωσαν R. Schoene 10 πρὸς τῷ: correxi 11 ΒΖΟΛ:
corr. Vi ὑπάρχων; corr. Vi 15 σημεῖον: corr. Vi 16 τεθεωρείσθω:
corr Vi 17 νενοησθωσαῖ (sic): correxi 18—19 καὶ τὸ
Λ παράλληλον: correxi 19 αἱ ΝΞ ΚΘ: corr. Vi 20 μετεωρον:
corr. Vi 21 χωροβατησαν: corr. Vi 22 τῆ ΖΜ: corr. Vi</note>
<note type="footnote">23 τῆ ΝΘ: corr. Vi 24 supplevi 26 ἡ ΝΞ: corr. Vi</note>

<pb n="230"/>
Ζ, Θ διάστημά ἐστιν τὸ πρὸς διαβήτην· ὥστε ἕξω
τίνα λόγον ἔχει ἡ ΗΞ πρὸς τὴν ΞΚ. ἔστω οὖν εἰ
τύχοι εὑρημένη ἡ ΗΞ τῆς ΞΚ πενταπλῆ. καὶ ἀπὸ τοῦ
Α ἐπὶ τὸ διʼ ἡμῶν ἐπίπεδον, τουτέστιν ἐπὶ τὴν ΒΛ,
κάθετος ἤχθω ἡ ΑΟΡΠ· ὥστʼ ἔσται καὶ ἡ ΚΟ πενταπλῆ <lb n="5"/>
τῆς ΟΑ. καὶ ἐπεὶ ἴσμεν ἡλίκη ἐστὶν ἡ ΚΟ —
τὸ γὰρ μεταξὺ τῶν Θ, Ρ, διάστημά ἐστιν τὸ πρὸς
διαβήτην —, ἕξω ἄρα καὶ τὴν ΑΟ ἡλίκη ἐστίν. ἔχω
δὲ καὶ τὴν ΟΠ, ἴση γάρ ἐστι τῇ ΚΝ ὥστε καὶ ὅλην
τὴν Α Π, κάθετον οὖσαν ἐπὶ τὸ διʼ ἡμῶν ἐπίπεδον, <lb n="10"/>
ἕξω ἡλίκη ἐστίν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>