<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:3.9.10-3.10.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:3.9.10-3.10.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="10"><p>τί οὖν σοι θέλεις εἴπω; — βοήθησόν μοι εἰς τὸ πρᾶγμα. — οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα· οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλʼ ὡς πρὸς λαχανοπώλην, ἀλλʼ ὡς πρὸς σκυτέα.</p></div><div type="textpart" subtype="section" n="11"><p>— πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; — πρὸς τοῦτο, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; — οὔ· ἀλλὰ τὸ μέγιστον. — τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρερχόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμβανε.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">εἶτʼ ἐρεῖς <q>συνέβαλ<del>λ</del>ον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀνδριάντι.</q> εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δʼ ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων.</p></div><div type="textpart" subtype="section" n="13"><p>κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέναι μοι. ἐλέγξωμεν ἀλλήλους· εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό· εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι φιλοσόφῳ συμβάλλειν.</p></div><div type="textpart" subtype="section" n="14"><p>οὔ· ἀλλὰ <q>πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν· ἴδωμεν, τί ποτε λέγει.</q> εἶτʼ ἐξελθὼν <q>οὐδὲν ἦν ὁ Ἐπίκτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν.</q> τίνος γὰρ ἄλλου κριταὶ εἰσέρχεσθε;</p></div><div type="textpart" subtype="section" n="15"><p><q>ἀλλʼ ἂν πρὸς τούτοις,</q> φησίν, <q>ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.</q></p></div><div type="textpart" subtype="section" n="16"><p>πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι <q>ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω· σὺ δʼ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις, πτωχότερός μου.</q></p></div><div type="textpart" subtype="section" n="17"><p>— τίνος οὖν ἔχω χρείαν; — τοῦ σοὶ μὴ παρόντος· τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν διάνοιαν, τοῦ μὴ ταράττεσθαι.</p></div><div type="textpart" subtype="section" n="18"><p>πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί· οὐκ ἀγωνιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ· οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λόγον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς ὀρέξεις.</p></div><div type="textpart" subtype="section" n="19"><p>ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλοτεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ· οὐ περισπᾶταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου τί ἀνθρωπικώτερον ἔχω;</p></div><div type="textpart" subtype="section" n="20"><p>ὑμεῖς ὅταν μηδὲν ἔχητε, ταράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε· διὰ τί ὁ φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον;</p></div><div type="textpart" subtype="section" n="21"><p>σὺ κρυστάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου· σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπιθυμία, ἡ ἐμὴ πεπλήρωται.</p></div><div type="textpart" subtype="section" n="22"><p>τοῖς παιδίοις εἰς στενόβρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει· ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐτῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν· μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><head>πῶς φέρειν δεῖ τὰς νόσους.</head><div type="textpart" subtype="section" n="1"><p rend="indent">ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ· ἐπʼ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.</p></div><div type="textpart" subtype="section" n="2"><p><quote rend="blockquote"><lb/>μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι, <lb/>πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα· </quote></p></div><div type="textpart" subtype="section" n="3"><p><quote><lb/>πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται; <lb/>ἀρξάμενος δʼ ἀπὸ <sic>τοῦδε</sic> ἐπέξιθι· καὶ μετέπειτα <lb/>δειλὰ μὲν <sic>ῥέξας</sic> ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.</quote></p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>